1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

16

πῶς σοι πιστεύσω ὅτι πληγῶν καταφρονήσεις; Εἰπὲ, φέρετε τοὺς ὑβρίζοντας γενναίως, καὶ εὐλογεῖτε αὐτούς; Τοῦτο οὐ ποιεῖς, ἀλλὰ παρακούεις. Ὃ κίνδυνον οὐκ ἔχει, οὐ ποιεῖς, καὶ πληγὰς οἴσεις, εἰπέ μοι, ἔνθα πολὺ τὸ τῆς ὀδύνης καὶ τῆς ἀλγηδόνος; Οὐκ ἴστε ὅτι ἐν εἰρήνῃ τὰ τοῦ πολέμου γυμνάζεσθαι χρή; οὐχ ὁρᾶτε τοὺς στρατιώτας τούτους, οἳ, καὶ μηδενὸς ἐνοχλοῦντος πολέμου, ἀλλ' εἰρήνης οὔσης βαθείας, τὰ ὅπλα ἀποσμηξάμενοι, καὶ μετὰ τῶν διδασκάλων τῶν τὰ τακτικὰ διδασκόντων αὐτοὺς, εἰς ὕπτια πεδία καὶ εὐρύχωρα καθ' ἑκάστην, ὡς εἰπεῖν, ἡμέραν ἐξιόντες, τὰ τοῦ πολέμου γυμνάζονται μετὰ πολλῆς τῆς ἀκριβείας; Τίς τοῦτο εἰργάσατο τῶν πνευματικῶν στρατιωτῶν; Οὐδὲ εἷς. ∆ιὰ τοῦτο ἐν τοῖς πολέμοις χαῦνοι καὶ βάναυσοι, καὶ πᾶσιν εὐάλωτοι γινόμεθα. Πόσης δὲ νωθείας τὸ μὴ ἡγεῖσθαι πολέμου καιρὸν εἶναι τὸν παρόντα, τοῦ Παύλου βοῶντος· Πάντες δὲ οἱ θέλοντες εὐσεβῶς ζῇν ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται; καὶ τοῦ Χριστοῦ λέγοντος· Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε; Καὶ πάλιν τοῦ μακαρίου Παύλου λαμπρᾷ τῇ φωνῇ βοῶντος καὶ λέγοντος· Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα; καὶ πάλιν· Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ; Καὶ οὐδεὶς ἐκείνων εἶπε τότε, Τί ὁπλίζεις ἡμᾶς, πολέμου οὐκ ὄντος; τί μάτην ἡμῖν πράγματα παρέχεις; θωρακίζεις τοὺς στρατιώτας, ἐξὸν ἀναπαύεσθαι καὶ ἡσυχάζειν; Ἀλλ' εἴπερ τις εἶπε ταῦτα, ἀνθυπήνεγκεν ἄν· Μάλιστα μὲν οὖν, εἰ καὶ μὴ ἦν πόλεμος, ἔδει τὰ τοῦ πολέμου μεριμνᾷν. Ὁ γὰρ ἐν εἰρήνῃ τῶν τῆς μάχης φροντίζων, φοβερὸς ἔσται ἐν τῷ καιρῷ τῆς μάχης· ὁ δὲ ἄπειρος τῶν πολεμικῶν, μᾶλλον θορυβηθήσεται καὶ ἐν εἰρήνῃ. Τί δήποτε; Ὅτι δακρύσεται ὑπὲρ ὧν ἔχει, καὶ ὅτι μὴ δυνάμενος ὑπερμαχεῖν αὐτῶν, ὀδυνηθήσεται. Τοῦ γὰρ δειλοῦ καὶ ἀπείρου καὶ πρὸς τὰς μάχας βαναύσου τὰ κτήματα πάντων ἐστὶ τῶν ἀνδρείων καὶ πολεμεῖν εἰδότων· ὥστε διὰ τοῦτο πρῶτον ὑμᾶς ὁπλίζω. Ἔπειτα δὲ καὶ πολέμου καιρὸς πᾶς ὁ τῆς ζωῆς ἡμῶν ἐστὶ χρόνος. Πῶς καὶ τίνι τρόπῳ; Ὁ διάβολος ἐφέστηκεν ἀεί. Ἄκουσον τί περὶ αὐτοῦ φησι. Περιέρχεται ὠρυόμενος ὡς λέων, ἁρπάσαι θέλων. Σωματικὰ πάθη μυρία ἐπιτίθεται ἡμῖν, ἅπερ ἀναγκαῖον διελθεῖν, ἵνα μὴ μάτην ἑαυτοὺς ἀπατῶμεν. Τί γὰρ, εἰπέ μοι, ἡμῖν οὐ πολεμεῖ; οὐ πλοῦτος, κάλλος, τρυφὴ, δυναστεία, 62.412 ἐξουσία, βασκανία, δόξα, ἀπόνοια; Οὐ γὰρ μόνον ἡ ἡμετέρα δόξα πολεμεῖ κωλύουσα πρὸς ταπεινοφροσύνην καταπίπτειν, ἀλλὰ καὶ ἡ ἑτέρων εἰς φθόνον ἡμᾶς καὶ βασκανίαν ἐξάγουσα. Τί δὲ τὰ ἐναντία, πενία, ἀτιμία, τὸ καταφρονεῖσθαι, τὸ ἀπεῤῥῖφθαι, τὸ μηδεμίαν ἔχειν ἰσχύν; Ἀλλὰ ταῦτα μὲν ἐν ἡμῖν· τὰ δὲ παρὰ ἀνθρώπων, πονηρίαι, ἐπιβουλαὶ, δόλοι, συκοφαντίαι, περιστάσεις μυρίαι· ὁμοίως καὶ τὰ παρὰ τῶν δαιμόνων, ἀρχαὶ, ἐξουσίαι, κοσμοκράτορες τοῦ σκότους τοῦ αἰῶνος τούτου, τὰ πνευματικὰ τῆς πονηρίας. Ἄλλοι ἐσμὲν χαίροντες, ἄλλοι ἀλγοῦντες· ἀμφότερα παρεκτροπή. Ἀλλ' ὑγεία, ἀλλ' ἀσθένεια. Πόθεν οὐχ ἁμαρτήσεταί τις; Βούλεσθε καὶ ἀπὸ τοῦ Ἀδὰμ ἀρξάμενος ὑμῖν εἴπω εὐθέως ἀπὸ τῆς ἀρχῆς; Τί τὸν πρωτόπλαστον εἷλεν; Ἡδονὴ καὶ βρώματα καὶ φιλαρχίας ἔρως. Τί τὸν μετ' ἐκεῖνον τὸν υἱὸν τὸν ἐκείνου; Βασκανία καὶ φθόνος. Τί τοὺς ἐπὶ Νῶε; Σωμάτων ἡδοναὶ, καὶ τὰ ἀπὸ τούτων τικτόμενα κακά. Τί τὸν υἱὸν τὸν τούτου; Ὕβρις καὶ ἄδεια. Τί τοὺς Σοδομίτας; Ὕβρις καὶ ἀσέλγεια καὶ πλησμονὴ ἄρτων. Πολλάκις δὲ καὶ πενία τοῦτο ποιεῖ· διὰ τοῦτο σοφός τις ἔλεγε· Πλοῦτον δὲ καὶ πενίαν μή μοι δῷς. Μᾶλλον δὲ οὐ πλοῦτος, οὐδὲ πενία, ἀλλ' ἡ μὴ δυναμένη τούτοις ἑκατέροις προαίρεσις χρήσασθαι. Ἐπίγνωθι, φησὶν, ὅτι ἐν μέσῳ παγίδων διαβαίνεις. εʹ. Θαυμαστῶς εἶπεν ὁ μακάριος Παῦλος· Εἰς τοῦτο κείμεθα· οὐκ εἶπεν ἁπλῶς, ὅτι πειραζόμεθα, ἀλλ' Εἰς τοῦτο κείμεθα, ἀντὶ τοῦ, εἰς τοῦτο ἐγενήθημεν. Τοῦτο τὸ ἔργον ἡμῶν, οὗτος ὁ βίος, καὶ σὺ ἄνεσιν ζητεῖς; Οὐκ ἐφέστηκεν ὁ δήμιος τὴν πλευρὰν