1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

13

ἀρίστοις ἐπιτηδεύμασι σοφίαν πανταχόθεν εὑρίσκεσθαι, τὸ, «Κύριος ἔκτισεν,» εἰρηκυῖαν· ὥστε καὶ κατὰ βιαίαν ἐκδοχὴν τὸν γενόμενον σύμμορφον τῇ ἀνθρωπότητι. Τῷ γὰρ τῆς θείας προγνώσεως ὅρῳ πρὸ πάσης κτίσεως ἐγένετο οὗτος, κτίσιν δὲ καταχρηστικῶς τὴν ἀνθρωπότητα, καθὰ καὶ τὴν ἐν κόσμῳ σοφίαν ὀνομάζει, δι' ὧν λέγει ὁ Παῦλος· «Ὑποτάγητε πάσῃ κτίσει ἀνθρωπίνῃ διὰ τὸν Κύριον, εἴτε βασιλεῖ, ὡς ὑπερέχοντι, εἴτε ἡγεμόσιν, ὡς δι' αὐτοῦ πεμπομένοις.» 39.824 Καὶ μέντοι τὸ εἰπεῖν· Ὁ δεῖνα τυχὸν ἔκτισε τόδε, ἢ ἐποίησεν ἐπίσκοπον, ἢ κλῆρον, ἢ στρατόπεδον, οὐκ οὐσίαν ἐκ μὴ ὄντων παρῆχθαι σημαίνει, καίτοι ὁμώνυμον ἔχοντα λέξιν· ἀλλὰ τοὺς ἤδη ὄντας, ἢ τὴν ὑφεστῶσαν ὕλην εἰς τάξιν τινὰ, ἢ τοιάνδε θέσιν καλεῖ. Καὶ ὁ Ὑμνῳδὸς τὸ ἐνυπάρχον αὐτῷ μόριον, ὡς ἔτι παρασχεθησόμενον αὐτῷ, ηὔχετο βοῶν· «Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός.» Καὶ Παῦλος δὲ ὁ ὁσιώτατος συνῳδὰ τούτῳ καὶ προῦπτα γράφει· «Εἴ τις ἐν Χριστῷ καινὴ κτίσις· ἰδοὺ τὰ ἀρχαῖα παρῆλθεν, καινὰ γέγονε τὰ πάντα·» οὐ τῷ ἀρτίως κτισθῆναι, ἀλλὰ τῷ εἰς τὸ ἑξῆς ἐκλάμψαι. Καὶ ἑτέρωθι· «Ἵνα τοὺς δύο κτίσῃ εἰς ἕνα καινὸν ἄνθρωπον·» ἀντὶ τοῦ, συναγάγῃ. Ὅρα δὲ, εἰ συναίρεσθαι ἡμῖν δύναται καὶ τὸ λεχθὲν τοῖς ἐν τῷ βαπτίσματι ἀνακαινιζομένοις· «Ἐνδύσασθε τὸν καινὸν ἄνθρωπον, τὸν κατὰ Θεὸν κτισθέντα·» καὶ ὅσα εὕροι τις ἂν τοιουτοτρόπωτα λόγια διερευνώμενος. Γέγραπται δὲ μεταφορικῶς καὶ περὶ τῶν τεκόντων· «Ἐποίησεν υἱοὺς καὶ θυγατέρας·» καὶ, «Ἐκτησάμην,» φησὶν, «ἄνθρωπον διὰ τοῦ Θεοῦ.» Καὶ ὅμως γεννητικῶς, οὐ δημιουργικῶς λέγει. Εἰ δὲ κατὰ συγχώρησιν εἰς τὸν ἐκ Θεοῦ Θεὸν ἐκληπτέον τὸ, «Κύριος ἔκτισέ με,» ὑπομεμνήσθω πάλιν, καὶ πάλιν πρὸς ἡμῶν λεγέσθω καὶ πιστευέσθω, ὡς διὰ τοῦτο ἐπήγαγεν· «Πρὸ δὲ πάντων βουνῶν γεννᾷ με·» ὥστε ἀνελεῖν τὸ, «ἔκτισέ με.» Τὰ γὰρ δεύτερα ἐν θεσπίσμασιν, ὡς καλλίονα καὶ βεβαιότερα, παύει πανταχοῦ τὰ πρόσθεν. Ἀνταγωνιζόμενος δὴ οὖν τούτοις, οὐδὲν 39.825 ἀξιόπιστον, οὔτ' ἀληθὲς, οὔτε λέγουσιν, οὔτε ταμιευομένοις, ἐπεισάκτῳ δὲ, καὶ ἐπεισοδίῳ, καὶ ἐπαχθεῖ τινι διδασκαλίᾳ κεχρημένοις αἱρετικοῖς, ὁ παρ' αὐτοῦ τὸ δῶρον τῆς θεολογίας δεξάμενος τοῦ πολυποθήτου καὶ ἀνεξικάκου Σωτῆρος, οὗ τοῦ ἐλέους πλήρης ἡ γῆ, καὶ διδάσκων ὁποίαν τινὰ γνώμην δεῖ περὶ αὐτοῦ ἔχειν, κοινόν τε δόγμα εἰς ἅπαντας ἀνθρώπους ἐξήνεγκεν· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος·» τοῦτ' ἔστιν ἄναρχος, ὅ ἐστιν ἀγένητος. Ἀνυπέρβατόν ἐστι τὸ, «ἦν,» οὐδεμίαν ἐπέκεινα αὐτοῦ ἀνυπαρξίαν συγχωροῦν ἐπινοεῖσθαι, καθὰ καὶ ἐν τῷ πρώτῳ εἴρηται βιβλίῳ. «Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν·» ἀντὶ τοῦ, Κατὰ τὸν Πατέρα ἦν ἀσύγκριτος, ἀγένητος, καὶ εἴσω τῆς ἀνεφίκτου θεότητος αὐτοῦ ὁρῶν ὑπῆρχεν. Τὸ γὰρ, Πρὸς τόνδε ἦν, νοεῖται μόνον οὐχὶ, Μετὰ τοῦδε ἦν, ἀλλὰ καὶ συγκριτικῶς, Κατὰ τόνδε ἦν. «Καὶ Θεὸς ἦν ὁ Λόγος·» τοῦτ' ἔστιν, ἀναίτιος· Θεοῦ γὰρ αἰτία, ἀμήχανον, ἀδύνατον οὐκ ἔστιν. «Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν·» ἀντὶ τοῦ, ἀγένητός τέ ἐστιν αὐτός· ἅπαξ γὰρ πᾶν κτιστὸν δι' αὐτοῦ, ὡς ἀκτίστου ποιητοῦ, ἀπεφήνατο παρῆχθαι. Πρὸς τοῖς ἀναντιῤῥήτοις δὲ τούτοις, ἔστι καὶ ἄλλο ἀντίθετον, καὶ ᾧ οὐδεὶς οὐδὲν μέχρι ἐνθυμήσεως ἄλλο πρὸς ἐπιχείρησιν εἰπεῖν δυνήσεται. Ἀκύλας μὲν γὰρ, ὁ εἷς τῶν ἑρμηνευτῶν, τὴν γραφὴν ταύτην ἔχουσαν Ἑβραϊστὶ, Ἀδωναεὶ κανόνι, ἐξέδωκεν οὕτως· «Κύριος ἐκτήσατό με,» οὐδὲ αὐτὸς κυριολεκτήσας· ἑρμηνεύεται γὰρ κατὰ τὸ ἀκριβές· «Κύριος ἐνόσσευσέ με·» τοῦτ' ἔστιν, ἔτεκεν. Κυρίως γὰρ ἐκ τῶν ἐξ ὠοῦ ἐκθορουμένων, οὐχὶ δὲ κτιζομένων, λέγεται τὸ, «ἐνόσσευσεν,» ἢ «ἐξέθορεν,» καὶ «νοσ 39.828 σεύει,» καὶ «ἐκθορεῖ·» τὸ δ' ἐκθοροῦν τῷ ὑπ' αὐτοῦ ἐκθορουμένῳ οὐχ ἑτεροούσιον. Ὥστε καὶ κατὰ τὴν λέξιν, καὶ κατὰ τὴν διάνοιαν ἀποχωρεῖ τὸ πρόβλημα αὐτῶν ἀπὸ τῆς ἀληθείας. Τινὲς δὲ τὸ, «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ,» περὶ τῆς Ἐκκλησίας εἰρῆσθαι καλῶς ἐνόησαν· ἐν ᾗ τῆς ἀληθείας καὶ σοφίας ἡ ὁδὸς καταγγέλλεται· ἥντινα καὶ σῶμα τοῦ Χριστοῦ ἐκάλεσεν ὁ Ἀπόστολος,