16
αὐτὴν τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, κατὰ τὸν ψάλλοντα· «Πάντα ἐν σοφίᾳ ἐποίησας·» καὶ κατὰ τὴν Παροιμίαν Σολομῶνος λέγουσαν· «Ὁ Θεὸς ἐν τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν, ἡτοίμασεν δὲ οὐρανοὺς ἐν φρονήσει.» Καὶ αὐτὸ δὲ τοῦτο κρίνει τὸ προκείμενον μέρος τῆς Ἐπιστολῆς, ἔχον· «Πρωτότοκος πάσης κτίσεως, ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα,» καὶ, «Τὰ πάντα δι' αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται· καὶ αὐτὸς ἔστι πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν.» Καὶ διὰ τοῦτο καὶ μόνον φησὶν, 39.836 «Πρωτότοκος πάσης κτίσεως,» ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, τῆς, ὅτι, λέξεως ἀντὶ τῆς, διότι, ἢ, ἐπειδὴ, ὑγιῶς νοουμένης· οὐ γὰρ ἂν ὑπῆρχεν, ἢ διέμεινεν ἀβλαβῆ, εἰ μὴ βάσιν καὶ κρηπῖδα εἶχε τὸν δημιουργικὸν τὸν τοῦ Θεοῦ Υἱὸν Λόγον, καὶ εἰς αὐτὸν ἀπηρείδετο. ∆ιὸ οὐκ εἶπεν, οὔτε, πρωτόκτιστος, ἀλλὰ, «πρωτότοκος,» οὐδὲ, Αὐτὸς ἐγένετο πρὸ πάντων, ἀλλ', «Αὐτὸς ἔστι πρὸ πάντων,» τοῦτ' ἔστιν ἀνάρχως. Ἐπὶ γὰρ τῆς ἀῤῥήτου φύσεως πᾶς χρόνος ἐνέστηκεν καὶ ἐν τῷ νῦν πάρεστι, καὶ οὔτε παρῆλθέν τι ἐν αὐτῇ, οὔτε μέλλει, ἀλλ' ἐν τῷ ἑνὶ χρόνῳ διατελεῖ πως ἀΐδια, ὡς Πλάτων ἐν τῷ Τιμαίῳ φησίν· «Ὅθεν δὴ οὐδὲ ὀρθῶς ἐπὶ τῆς ἀῤῥήτου φύσεως ὀνομάζομεν. Λέγομεν γὰρ δὴ ὡς ἦν, ἔστιν καὶ ἔσται· τῇ δὲ τὸ ἔστι μόνον κατὰ τὸν ἀληθῆ λόγον προσήκει· τὸ δὲ ἦν τό τε ἔσται, κατὰ τὸν ἐν φύσει χρόνον πρέπει λέγεσθαι· κίνησις γάρ ἐστιν· τὸ δὲ ἀεὶ κατὰ ταυτὰ ἔχον ἀκινήτως, οὔτε πρεσβύτερον, οὔτε νεώτερον προσήκει γίνεσθαι διὰ χρόνον, οὔτε «γεγονέναι» νῦν, οὔτε αὖθις «ἔσεσθαι.» Ὅτι δὲ, ὡς ἔφαμεν, ἐν τῷ Θεῷ τὰ πάντα καὶ ἐξ αὐτοῦ πέφηνεν, μαρτυροῦντες καὶ Ἕλληνες ἔγραψαν ταῦτα· Αὐτὸς ἑαυτὸν ἄγει Θεὸς ἄμβροτος· ἔστι δ' ἀπ' αὐτοῦ Πάντα, καὶ ἐν μεγάλοιο Θεοῦ νόῳ ἐξεφαάνθη. Οὐ πάντως δὲ ὁ πρωτότοκος οὐ μονογενὴς, ἀλλ' ἔσθ' ὅτε τὰ συναμφότερα· καὶ ὁ μονογενὴς δὲ πάντως καὶ πρωτότοκος εὑρίσκεται οὐκ ἔχων δευτερότοκον, ἢ τριτότοκον, ὡς μόνος γεννηθεὶς καὶ τὸ ὄνομα ἐκ τοῦ πράγματος κτησάμενος. Ἀμέλει τοι καὶ ἐν τῷ Ἱερεμίᾳ ἀπὸ τοῦ παναγίου Πνεύματός φησιν· «Καὶ Ἐφραῒμ πρωτότοκός μού ἐστιν.» Ἦν δὲ οὐδὲ τῷ ἑαυτοῦ Πατρὶ πρωτότοκος Ἐφραΐμ. Ἐπεὶ οὖν αὐτὸς ἡ ἀλήθεια, καὶ ἡ δημιουργὸς, καὶ ἀδίδακτος σοφία, πρέπει τοῖς περὶ αὐτοῦ γεγραμμένοις κατὰ θεοπρεπῆ νόησιν ἔχειν τὸ ἀψευδές. Ἔστω τοίνυν καὶ μονογενὴς καὶ πρωτότοκος· ἁρμόζει δὲ μᾶλλον αὐτῷ πρὸς τὴν οἰκονομίαν ἡ τοῦ «πρωτότοκος» λέξις. Εἰ μὴ γὰρ διὰ φιλανθρωπίαν ἄφατον, τὸ μὲν ἅγιον Πνεῦμα ἀνεγέννησεν ἡμᾶς, ὁ δὲ Θεὸς καὶ Πατὴρ υἱοὺς προσέλαβεν, ὁ δὲ περὶ οὗ ὁ λόγος μονογενὴς Θεὸς ἀτρέπτως καὶ ἀῤῥεύστως ἐγένετο, ὡς οἶδεν, διὰ σωτηρίαν ἀνθρώπων υἱὸς ἀνθρώπου· οὐκ ἂν οὔτ' αὐτὸς ὠνόμαστο «Πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς,» οὔτε οἱ υἱοὶ τῶν ἀνθρώπων ἐκλήθημεν ἂν θεοὶ καὶ υἱοὶ Θεοῦ· οὐδεὶς γὰρ φύσει ἀδελφός ἐστιν υἱοῦ μονογενοῦς· ὁ δὲ Ποιητὴς καὶ οἰκονόμος πάντων καὶ μόνος εὔσπλαγχνος, ἀδελφός 39.837 τε ἡμῶν, πρωτότοκός τε ἀριθμεῖται. Αὐτὸς μὲν γὰρ ἐξ ἀπείρου ὕψους ἑαυτὸν διὰ τοὺς ἰδίους δούλους κενώσας, καὶ ἀνακαινίσας πάντα, καὶ ἀρχὴν κρείττονος βίου τῇ ἑαυτοῦ ἐπιδημίᾳ παρασχόμενος, καὶ διὰ τοῦτο πρωτότοκος κληθεὶς, οὔ τί που τὴν θείαν παρεβλάβη δόξαν· οὐδὲ γὰρ μειονεκτεῖσθαί πως, ἢ εἰς τὸ τοῦ χεῖρον ἔχοντος μέτρον καταφέρεσθαι ἀνέχεται δυνάμεως λέξεων, ἐν τῇ καταχρήσει διὰ τὴν ἄφθεγκτον οἰκονομίαν ἐξενηνεγμένων· ἡμεῖς δὲ ἐκ πολλῆς ταπεινώσεως καὶ σκότους εἰς δόξαν καὶ φῶς ἀνήχθημεν ἄπειρον, τὴν εἰς αὐτὸν εἰσδεδεγμένοι πίστιν. Ἕκαστον γὰρ, παρ' ὃ τὴν φύσιν ἐστὶν, λέξεως ὄγκῳ, ἢ χθαμαλότητι, οὔτ' ἀναθρώσκειν πως καὶ ἐξαίρεσθαι, οὔτε μὴν ἑαυτοῦ οἱονεὶ κατιέναι καὶ ὑφιζάνειν δύναται. Οὐ μικρὰ δὲ συνενδείκνυται τοῖς ὑφ' ἡμῶν διηγηθεῖσιν, ἀλλὰ καὶ μόνον ἐπικουρεῖν ἰσχύει καὶ τὸ ἐν πηʹ ψαλμῷ τὸν ἀπερινόητον Θεὸν ἀξιῶσαι εἰπεῖν· «Εὗρον ∆αυῒδ τὸν δοῦλόν μου· ἐν ἐλαίῳ μου ἁγίῳ ἔχρισα αὐτόν. Καὶ γὰρ ἡ χείρ μου συναντιλήψεται αὐτῷ, ὁ βραχίων μου κατισχύσει αὐτόν· οὐκ ὠφελήσει ἐχθρὸς ἐν