1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

11

17 Περὶ συγκαταβάσεως τοῦ Θεοῦ. Νῦν δὲ παρόμοιον γέγονεν οἷον ἐπὶ τῶν νεοττῶν. Καὶ γὰρ ἐκείνους ὅταν ἐκθρέψῃ ἡ μήτηρ, προάγει μὲν τῆς καλιᾶς. Ἂν δὲ ἀσθενοῦντας ἴδῃ καὶ καταπίπτοντας καὶ δεομένους ἔτι τῆς ἔνδον μονῆς, ἀφίησιν ἔτι πλείους ἡμέρας οὐχ ἵνα διὰ παντὸς ἔνδον μένωσιν ἀλλ' ἵνα παγέντων αὐτοῖς καλῶς τῶν πτερῶν καὶ τῆς ἰσχύος προσγενομένης ἁπάσης μετὰ ἀσφαλείας λοιπὸν τῆς πτήσεως ἔχωνται. Οὕτω καὶ ὁ κύριος ἡμῶν ἐξ ἀρχῆς μὲν εἷλκεν ἐπὶ τὸν οὐρανὸν καὶ τὴν ἐκεῖ φέρουσαν ὁδὸν ἐδείκνυ οὐκ ἀγνοῶν μὲν ἀλλὰ καὶ σφόδρα εἰδὼς ὅτι οὐκ ἀρκέσομεν πρὸς τὴν πτῆσιν ἐκείνην, δεῖξαι δὲ ἡμῖν βουλόμενος ὅτι οὐ παρὰ τὴν αὐτοῦ βούλησιν ἀλλὰ παρὰ τὴν ἡμετέραν ἀσθένειαν τὸ πτῶμα γίνεται. Ἐπειδὴ δὲ ἔδειξεν, οὕτω λοιπὸν ἀφίησιν ὥσπερ ἐν καλιᾷ τῷ κόσμῳ τούτῳ καὶ τῷ γάμῳ τρέφεσθαι χρόνον πολύν. Ὡς δὲ ἡμῖν ἐν τῷ πολλῷ χρόνῳ τὰ τῆς ἀρετῆς ἔφυ πτερά, τότε ἠρέμα καὶ κατὰ μικρὸν ἐλθὼν ἐξήγαγε τῆς ἐνταῦθα μονῆς διδάσκων ὑψηλότερα πέτασθαι. Οἱ μὲν οὖν ἔτι νωθρότερον διακείμενοι καὶ τὸν βαθὺν ὕπνον καθεύδοντες ἐμφιλοχωροῦσιν ἔτι τῇ καλιᾷ τοῖς τοῦ κόσμου προσηλωμένοι πράγμασιν. Οἱ δὲ ὄντως γενναῖοι καὶ τοῦ φωτὸς ἐρασταὶ μετὰ πολλῆς εὐκολίας ἀφέντες αὐτὴν πρὸς τὰ μετέωρα πέτανται καὶ τῶν οὐρανῶν ἔχονται, πάντα τὰ ἐπὶ τῆς γῆς καταλείψαντες, τὸν γάμον, τὰ χρήματα, τὰς φροντίδας, τὰ ἄλλα πάντα ὅσα πρὸς τὴν γῆν ἡμᾶς καθέλκειν εἴωθε. Μὴ τοίνυν τὴν ἐξ ἀρχῆς γενομένην ἐπιτροπὴν τοῦ γάμου, ταύτην ἀνάγκην εἰς τὸ ἑξῆς εἶναι νομίζωμεν κωλύουσαν ἀναχωρεῖν τοῦ γάμου. Ὅτι γὰρ ἡμᾶς αὐτὸν ἀφεῖναι βούλεται, ἄκουσον τί φησιν· «Ὁ δυνάμενος χωρεῖν χωρείτω.» Εἰ δὲ μὴ παρὰ τὴν ἀρχὴν τοῦτο ἐπέταξε, μὴ θαυμάσῃς. Οὐδὲ γὰρ ἰατρὸς πάντα ὑφ' ἓν τοῖς κάμνουσι καὶ κατὰ τὸν αὐτὸν καιρὸν προστάττει, ἀλλ' ὅταν μὲν ὑπὸ τοῦ πυρετοῦ κατέχωνται, τῆς στερεᾶς αὐτοὺς ἀπείργει τροφῆς, ὅταν δὲ ἀποθῶνται ἐκεῖνο τὸ πῦρ καὶ τὴν ἀπ' αὐτοῦ τῷ σώματι προσγενομένην ἀσθένειαν, τότε λοιπὸν ἀπαλλάξας αὐτοὺς τῶν δυσαρέστων σιτίων ἐπὶ τὴν συνήθη φέρει δίαιταν. Ὥσπερ δὲ ἐν τοῖς σώμασι τὰ στοιχεῖα πρὸς ἄλληλα στασιάζοντα κατὰ τὸ πλέον ἢ ἔλαττον τὴν νόσον ἐργάζεται, οὕτω καὶ ἐπὶ τῆς ψυχῆς αἱ τῶν παθῶν ἀμετρίαι διαφθείρουσι τὴν ὑγίειαν αὐτῆς. Καὶ δεῖ μάλιστα ἐπὶ καιροῦ τοῦ καταλλήλως τοῖς ὑποκειμένοις πάθεσιν ἔχειν τὸ πρόσταγμα, ὡς τούτων ἄνευ ἀμφοτέρων οὐκ ἂν ἀρκέσειε νόμος καθ' ἑαυτὸν διορθῶσαι τὴν ἐν τῇ ψυχῇ γενομένην διαστροφήν. Ὥσπερ οὖν οὐδὲ ἡ τῶν φαρμάκων φύσις αὐτὴ καθ' ἑαυτὴν δύναιτ' ἂν ἕλκος ἀφανίσαι ποτέ, ὅπερ γὰρ ἐπὶ τῶν τραυμάτων τὰ φάρμακα, τοῦτο ἐπὶ τῶν ἁμαρτημάτων οἱ νόμοι. Σὺ δὲ ἰατρὸν νῦν μὲν τέμνοντα, νῦν δὲ καίοντα, νῦν δὲ οὐδέτερον τούτων ποιοῦντα ἐπὶ τῶν αὐτῶν πολλάκις τραυμάτων οὐ πολυπραγμονεῖς, καὶ ταῦτα πολλάκις ἀποσφαλέντα τοῦ τέλους, τὸν δὲ Θεὸν ἄνθρωπος ὢν τὸν οὐδαμοῦ μὲν διαμαρτάνοντα, πάντα δὲ ἀξίως τῆς οἰκείας οἰκονομοῦντα σοφίας περιεργάσῃ καὶ τῶν προσταγμάτων εὐθύνας ἀπαιτήσεις καὶ οὐ παραχωρήσεις τῷ τῆς σοφίας ἀπείρῳ; Καὶ πῶς οὐκ ἐσχάτης ταῦτα παραπληξίας; Εἶπεν· «Αὐξάνεσθε καὶ πληθύνεσθε.» Τοῦτο γὰρ ὁ καιρὸς ἀπῄτει τῆς φύσεως μαινομένης καὶ τὸν τῶν παθῶν οἶστρον μὴ δυναμένης ἐνεγκεῖν οὐδὲ ἐχούσης εἰς ἕτερόν τινα λιμένα καταφυγεῖν ἐν ἐκείνῃ τῇ ζάλῃ. Ἀλλὰ τί κελεύειν ἐχρῆν; Ἐν ἐγκρατείᾳ καὶ παρθενίᾳ διάγειν; Ἀλλὰ τοῦτο μεῖζον ἂν τὸ πτῶμα εἰργάσατο καὶ τὴν φλόγα σφοδροτέραν ἐποίησε. Καὶ γὰρ τοὺς γάλακτος μόνου δεομένους παῖδας ἂν εἴ τις ἐκείνης ἀπαγαγὼν τῆς τροφῆς τῆς ἀνδράσι προσηκούσης ἀναγκάζῃ μεταλαμβάνειν, οὐδὲν τὸ κωλύον αὐτοὺς ἀπολέσθαι εὐθέως· τοσοῦτον ἡ ἀκαιρία κακόν. ∆ιὰ ταῦτα ἐξ ἀρχῆς οὐκ ἐδόθη ἡ παρθενία, μᾶλλον δὲ ἡ παρθενία μὲν ἐξ ἀρχῆς καὶ τοῦ γάμου προτέρα ἡμῖν ἐφάνη. ∆ιὰ ταῦτα δὲ ἐπεισῆλθεν ὕστερον ὁ γάμος καὶ πρᾶγμα ἀναγκαῖον ἐνομίζετο εἶναι, ὡς εἴ γε ἔμεινεν ὑπακούων ὁ Ἀδάμ, οὐκ ἂν ἐδέησε τούτου. Καὶ πῶς ἄν, φησίν, αἱ τοσαῦται μυριάδες ἐγένοντο; Ἐγὼ δὲ σὲ πάλιν