13
τοιούτους ἐφέρετε κινδύνους; Καὶ ὅρα τὸ ἀξίωμα· Ὑμεῖς γὰρ, φησὶ, μιμηταὶ ἐγενήθητε, ἀδελφοὶ, τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ, ἐν Χριστῷ Ἰησοῦ, ὅτι τὰ αὐτὰ ἐπάθετε καὶ ὑμεῖς ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων, τῶν καὶ τὸν Κύριον ἀποκτεινάντων Ἰησοῦν καὶ τοὺς ἰδίους προφήτας, καὶ ἡμᾶς ἐκδιωξάντων, καὶ Θεῷ μὴ ἀρεσκόντων, καὶ πᾶσιν ἀνθρώποις ἐναντίων· κωλυόντων ἡμᾶς τοῖς ἔθνεσι λαλῆσαι ἵνα σωθῶσιν, εἰς τὸ ἀναπληρῶσαι αὐτῶν τὰς ἁμαρτίας πάντοτε. Ἔφθασε δὲ ἐπ' αὐτοὺς ἡ ὀργὴ εἰς τέλος. βʹ. Ὑμεῖς, φησὶ, μιμηταὶ ἐγενήθητε τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ. Πολλὴ ἡ παραμυθία. Οὐδὲν, φησὶν, θαυμαστὸν εἰς ὑμᾶς ταῦτα πράττειν αὐτοὺς, ὅπου γε καὶ εἰς τοὺς συμφυλέτας αὐτῶν. Καὶ τοῦτο δὲ τοῦ τὸ κήρυγμα εἶναι ἀληθὲς οὐ μικρὸν τεκμήριον, ὅπου γε καὶ Ἰουδαῖοι πάντα ἠνέσχοντο ὑπομεῖναι. Ὅτι καὶ ὑμεῖς τὰ αὐτὰ, φησὶν, ἐπάθετε ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθάπερ κἀκεῖνοι ὑπὸ τῶν Ἰουδαίων. Ἔχει τι πλέον τῷ εἰπεῖν, κἀκεῖνοι ἐν τῇ Ἰουδαίᾳ· δείκνυσι γὰρ ὅτι ἥδοντο πανταχοῦ, ὡς ἀθλήσαντες. Λέγει οὖν, ὅτι Καὶ ὑμεῖς τὰ αὐτὰ ἐπάθετε. Καὶ τί θαυμαστὸν πάλιν, εἰ καὶ εἰς ὑμᾶς, ὅπου γε καὶ εἰς τὸν ∆εσπότην τὰ αὐτὰ 62.408 ἐτόλμων; Ὁρᾷς, πῶς αὐτὸ εἰσήγαγε μεγάλην ἔχον τὴν παραμυθίαν; Καὶ συνεχῶς τοῦτο στρέφει, καὶ ἐν πάσαις σχεδὸν εὕροι τις ἂν αὐτὸ ταῖς ἐπιστολαῖς ἀκριβῶς ἐξετάζων, πῶς ἐν τοῖς πειρασμοῖς ἀεὶ τὸν Χριστὸν παραφέρει διαφόρως. Ὅρα γοῦν· καὶ ἐνταῦθα κατηγορῶν τῶν Ἰουδαίων, εἰς ἀνάμνησιν αὐτοὺς φέρει τοῦ ∆εσπότου, καὶ τῶν τοῦ ∆εσπότου παθημάτων· οὕτως οἶδε μεγίστην παραμυθίαν ἔχον τὸ πρᾶγμα. Τῶν καὶ τὸν Κύριον ἀποκτεινάντων, φησίν. Ἀλλ' ἠγνόησαν αὐτὸν ἴσως. Μάλιστα μὲν οὖν ᾔδεσαν. Τί δαί; οὐχὶ καὶ τοὺς ἰδίους προφήτας ἀπέκτειναν καὶ ἐλιθοβόλησαν, ὧν καὶ τὰ τεύχη περιφέρουσι; Καὶ μὴν ταῦτα οὐκ ἀληθείας ἕνεκεν διεπράξαντο. Οὐκ ἄρα παραμυθία μόνον ἐστὶν ἐπὶ τοῖς πειρασμοῖς. ἀλλὰ καὶ ὑπόμνησις τοῦ μὴ νομίζειν ὅτι δι' ἀλήθειαν ταῦτα ποιοῦσι, καὶ διὰ τοῦτο θορυβεῖσθαι. Καὶ ἡμᾶς, φησὶν, ἐκδιωξάντων. Καὶ ἡμεῖς, φησὶ, μυρία δεινὰ πεπόνθαμεν. Καὶ Θεῷ μὴ ἀρεσκόντων, καὶ πᾶσιν ἀνθρώποις ἐναντίων, κωλυόντων ἡμᾶς τοῖς ἔθνεσι λαλῆσαι ἵνα σωθῶσι. Πᾶσιν ἀνθρώποις, φησὶν, ἐναντίων. Πῶς; Εἰ γὰρ τῇ οἰκουμένῃ δεῖ λαλῆσαι, οὗτοι δὲ κωλύουσι, κοινοὶ τῆς οἰκουμένης εἰσὶν ἐχθροί. Τὸν Χριστὸν ἐφόνευσαν, τοὺς προφήτας, τὸν Θεὸν ὑβρίζουσι, κοινοὶ τῆς οἰκουμένης εἰσὶν ἐχθροὶ, ἡμᾶς ἐλαύνουσι τοὺς ἐπὶ σωτηρίᾳ παραγενομένους· τί θαυμαστὸν, εἰ καὶ εἰς ὑμᾶς τοιαῦτα ἐπεδείξαντο, ὅπου γε καὶ ἐν τῇ Ἰουδαίᾳ; Κωλυόντων ἡμᾶς, φησὶ, τοῖς ἔθνεσι λαλῆσαι ἵνα σωθῶσι. Βασκανίας ἄρα ἐστὶ τὸ τὴν τῶν πάντων ἐμποδίζειν σωτηρίαν. Εἰς τὸ ἀναπληρῶσαι αὐτῶν τὰς ἁμαρτίας πάντοτε. Ἔφθασε δὲ ἐπ' αὐτοὺς ἡ ὀργὴ εἰς τέλος. Οὐκέτι ταῦτα ἔσται οἷα τὰ πρότερα, οὐκέτι ἐπάνοδος, οὐκέτι πέρας· ἀλλ' ἐγγὺς ἐφέστηκεν ἡ ὀργή. Πόθεν δῆλον; Ἀπὸ τούτου, ἀφ' οὗ προεῖπεν ὁ Χριστός. Οὐ γὰρ τοῦτο μόνον ἔχει παραμυθίαν τὸ κοινωνοὺς τῶν θλίψεων λαβεῖν, ἀλλὰ καὶ τὸ τοὺς θλίβοντας ἀκοῦσαι τιμωρουμένους. Εἰ δὲ ἡ ἀναβολὴ λυπεῖ, παραμυθείσθω τὸ μηκέτι ἀνανεύειν αὐτούς. Μᾶλλον δὲ καὶ τὴν ἀναβολὴν συνέστειλε τῷ εἰπεῖν, Ἡ ὀργὴ, δεικνὺς πάλιν ὀφειλομένην καὶ προωρισμένην, καὶ προφητευομένην. Ἡμεῖς δὲ, ἀδελφοὶ, ἀπορφανισθέντες ἀφ' ὑμῶν πρὸς καιρὸν ὥρας, προσώπῳ, οὐ καρδίᾳ, περισσοτέρως ἐσπουδάσαμεν τὸ πρόσωπον ὑμῶν ἰδεῖν ἐν πολλῇ ἐπιθυμίᾳ. Οὐκ εἶπε, χωρισθέντες, ἀλλ' ὃ πλέον ἦν. Εἶπεν ἀνωτέρω περὶ τῆς κολακείας, δεικνὺς ὅτι οὐ κολακεύει, ὅτι οὐ ζητεῖ δόξαν· λέγει ἐνταῦθα περὶ τῆς ἀγάπης. Ἐπειδὴ εἶπεν ἀνωτέρω· Ὡς πατὴρ τέκνα, Ὡς τροφὸς, ἐνταῦθα καὶ ἕτερόν φησιν, Ἀπορφανισθέντες, ὅπερ ἐστὶ παίδων πατέρας ζητούντων. Καὶ μὴ ἐκεῖνοι ἀπωρφανίσθησαν. Οὒ, φησὶν, ἀλλ' ἡμεῖς. Εἰ γάρ τις τὸν