1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

10

διανοίᾳ καὶ ἀνεπτερώθη. Περὶ τῶν φίλων λέγω τῶν γνησίων, τῶν ὁμοψύχων, τῶν αἱρουμένων καὶ ὑπεραποθανεῖν, τῶν θερμῶς φιλούντων. Μή μοι τοὺς ἁπλῶς φιλοῦντας ἐννοοῦντες, καὶ κοινωνοὺς τῶν τραπεζῶν, καὶ ἀπὸ προσηγορίας φίλους, νομίζετε τὸν λόγον ἐλέγχεσθαι. Εἴ τις ἔχει φίλον οἷον λέγω, ἐπι 62.404 γνώσεται τὰ ῥήματα· κἂν ἴδῃ τοῦτον καθ' ἑκάστην ἡμέραν, οὐκ ἐμπίπλαται· ταῦτα αὐτῷ ἐπεύχεται, ἅπερ καὶ ἑαυτῷ. Οἶδα ἐγώ τινα, ὃς ὑπὲρ φίλου τοὺς ἁγίους ἄνδρας παρακαλῶν, παρεκάλει εὔχεσθαι πρότερον ὑπὲρ αὐτοῦ, καὶ τότε ὑπὲρ ἑαυτοῦ. Τοσοῦτόν ἐστι φίλος ἀγαθὸς, ὡς καὶ τόπους καὶ χρόνους φιλεῖσθαι δι' αὐτόν. Καθάπερ γὰρ τὰ λαμπρὰ τῶν σωμάτων ἄνθος ἀποῤῥεῖ εἰς τοὺς πλησίον τόπους, οὕτω καὶ οἱ φίλοι, οἷς ἂν παραγένωνται τόποις, τὴν ἑαυτῶν χάριν ἀφιᾶσι. Καὶ πολλάκις χωρὶς φίλων ἐπιστάντες τοῖς τόποις ἐκείνοις, ἐδακρύσαμεν τῶν ἡμερῶν ἀναμνησθέντες, ἐν αἷς συνεγενόμεθα, καὶ ἐστενάξαμεν. Οὐκ ἔνι τῷ λόγῳ παραστῆσαι τὴν ἡδονὴν ὅσην ἐντίθησι παρουσία φίλων· μόνοι δὲ οἱ πεῖραν ἔχοντες ἴσασι. Καὶ χάριν αἰτῆσαι, καὶ χάριν λαβεῖν ἀνυπόπτως παρὰ φίλου ἔνι. Ὅταν ἡμῖν ἐπιτάττωσι, τότε αὐτοῖς χάριν ἴσμεν· ὅταν δὲ ὀκνῶσι, τότε ἀλύομεν. Οὐδὲν ἔχομεν ὅπερ μὴ ἐκείνων ἐστί. Πάντων πολλάκις τῶν ἐνταῦθα καταφρονοῦντες, δι' ἐκείνους οὐ βουλόμεθα ἀπελθεῖν ἐντεῦθεν· καὶ τοῦ φωτὸς ἐκεῖνοι ποθεινότεροι. Καὶ γὰρ ὄντως καὶ τοῦ φωτὸς αὐτοῦ ποθεινότερος φίλος· τὸν γνήσιον λέγω. Καὶ μὴ θαυμάσῃς· βέλτιον γὰρ ἡμῖν σβεσθῆναι τὸν ἥλιον, ἢ φίλων ἀποστερηθῆναι· βέλτιον ἐν σκότῳ διάγειν, ἢ φίλων εἶναι χωρίς· καὶ πῶς, ἐγὼ λέγω. Ὅτι πολλοὶ τὸν ἥλιον ὁρῶντες ἐν σκότῳ εἰσὶ, φίλων δὲ εὐποροῦντες, οὐδ' ἂν ἐν θλίψει γένοιντο· περὶ φίλων λέγω τῶν πνευματικῶν, τῶν οὐδὲν προτιμώντων φιλίας. Τοιοῦτος Παῦλος ἦν, καὶ τὴν ψυχὴν ἡδέως διδοὺς τὴν ἑαυτοῦ, καὶ μὴ αἰτηθεὶς, καὶ εἰς γέενναν ἡδέως ἂν ἐνέπιπτεν. Οὕτω χρὴ φιλεῖν διαθέσει πεπυρωμένῃ. Βούλομαι ὑπόδειγμα δοῦναι φιλίας· πατέρας καὶ υἱοὺς ὑπερβαίνουσι φίλοι, φίλοι οἱ κατὰ Χριστόν. Μὴ γάρ μοι τοὺς νῦν εἴπῃς, ὅτι μετὰ τῶν ἄλλων καὶ τοῦτο ἀπέστη τὸ καλόν· ἀλλ' ἐννόησον ὅτι ἐπὶ τῶν ἀποστόλων, οὐ λέγω τοὺς κορυφαίους, ἀλλ' αὐτοὺς τοὺς πεπιστευκότας· Πάντων ἦν, φησὶν, ἡ ψυχὴ καὶ ἡ καρδία μία, καὶ οὐδὲ εἷς τι τῶν ὑπαρχόντων ἔλεγεν ἴδιον εἶναι· καὶ διεδίδοτο ἑκάστῳ, καθότι ἄν τις χρείαν εἶχεν. Οὐκ ἦν τότε τὸ ἐμὸν καὶ τὸ σόν. Τοῦτό ἐστι φιλία, ἵνα μὴ τὰ αὐτοῦ ἑαυτοῦ τις νομίζῃ, ἀλλὰ τὰ τοῦ πλησίον, τὰ δὲ αὐτοῦ ἀλλότρια· ἵνα οὕτω φείδηται τῆς ἐκείνου ψυχῆς, ὡς τῆς ἑαυτοῦ, κἀκεῖνος ὁμοίως τὴν αὐτὴν διάθεσιν ἐπιδεικνύηται. Καὶ ποῦ δυνατὸν, φησὶ, τοιοῦτον εὑρεθῆναι; Ναὶ, οὐ δυνατὸν, ἐπειδὴ μὴ βουλόμεθα· ὡς εἴ γε ἐβουλόμεθα, καὶ σφόδρα δυνατόν. Εἰ γὰρ μὴ δυνατὸν ἦν, οὐδ' ἂν ἐπέταξεν ὁ Χριστὸς, οὐκ ἂν τοσαῦτα περὶ ἀγάπης διελέχθη. Μέγα φιλία, καὶ πόσον μέγα, οὐδεὶς ἂν δύναιτο μαθεῖν, οὔτε τις παραστῆσαι λόγος, πλὴν τῆς πείρας αὐτῆς. Τοῦτο τὰς αἱρέσεις εἰργάσατο, τοῦτο τοὺς Ἕλληνας ἔτι ποιεῖ Ἕλληνας εἶναι. Ὁ φιλῶν οὐκ ἐπιτάττειν βούλεται οὐδὲ ἄρχειν, ἀλλὰ χάριν ἔχει μᾶλλον ἀρχόμενος καὶ ἐπιτασσόμενος· χαρίζεσθαι βούλεται μᾶλλον, ἢ χάριν λαμβάνειν· φιλεῖ γὰρ, καὶ ὡς οὐκ ἐμπλήσας αὐτοῦ τὴν ἐπιθυμίαν, οὕτω διάκειται. Οὐχ οὕτως εὖ πάσχων τέρπεται, ὡς εὖ ποιῶν· βούλεται γὰρ κατέχειν αὐτὸν μᾶλλον, ἢ ὀφείλειν αὐτῷ· μᾶλλον δὲ καὶ ὀφείλειν αὐτῷ βούλεται, καὶ ὀφειλέτην αὐτὸν ἔχειν· καὶ βούλεται χαρίζεσθαι, καὶ οὐ βούλεται δοκεῖν χαρίζεσθαι, ἀλλ' ὀφειλέτην αὐτὸν εἶναι. Τάχα πολλοὺς ὑμῶν ἀγνοεῖν 62.405 οἶμαι τὸ εἰρημένον· οὐκοῦν ἀναγκαῖον αὐτὸ πάλιν εἰπεῖν Καὶ ἄρχειν βούλεται εὐεργεσίας, καὶ μὴ δοκεῖν ἄρχειν, ἀλλ' ἀποδιδόναι· ὥσπερ καὶ ὁ Θεὸς ἐποίησεν ἐπὶ τῶν ἀνθρώπων. Ἔμελλε τὸν Υἱὸν αὐτοῦ χαρίζεσθαι ὑπὲρ ἡμῶν, ἀλλ' ἵνα μὴ δόξῃ χαρίζεσθαι, ἀλλ' ὀφείλειν ἡμῖν, προσέταξε τῷ Ἀβραὰμ δοῦναι τὸν υἱὸν