15
Τιμόθεον ἐπαίρων, φησὶν, ἀλλ' αὐτοὺς τιμῶν, ὅτι τὸν συνεργὸν, καὶ διάκονον τοῦ Εὐαγγελίου αὐτοῖς ἔπεμψεν· ὡς ἂν εἰ ἔλεγεν· Ἀποσπάσαντες ἀπὸ τῶν ἔργων ἐπέμψαμεν πρὸς ὑμᾶς τὸν διάκονον τοῦ Θεοῦ, καὶ συνεργὸν ἡμῶν ἐν τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ. Εἶτα καὶ ἡ αἰτία· Εἰς τὸ στηρίξαι ὑμᾶς καὶ παρακαλέσαι ὑπὲρ τῆς πίστεως ὑμῶν, τῷ μηδένα σαίνεσθαι ἐν ταῖς θλίψεσι ταύταις. Τί δὴ ἐνταῦθά φησιν; Ἐπειδὴ τῶν διδασκάλων οἱ πειρασμοὶ θορυβοῦσι τοὺς μαθητὰς, τότε δὲ πολλοῖς περιέπεσε πειρασμοῖς, ὡς καὶ αὐτός φησιν, ὅτι Ἐνέκοψεν ἡμᾶς ὁ Σατανᾶς· ἀνακτώμενος αὐτοὺς οὕτως εἴρηκεν. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Καὶ ἅπαξ καὶ δεύτερον ἤθελον ἐλθεῖν, καὶ οὐκ ἴσχυσα· ὃ πολλῆς βίας ἦν. Εἰκὸς δὲ τοῦτο θορυβῆσαι αὐτούς. Οὐ γὰρ οὕτως ἐπὶ τοῖς οἰκείοις πειρασμοῖς, ὡς ἐπὶ τοῖς τῶν διδασκάλων θορυβοῦνται οἱ μαθηταί· ὥσπερ οὐδὲ οὕτως ἐπὶ τῶν οἰκείων θορυβεῖται πειρασμῶν στρατιώτης, ὡς ὅταν τὸν στρατηγὸν ἴδῃ βεβλημένον. Εἰς τὸ στηρίξαι ὑμᾶς, φησίν. Ἄρα διὰ τὸ μὴ θορυβηθῆναι ἔπεμψεν, ἀλλ' οὐχ ὡς ἐλλείποντάς τι τῆς πίστεως, οὐδ' ὡς ὀφείλοντάς τι μαθεῖν. Καὶ παρακαλέσαι ὑπὲρ τῆς πίστεως ὑμῶν, τῷ μηδένα σαίνεσθαι ἐν ταῖς θλίψεσι ταύταις· αὐτοὶ γὰρ οἴδατε ὅτι εἰς τοῦτο κείμεθα. Καὶ γὰρ ὅτε πρὸς ὑμᾶς ἦμεν, προελέγομεν ὑμῖν, ὅτι μέλλομεν θλίβεσθαι, καθὼς καὶ ἐγένετο, καὶ οἴδατε. Οὐ δεῖ θορυβεῖσθαι, φησί· καὶ γὰρ οὐδὲν ξένον, οὐδὲν παρ' ἐλπίδα συμβαίνει· ὅπερ ἱκανὸν ἦν αὐτοὺς διαναστῆσαι. Ὁρᾷς ὅτι διὰ τοῦτο καὶ ὁ Χριστὸς προέλεγε τοῖς μαθηταῖς; ἄκουσον γὰρ αὐτοῦ λέγοντος· Ἀπάρτι εἶπον ὑμῖν πρὸ τοῦ γενέσθαι, ἵν', ὅταν γένηται, πιστεύσητε. Μέγα γὰρ, ὄντως μέγα εἰς παραμυθίαν τῶν ἄλλων, τὸ παρὰ τῶν διδασκάλων ἀκοῦσαι τὰ γινόμενα. Ὥσπερ γὰρ ὁ κάμνων παρὰ τοῦ ἰατροῦ, ἐὰν ἀκούσῃ ὅτι τόδε γίνεται καὶ τόδε, οὐ σφόδρα θορυβεῖται· ἐὰν δὲ ἀπροσδοκήτως ἐκβῇ, ὡς κἀκείνου ἀπορηθέντος, καὶ τοῦ νοσήματος μείζονος τῆς τέχνης γενομένου, ἀλύει καὶ θορυβεῖται· οὕτω καὶ ἐνταῦθα. Ἅπερ προειδὼς, ὁ Παῦλος, προεῖπεν αὐτοῖς Ὅτι μέλλομεν θλίβεσθαι· Καθὼς, φησὶ, καὶ ἐγένετο καὶ οἴδατε. Οὐχ ὅτι ἐγένετο τοῦτο λέγει μόνον, ἀλλ' ὅτι πολλὰ καὶ ἄλλα προεῖπε, καὶ ἐξέβη. Εἰς τοῦτο κείμεθα. Ὥστε οὐχ ὑπὲρ τῶν παρελθόντων μόνον οὐ δεῖ θορυβεῖσθαι καὶ ταράττεσθαι· τοῦτο γάρ ἐστι σαίνεσθαι· ἀλλ' οὐδ' ὑπὲρ τῶν μελλόντων, εἴ τι συμβαίη τοιοῦτον. Εἰς τοῦτο γὰρ κείμεθα. δʹ. Ἀκούσωμεν οἷς ἐστιν ὦτα ἀκούειν· εἰς τοῦτο κεῖται ὁ Χριστιανός. Τὸ, Εἰς τοῦτο κείμεθα, περὶ πάντων λέγει τῶν πιστῶν. Εἰς τοῦτο κείμεθα· καὶ ἡμεῖς ὡσανεὶ εἰς ἄνεσιν κείμενοι, ξενοπαθοῦμεν. Μᾶλλον δὲ τίνος ἕνεκεν ξενοπαθοῦμεν; οὐδὲ γὰρ θλίψεως καιρὸς, οὐδὲ πειρασμὸς κατέλαβεν, εἰ μὴ ἀνθρώπινος. Εὔκαιρον καὶ πρὸς ὑμᾶς εἰπεῖν, Οὔπω μέχρις αἵματος ἀντικατέστητε πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι. Μᾶλλον δὲ οὐ τοῦτο εὔκαιρον εἰπεῖν πρὸς ὑμᾶς, ἀλλὰ ποῖον; Οὔπω χρημάτων κατεφρονήσατε. Ἐκείνοις μὲν γὰρ τοῖς τὰ αὐτῶν ἀπολωλεκόσιν ἅπαντα εἰκότως ταῦτα ἐλέγετο· 62.411 τοῖς δὲ τὰ αὐτῶν ἔχουσι, τοῦτο· Τίς ἡρπάγη χρήματα διὰ Χριστόν; τίς ἐῤῥαπίσθη; τίς ὑβρίσθη; μέχρι ῥημάτων, λέγω. Πόθεν ἡ καύχησις; πόθεν δύνασαι παῤῥησίαν ἔχειν; Τοσαῦτα ἔπαθε δι' ἡμεῖς ἐχθροὺς ὄντας ὁ Χριστός· τί δυνάμεθα ἐπιδεῖξαι ἡμεῖς ὧν δι' αὐτὸν πεπόνθαμεν; Ὧν μὲν πεπόνθαμεν, οὐδέν· ὧν δὲ πάσχομεν παρ' αὐτοῦ καλῶν, μυρία. Πόθεν ἡμῖν ἡ παῤῥησία ἔσται κατ' ἐκείνην τὴν ἡμέραν; Οὐκ ἴστε, ὅτι καὶ ὁ στρατιώτης, ὅταν μυρία τραύματα καὶ ὠτειλὰς ἐπιδεικνύηται, τότε δυνήσεται λαμπρὸς εἶναι παρὰ τῷ βασιλεῖ; ἂν δὲ μηδὲν ἔχῃ δεῖξαι κατόρθωμα, κἂν μηδὲν ᾖ προσκεκρουκὼς, ἐν τοῖς ἐσχάτοις τετάξεται; Ἀλλ' οὐκ ἔστι πολέμου καιρὸς, φησίν. Εἰ γὰρ ἦν, εἰπέ μοι, τίς ἂν ἠγωνίσατο; τίς ἂν ἐπεπήδησε; τίς ἂν τὴν φάλαγγα διέξωσε; Τάχα οὐδείς· ὅταν γὰρ ἴδω ὅτι χρημάτων οὐ καταφρονεῖς ἕνεκεν τοῦ Χριστοῦ,