15
ἐκκειμένων ὅλων ῥητῶν, καὶ τὸ δι' αὐτοῦ καὶ εἰς αὐτὸν πάντα συνεστάναι, καὶ καταλλάσσεσθαι, καὶ εἰρηνοποιεῖσθαι, εἰ μὴ τὸ διὰ τῆς ἀτρέπτου καὶ ἀναμαρτήτου δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν ἐνανθρωπήσεως αὐτοῦ ἐπιστρέφεσθαι ἡμᾶς εἰς τὴν ἐπίγνωσιν τῆς ἀκτίστου θεότητος αὐτοῦ; Ἀνείρηται οὖν Μονογενὴς μὲν, ἅτε οὐκ ἔχων κατὰ τὴν ἄνω ἄῤῥευστον γέννησιν ἕτερον παρ' αὐτὸν κατὰ φύσιν ἀδελ 39.832 φόν· πρωτότοκος δὲ πάσης κτίσεως, οὐ διὰ τὸ προεκτίσθαι αὐτῆς ἐπεὶ ἂν πρωτόκτιστος ἐκλήθη, ἀλλ' ὡς τῇ προγνώσει, καθὰ ἐμνημονεύθη ἐν τῷ πρὸ τοῦδε κεφαλαίῳ, πρὸ παντὸς δημιουργήματος ἀπὸ τῆς ἁγίας Παρθένου τεχθεὶς, καὶ ὢν αὐτός τε πρωτότοκος καὶ Μονογενὴς πάσης κτίσεως ἄῤῥητος, κατὰ τὸ θεῖον γραφίον· ὥσπερ ὠνόμασται ὁ αὐτὸς καὶ πρωτότοκος ἐκ τῶν νεκρῶν, οὐ διὰ τὸ προτελευτῆσαι αὐτῶν, ἀλλὰ διὰ τὸ ἐγερθέντα ἐκ νεκρῶν, πρῶτον τὴν ἀσφάλειαν τῆς ἀναστάσεως καθολικῶς παρασχεῖν ἡμῖν, τοῖς κατὰ χάριν καὶ δωρεὰν αὐτοῦ καταξιωθεῖσιν υἱότητος μὲν τοῦ Θεοῦ Πατρὸς, ἀδελφότητος δὲ αὐτοῦ. «Ἐγὼ» γὰρ, ἔφη, «εἰμὶ ἡ ζωὴ καὶ ἡ ἀνάστασις.» Καὶ Παῦλος δὲ τὸν καιρὸν αὐτὸν ὑπέδειξεν, ἐν ᾧ διὰ τὴν αὐτοῦ ἀγαθότητα ὁ Σωτὴρ τὴν παλαιὰν ἡμῶν ἀμεῖψαι κακοπραγίαν, καὶ ἀξιῶσαι ἡμᾶς διαιωνίως ἀπολαύειν τῆς τοῦ ἄνω ἀπόνου φωτὸς μετουσίας προθέμενος, πρωτότοκος πάσης κτίσεως ἐγένετο, δι' ὧν ἔφη· «Τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ καινὰ γέγονε πάντα.» Καὶ ἕτερα δὲ αὐτοῦ ῥήματα διωθεῖται μὲν ταυτηνὶ τὴν αἱρετικὴν ἐνθύμησιν, τὴν κατασοφιζομένην τοῦ τε Παύλου, ὡς τοιαῦτα γράψαντος, τοῦ τε πάντα ποιήσαντος καὶ κεκτημένου, ὡς τοιούτων περὶ αὐτοῦ ἐξενηνεγμένων φωνῶν, ὅπερ χαλεπὸν καὶ πλάσαι καὶ ἀκοῦσαι· διαῤῥήδην δὲ παρίστησιν, ὡς τὸ, «Πρωτότοκος πάσης κτίσεως,» ἀντὶ τοῦ, πάσης ἀνθρωπότητος, ἐλέχθη. Τὴν γὰρ ἀνθρωπότητα κτίσιν προσαγορεύει, ὡς ἐν τῷ προκειμένῳ κεφαλαίῳ εἴρηται λέξεσιν αὐταῖς· «Ὑποτάγητε πάσῃ κτίσει ἀνθρωπίνῃ διὰ τὸν Κύριον, εἴτε βασιλεῖ, ὡς ὑπερέχοντι, εἴτε ἡγεμόσιν, ὡς δι' αὐτοῦ πεμπομένοις.» Συναντιλαμβάνεται δὲ ἡμῖν, εἰς μὲν τὸ «Πρωτότοκος» καὶ «Μονογενὴς,» τὸ διηγήσασθαι τὸν εὐαγγελιστὴν, ὅτι ἔμεινε παρθένος, «ἕως ἔτεκε τὸν Υἱὸν αὐτῆς τὸν πρωτότοκον.» Οὔτε γὰρ ἐγαμήθη τινὶ ἡ τιμιωτέρα πάντων καὶ εὐκλεεστάτη Μαρία, οὔτ' ἄλλου μήτηρ ἐγένετό ποτε· ἔμεινε δὲ καὶ μετὰ κυοφορίαν ἀεὶ καὶ διὰ παντὸς ἄμωμος παρθένος, καὶ ὅμως πρωτότοκος αὐτῆς ὁ πλάσας αὐτήν τε καὶ πάντας οὐκ ἀλόγως ἐκλήθη. Εἰς δὲ τὸ, «Πρωτό 39.833 τοκος ἐκ τῶν νεκρῶν,» τὸν αὐτὸν Παῦλον Κορινθίοις διὰ τῶν πρὸς αὐτοὺς πρώτων ἐπιστολιμαίων χαραγμάτων διδάξαι· «Χριστὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων· ἐπειδὴ γὰρ δι' ἀνθρώπου ὁ θάνατος, καὶ δι' ἀνθρώπου ἀνάστασις νεκρῶν. Ὥσπερ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτω καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται, ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι. Ἀπαρχὴ Χριστὸς, ἔπειτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ, εἶτα τὸ τέλος.» Χρήσαιτο δ' ἄν τις καὶ τούτῳ ὀρθῶς. Οὐ γὰρ ἕν τι μόνον ἐπὶ τοῖς οὕτω ὑψηλοῖς ῥητοῖς χρὴ ἐπισκοπεῖν, οὐδὲ τὸ ἧσσον, ἀλλὰ τὸ ἄμεινον· εἰς γὰρ τὰ περὶ Θεοῦ, ἐν τοῖς ἀμείνοσιν ἡ ἀλήθεια. Ὅτι πρωτότοκος πάσης κτίσεως ὠνόμασται, διὰ τοὺς ἐν τῷ θείῳ βαπτίσματι τῇ υἱοθεσίᾳ τοῦ ἁγίου Πνεύματος ἐκ τοῦ Θεοῦ γεννωμένους, καὶ διὰ τὸ πᾶν, ὃ ἐσμὲν καὶ κεκτήμεθα, ἐξ αὐτοῦ εἰληφέναι, καθὰ πάλιν ὁ αὐτὸς παιδεύων λέγει· «Τί δὲ ἔχεις, ὃ οὐκ ἔλαβες; Εἰ δὲ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών;» ὡς καὶ Ἑλλήνων παῖδες, τὰς ἄλλας ἐναντιώσεις ἀφέντες, διηγόρευσαν· Πάντα μὲν ἀθανάτοιο Θεοῦ πανυπέρτατα δῶρα, Ἔξοχα δ' ἐν μερόπεσσιν ἀληθείης μέγ' ὄνειαρ. Εἰ δὲ τολμηρῶς καὶ εἰς τὴν ἀκατάληπτον αὐτοῦ θεότητα ἐκληπτέον τὸ, «Πρωτότοκος πάσης κτίσεως,» νοηθείη ἂν οὕτω πως κεκλῆσθαι, ἢ ὡς πρὸ πάσης κτιστῆς γεννήσεως γεννηθεὶς, ἢ ὡς πρῶτος καὶ μόνος Υἱὸς Λόγος παρακομίσας καὶ τεκτηνάμενος ἐκ μὴ ὄντων πᾶσαν προηγουμένην κτίσεως κτίσιν, καὶ αἴτιος πάσης ὢν, εἶτα καὶ ὡς θεμέλιος φέρων