1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

12

λέγων τῇ Παρθένῳ· «Ἕξεις υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν Οὗτος ἔσται μέγας, καὶ Υἱὸς Ὑψίστου κληθήσεται·» καὶ μεθ' ἕτερα· «∆ιὸ καὶ τὸ γεννώ 39.820 μενον ἅγιον, κληθήσεται Υἱὸς Θεοῦ.» Πέτρος δὲ Ῥωμαίους· «Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος, καὶ πέτραν σκανδάλου· καὶ πᾶς ὁ πιστεύων ἐπ' αὐτῷ οὐ καταισχυνθήσεται.» Αἱ δὲ Πράξεις τῶν ἀποστόλων· «Οὗτος,» φησὶν, «ἐστὶν ὁ λίθος ὁ ἐξουθενηθεὶς ὑφ' ὑμῶν τῶν οἰκοδόμων, ὁ γενόμενος εἰς κεφαλὴν γωνίας, καὶ οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία.» Ἐπιτήρησον, ὡς εἰ μὴ μία θεότης καὶ δύναμίς ἐστι τῆς ἁγίας Τριάδος, οὐδὲ παρὰ τῷ Πατρὶ ἡ σωτηρία. Ἵλεως δὲ ἡμῖν ἔστω ἡ ἁγία Τριάς. Καὶ μέντοι καὶ ∆ανιὴλ λίθον ἑώρακεν ἐξ ὄρους τμηθέντα ἄνευ χειρῶν ὅς ἐστιν ὁ ἐκ Μαρίας γεννηθεὶς ἄνευ ῥεύσεως καὶ ἐργασίας ἀνδρὸς, καὶ λεπτύνοντα τὴν εἰκόνα, τοῦτ' ἔστι τὸν κόσμον ἀπὸ τῆς παχύτητος τοῦ νοῦ, καὶ τῆς χυδαιότητος, ᾗ συνέζη. Καὶ τί θαυμάζομεν, εἰ ὑπὲρ λόγον καὶ νοῦν σωτήριον πρᾶγμα πρὸ αἰώνων τῇ θείᾳ προγνώσει ἐγένετο; Ὅπου γε καὶ ἡμᾶς τῇ ἀφράστῳ ταύτῃ προγνώσει καὶ δυνάμει πρὸ τῶν αἰώνων ἐκτίσθαι καὶ σεσῶσθαι λέγει ὁ Ἀπόστολος, γράφων τοιῶσδε Ἐφεσίοις μέν· «Ἐξελέξατο ἡμᾶς ἑαυτῷ πρὸ καταβολῆς κόσμου εἶναι ἁγίους καὶ ἀμώμους κατ' ἐνώπιον αὐτοῦ ἐν ἀγάπῃ, προορίσας ἡμᾶς εἰς υἱοθεσίαν·» Τιμοθέῳ δέ· «Κατὰ δύναμιν Θεοῦ τοῦ σώσαντος ἡμᾶς, καὶ καλέσαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν, ἀλλὰ κατὰ ἰδίαν πρόθεσιν καὶ χάριν, τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων, φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφανείας τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.». Πολλὰ γὰρ, τοῦτο μὲν μέλλοντα γίνεσθαι, ὡς ἤδη γενόμενα· τοῦτο δὲ καὶ γενόμενα, ὡς ἔτι γινόμενα, ἢ ἐσόμενα, προλέγειν εἴωθε τὸ πάντα εἰδὸς καὶ δυνάμενον Πνεῦμα ἅγιον· οὐχ ἥκιστα δὲ καὶ τὰ περὶ τὴν ἄφθεγκτον οἰκονομίαν, ὡς παρῳχηκότα, πρινὴ γένηται διηγόρευσεν· ὡς ὅταν ὁ ∆εσπότης, οὔπω γενόμενος σὰρξ, λέγῃ ἐν καʹ ψαλμῷ· «Ὤρυξαν χεῖράς μου καὶ πόδας μου·» καὶ πάλιν· «∆ιεμερίσαντο 39.821 τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον·» καὶ ἐν ριζʹ· «Λίθον, ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας, καὶ ἔσται θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν·» καὶ Ἡσαΐας· «Παιδίον ἐγεννήθη ἡμῖν.» Λέγει τὸ μηδέπω τεχθέν. Καὶ πάλιν· «Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη·» καίτοι οὐδέπω ἦν ἐκ Μαρίας τεχθεὶς ὁ ἀμνός. Καὶ πάλιν· «Ἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος.» Καὶ μὴν μετὰ πολλὰς γενεὰς ὤφθη τοιοῦτος ἐν τῷ σωτηρίῳ πάθει. Καὶ ἀλλαχοῦ· «Τὰς νεομηνίας ὑμῶν, καὶ τὰ Σάββατα ὑμῶν, καὶ τὰς ἑορτὰς μισεῖ ἡ ψυχή μου.» Ἐμίσησε δὲ πολλῷ ὕστερον, ὅτε δὴ ἐνηνθρώπησεν, καὶ τὴν Καινὴν ∆ιαθήκην ἡμῖν διέθετο. Καὶ τὰ παρελθόντα δὲ, ὡς ἐνεστῶτα, καθὰ εἴρηται, διηγεῖται, ὡς ὅταν φράζῃ· «Ὁ ποιῶν Πλειάδα καὶ Ἕσπερον·» καὶ, «Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα·» ἀντὶ τοῦ, ὁ ποιήσας. Καὶ, «Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς·» ὅ ἐστιν, ὁ θεμελιώσας. ∆ι' ἃ δὴ ἐπάναγκες, εἰ μὴ εἰς τὴν ἐν τοῖς ἐπιτηδεύμασιν ἡμῶν σοφίαν, εἰς γοῦν τὴν δεσποτικὴν ἀναμάρτητον σάρκωσιν, τὴν ἐκκειμένην Παροιμίαν φέρειν, οὐδαμῶς δὲ εἰς τὸν τῆς ἀῤῥήτου θείας φύσεως Υἱὸν Λόγον, τὸν δι' οὗ, καὶ παρ' οὗ, καὶ ἐν ᾧ πάντα κατεκοσμήθη. Τὸ γὰρ εἰπεῖν, «Κύριος ἔκτισέ με,» καὶ τὸ ἐπαγαγεῖν, «Πρὸ δὲ πάντων βουνῶν γεννᾷ με,» ἴσον ἐστὶ τῷ λέξαι· Ὄντα με ἐξ αὐτοῦ συνυφεστώτως ἔκτισεν ὕστερον, καθὸ θελήσει αὐτοῦ ἐκοινώνησα ἀτρέπτως, ἀναμαρτήτως, ἀνθρώποις τῆς φύσεως, ὡς πρὸ βραχέος εἴρηται. Πρὸ δὲ πάντων βουνῶν ἐγέννησεν ἀπαθῶς, καὶ ἀνάρχως, καὶ ἀῤῥήτως, διότι ὑπὲρ τὸ ἀσώματον ἡ θεότης. Τὸ γὰρ «πρὸ» μάλιστα ἐπὶ αὐτῆς τυγχάνει ἀόριστον, ἔτι δὲ καὶ ὁ «δὲ» σύνδεσμος τοῦτο παρίστησιν. Εἰ γὰρ καὶ ἔκτισεν, πῶς ἐγέννησεν; Εἰ δὲ ἐγέννησεν, πῶς ἔκτισεν; Τὸ μὲν γὰρ κτίσμα εἴποι τις ἂν τοῦ κτίσαντος γέννημα, ὡς ἡμεῖς ἠκούσαμεν, υἱοὶ Ὑψίστου· τὸ δὲ ὄντως γέννημα οὐκ ἄν ποτε τοῦ γεννήσαντος κτίσμα κληθείη. Οὔπω γὰρ ἕως σήμερον ἴσμεν τοῦτο λεχθέν. Ὥστε τὴν ἐν τοῖς