1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

17

αὐτῷ, καὶ υἱὸς ἀνομίας οὐ προσθήσει τοῦ κακῶσαι αὐτόν. Καὶ συγκόψω ἀπὸ προσώπου αὐτοῦ τοὺς ἐχθροὺς αὐτοῦ, καὶ τοὺς μισοῦντας αὐτὸν τροπώσομαι. Καὶ ἡ ἀλήθειά μου καὶ τὸ ἔλεός μου μετ' αὐτοῦ, καὶ ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ. Καὶ θήσομαι ἐν θαλάσσῃ χεῖρα αὐτοῦ, καὶ ἐν ποταμοῖς δεξιὰν αὐτοῦ. Αὐτὸς δὲ ἐπικαλέσεταί με· Πατήρ μου εἶ σὺ, ὁ Θεός μου, καὶ ἀντιλήπτωρ τῆς σωτηρίας μου. Καὶ ἐγὼ πρωτότοκον θήσομαι αὐτὸν ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς.» Κἄν τε γὰρ περὶ τοῦ συνυφεστῶτος τῇ πατρικῇ δόξῃ ἀπαυγάσματος, καὶ ἐπ' ἐσχάτων ἐκ ῥίζης Ἰεσσαὶ ἀνθήσαντος, κἄν τε περὶ τοῦ ∆αυῒδ τοῦτο διαγορεύεσθαι δοίημεν, οὐκ ἂν τῇ τῆς συνηθείας ὑπονοίᾳ ὁ πρωτότοκος νοηθείη. Πῶς γὰρ ἢ τὸν ἤδη ὄντα ἄνθρωπον λέγει γὰρ, ὅτι «Εὗρον ∆αυῒδ τὸν δοῦλόν μου», ἢ τὸν πρεσβυτέρους ἑαυτοῦ ἔχοντα ἀδελφοὺς, πρωτότοκον ποιήσεται; Ὅτι δέ ποτε σύνηθες τῇ Γραφῇ τοὺς ὄντας ἤδη καθ' ὕπαρξιν, γίνεσθαί πως ὃ οὐκ ἦσαν ἐξαγγέλλειν, Παῦλος ὁ Χριστοῦ γέμων καὶ ἁγίου Πνεύματος ἔμπλεως οὕτω που φάσκει· «Οὐκ ἔτι εἶ δοῦλος, ἀλλὰ υἱός.» Τὸ γὰρ, «οὐκ ἔτι,» τοῖς ἤδη ὑφεστηκόσιν τὴν ἐπὶ ἄλλο τι τοῦ λοιποῦ κατάστασιν σημαίνει. Καὶ πάλιν· «Οὓς προέγνω καὶ προώρισεν συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς·» ἀντὶ τοῦ, ὁ Θεὸς ὁ προγνοὺς ἀπογόνους, καὶ πάντα τὰ παρελθόντα καὶ ἐπιόντα, ὡς ὑφεστῶτα καὶ παρόντα ὁρῶν, παρ' ᾧ ἕν τι μέτρον οἱ αἰῶνες ἅπαντές εἰσι, καὶ οὐδὲν μεμερισμένον, ὡς πρὸ βραχέος ἐλέχθη, προΐδεν καὶ ἐπιφανῶς ὑπέσχετο, τοὺς ἀνθρώπους συμμόρφους ἔσεσθαι τοῦ ὄντος ἀϊδίως ἐν μορφῇ αὐτοῦ μο 39.840 νογενοῦς Υἱοῦ, ἀφ' οὗ ἂν οὗτος ὁ Μονογενὴς, καθεὶς ἑαυτὸν δι' ἡμᾶς εἰς δουλοπρεπῆ μορφὴν, λέξει ἰδίᾳ δωρεᾷ· «Οὐκ ἔτι ὑμᾶς καλῶ δούλους, ἀλλὰ φίλους καὶ ἀδελφοὺς, ὡς γέγραπται. Ὃν τρόπον γὰρ οἱ κτιστοὶ, υἱοὶ ἐκλήθημεν τοῦ Θεοῦ, κατὰ χάριν, οὐ κατὰ φύσιν· ὡσαύτως ὁ Μονογενὴς τοῦ Θεοῦ, ὅτε ἐμίγνυ τὰ ἐπίγεια τοῖς ἐπουρανίοις, καὶ σωτηρία ἡμῖν νέα διὰ τέλους ἐγίνετο, ἀδελφὸς ἡμῶν καὶ πρωτότοκος ἐκλήθη, οὐ κατὰ τὴν ἐκ Πατρὸς φύσιν, ἀλλὰ κατὰ τὴν ἐκ τῆς Παρθένου καὶ κατὰ τὴν Παρθένον σάρκωσιν αὐτοῦ. Εὔκαιρον τοίνυν ἂν εἴη εἰπεῖν πρὸς αἱρετικοὺς, ὅπερ εἴρηται τοῖς ἔξω καλῶς· «Τὰ ψεύδη μίσει, ἵνα σοι ἡ ἀλήθεια προσεθίζηται.»

ΚΕΦ. Εʹ. Τρίτη αὐτῶν πρότασις, ἡ ἐκ προσώπου τοῦ πάντα ὑποστήσαντος

Κυρίου λέγουσα προφητεία· «Ἐγώ εἰμι ἡ ἀρχὴ καὶ τὸ τέλος.» Χρονικὴν γὰρ ἐντεῦθεν τὴν ἄχρονον καὶ ὑπὲρ νοῦν ὕπαρξιν αὐτοῦ ἀπειθάνοις ἐκδοχαῖς ἀναπλάττουσιν, καὶ βιάζονται τὴν κακίαν αὐτῶν ἀρετὴν νομισθῆναι. Ὅσοι δὲ τοῦτον τὸν Μονογενῆ πλουσιολόγον Θεὸν οὐκ ἀγνοοῦσιν, ὡς οὗτοι, ἐπιδεῶς ἔχουσι καὶ τῆς τοῦ χρυσοῦ ῥήματος τούτου θεολογίας. ∆ηλοῖ γὰρ ἡ μὲν ἀρχὴ, τὸ αἴτιον αὐτὸν εἶναι, ὡς ἄναρχον, καθὰ ὁ Θεὸς Πατὴρ τῆς πάντων συστάσεως, Ὁ γὰρ ὢν ἀρχὴ οὐκ ἔχει τὸν προϋπάρχοντα, ὡς ὁ ὕστατος οὐκ ἔχει τὸν ὕστατον. Ἀρχὴ γὰρ, ὥς φησιν Ἀριστοτέλης ἐν πέμπτῳ τῶν Μετὰ τὰ φυσικὰ, λέγεται πολλαχῶς. Λέγεται μὲν γὰρ ἀρχὴ, οἷον βασιλεία, στρατηγία· λέγεται δὲ καὶ τοπικῶς, ὡς ἀρχὴ δρόμου ἡ βαλβίς· λέγεται δὲ καὶ χρονικῶς, ὡς ἀρχὴ ἔτους ἤδε ἡ ἡμέρα· λέγεται δὲ καὶ φυσικῶς, ὡς ἀρχὴ βρέφους τὸ σπέρμα· λέγεται δὲ καὶ κατὰ αἰτίαν, ὡς ἀρχὴ τοῦ ἀνδριάντος ὁ ἀνδριαντοποιός. Οὕτως οὖν λέγομεν αὐ 39.841 τὸν ἀρχὴν, ὡς αἴτιον καὶ ∆ημιουργόν· τὸ δέ γε τέλος τὸ εἰς αὐτὸν, ὡς ἀπερίγραφον καὶ μόνον ἔχοντα ἀθανασίαν, πάντων τὰ πέρατα συνερείδεσθαι, καὶ μετὰ τὴν τοῦδε τοῦ παντὸς πληρότητα εἰς ἀεὶ καὶ ἀπείρως διαμένειν αὐτόν. Οὐκοῦν ὁ ἄπειρος γένεσιν ἔχειν οὐ δύναται· μὴ δυνάμενος δὲ, αὐτὸς μὲν ἀγένητός ἐστι, καίτοι γεννητὸς ὢν ἐκ τῆς ὑποστάσεως τοῦ Θεοῦ Πατρὸς φυσικῶς· τὰ δὲ γενητὰ γεγένηνται ἐξ αὐτοῦ δημιουργικῶς. Τούτοις ἑπομένως