1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

14

πόθον ἐξετάσειε, καθάπερ παιδία μικρὰ ἀπροστάτευτα, ἄωρον ὀρφανίαν ὑποστάντα, ἐν πολλῷ πόθῳ τῶν γονέων εἰσὶν, οὐ διὰ τὴν φύσιν μόνον αὐτὴν, ἀλλὰ καὶ διὰ τὴν ἐρημίαν· οὕτω δὴ καὶ ἡμεῖς. Ἐκ τούτου καὶ τὴν ἀθυμίαν αὐτοῦ δείκνυσιν, ἐν ᾗ ἦν διὰ τὸν χωρισμόν. Καὶ ταῦτα, φησὶν, οὐκ ἔνι εἰπεῖν, ὅτι πολὺν χρόνον ἀνεμείναμεν, ἀλλὰ Πρὸς καιρὸν, καὶ τοῦτο Προσώπῳ, οὐ καρδίᾳ· ἀεὶ γὰρ ὑμᾶς ἔχομεν ἐν τῇ διανοίᾳ. Ὅρα ὅση ἀγάπη· καίτοι ἔχων αὐτοὺς διαπαντὸς ἐν καρδίᾳ, καὶ τὴν κατ' ὄψιν ἐζήτει παρουσίαν. Μή μοι λέγε τὴν 62.409 περιττὴν φιλοσοφίαν· τοῦτο ἀληθῶς θερμῆς ἀγάπης, τὸ καὶ ἰδεῖν καὶ ἀκοῦσαι καὶ εἰπεῖν, καὶ πολλὰ ἂν τοῦτο συμβάλλοιτο. Περισσοτέρως, φησὶν, ἐσπουδάσαμεν. Τί ἐστι, Περισσοτέρως; Ἢ τοῦτό ἐστιν εἰπεῖν, ὅτι Σφόδρα ὑμῶν ἐξεχόμεθα· ἢ ὡς εἰκὸς ἦν, Ὥραν ἀπολειφθέντες ἐσπουδάσαμεν τὸ πρόσωπον ὑμῶν ἰδεῖν. Ὅρα τὸν μακάριον Παῦλον, ὅταν μὴ δι' ἑαυτοῦ δύνηται πληροῦν αὐτοῦ τὸν πόθον, δι' ἑτέρων τοῦτο ποιοῦντα· ὥσπερ ὅτε πρὸς Φιλιππησίους τὸν Τιμόθεον πέμπει, καὶ πρὸς Κορινθίους πάλιν τὸν αὐτὸν, δι' ἑτέρων αὐτοῖς συγγινόμενος, ὅταν μὴ δύνηται δι' ἑαυτοῦ. Ἐρώμενος γὰρ ἦν μανικός τις καὶ ἀκάθεκτος, καὶ ἀκαρτέρητος εἰς φιλίαν. ∆ιὸ ἠθελήσαμεν ἐλθεῖν πρὸς ὑμᾶς. Ὅπερ ἐστὶν ἀγάπης. Καίτοι γε ἐνταῦθα οὐδεμίαν ἑτέραν χρείαν φησὶν, ἀλλ' ἵνα ἴδωμεν ὑμᾶς. Ἐγὼ μὲν Παῦλος, καὶ ἅπαξ καὶ δίς· καὶ ἐνέκοψεν ὁ Σατανᾶς. γʹ. Τί λέγεις; ὁ Σατανᾶς ἐγκόπτει; Ναί· οὐ γὰρ Θεοῦ τοῦτο ἔργον ἦν. Ἐπὶ μὲν γὰρ τῶν Ῥωμαίωνφησὶν, ὅτι ὁ Θεὸς ἐκώλυσε· καὶ ἀλλαχοῦ δέ φησιν ὁ Λουκᾶς, ὅτι Τὸ Πνεῦμα διεκώλυσεν αὐτοὺς ἐλθεῖν εἰς τὴν Ἀσίαν· καὶ Κορινθίοις τοῦ Πνεύματός φησιν εἶναι τὸ ἔργον, ἐνταῦθα δὲ μόνον τοῦ Σατανᾶ. Τίνα δὲ λέγει ἐγκοπὴν τοῦ Σατανᾶ; Πειρασμούς τινας ἀπροσδοκήτους καὶ σφοδρούς. Γενομένης γὰρ αὐτῷ, φησὶν, ἐπιβουλῆς ὑπὸ τῶν Ἰουδαίων, κατείχετο ἐν τῇ Ἑλλάδι τρεῖς μῆνας. Ἕτερον δέ ἐστιν οἰκονομίας ἕνεκεν παραμένειν καὶ ἑκόντα, καὶ ἕτερον ἐγκοπτόμενον. Ἐκεῖ μὲν γὰρ φησί· ∆ιὸ μηκέτι τόπον ἔχων ἐν τοῖς κλίμασι τούτοις, καὶ, Φειδόμενος ὑμῶν οὐκέτι ἦλθον εἰς Κόρινθον· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον, ἀλλὰ τί; Ὅτι ὁ Σατανᾶς ἐνέκοψεν. Ἐγὼ μὲν, φησὶ, Παῦλος, καὶ ἅπαξ καὶ δίς. Ὅρα πῶς φιλοτιμεῖται καὶ ἐγκαλλωπίζεται. θέλων δεῖξαι, ὅτι μάλιστα πάντων αὐτοὺς ἐφίλει. Τὸ, Ἐγὼ μὲν Παῦλος, ἀντὶ τοῦ· Εἰ καὶ μὴ οἱ ἄλλοι, φησί. Κἀκεῖνοι μὲν γὰρ ἤθελον μόνον, ἐγὼ δὲ καὶ ἐπεχείρησα. Τίς γὰρ ἡμῖν ἐλπὶς, ἢ χαρὰ, ἢ στέφανος καυχήσεως; Ἢ οὐχὶ καὶ ὑμεῖς ἔμπροσθεν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ; Μακεδόνες εἰσὶ, εἰπέ μοι, ἡ ἐλπίς σου, ὦ μακάριε Παῦλε; Οὐχ οὗτοι μόνοι, φησί· διὰ τοῦτο ἐπήγαγεν· Ἢ οὐχὶ καὶ ὑμεῖς; Τίς γάρ ἐστιν ἡμῖν, φησὶν, ἐλπὶς, ἢ χαρὰ, ἢ στέφανος καυχήσεως; Ἆρα ἐπιγινώσκετε τὰ ῥήματα γυναικῶν ὄντα πάνυ διαθερμαινομένων τοῖς σπλάγχνοις, καὶ πρὸς παιδία μικρὰ διαλεγομένων; Καὶ στέφανος, φησὶ, καυχήσεως. Οὐ γὰρ ἤρκει τὸ στέφανος ὄνομα δεῖξαι τὴν λαμπρότητα, ἀλλὰ προσέθηκε καὶ, Καυχήσεως. Πόσης πυρώσεως τοῦτο; Οὐκ ἄν ποτε μήτηρ, οὐδὲ πατὴρ, εἴ γε ὁμοῦ συνῆλθον, καὶ τὸν ἑαυτῶν ἀνεμίξαντο πόθον, ἠδυνήθησαν δεῖξαι ἰσόῤῥοπον ὄντα τῷ Παύλῳ τὸν ἑαυτῶν πόθον. Χαρὰ, φησὶ, καὶ στέφανος· τουτέστι, Μᾶλλον ἐφ' ὑμῖν, φησὶν, ἀγάλλομαι, ἢ ἐπὶ στεφάνῳ. Ἐννόησον γὰρ ὅσον ἐστὶν Ἐκκλησίαν ὁλόκληρον παρεῖναι φυτευθεῖσαν καὶ ῥιζωθεῖσαν ὑπὸ Παύλου. Τίς οὐκ ἂν ἐπὶ τοσαύτῃ πολυπαιδίᾳ καὶ εὐπαιδίᾳ ἀγάλλοιτο; Ὥστε οὐδὲ τοῦτο κολακείας ἐστίν. Οὐ γὰρ εἶπεν, Ὑμεῖς, ἁπλῶς, ἀλλὰ, Καὶ ὑμεῖς, μετὰ τῶν ἄλλων. Ὑμεῖς γάρ ἐστε ἡ δόξα ἡμῶν καὶ ἡ χαρά. ∆ιὸ μηκέτι στέγοντες εὐδοκήσαμεν καταλειφθῆναι 62.410 ἐν Ἀθήναις μόνοι. Τοῦτο εἶπεν ἀντὶ τοῦ, εἱλόμεθα. Καὶ ἐπέμψαμεν Τιμόθεον τὸν ἀδελφὸν ἡμῶν, καὶ διάκονον τοῦ Θεοῦ, καὶ συνεργὸν ἡμῶν ἐν τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ. Καὶ τοῦτο οὐ τὸν