1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

19

κέχρηνται τῇ σπουδῇ, τί πεισόμεθα ἡμεῖς οἱ δείλαιοι, μετὰ τοσαύτης ῥαθυμίας τῷ πάντων δεσπότῃ προσιόντες Θεῷ καὶ ταῦτα πολλῷ μείζονος ὀργῆς ὄντες ὑπεύθυνοι; Οὔτε γὰρ οἰκέτης δεσπότην οὔτε ἀρχόμενος βασιλέα παροξύνειεν ἂν οὕτως ὡς τὸν Θεὸν καθ' ἑκάστην ἡμέραν ἡμεῖς. Καὶ τοῦτο ἐμφαίνων ὁ Χριστὸς τὰ μὲν εἰς τὸν πλησίον ἁμαρτήματα ἑκατὸν ἐκάλει δηνάρια, τὰ δὲ εἰς τὸν Θεὸν μύρια τάλαντα. Ἐπεὶ οὖν τοσαύτην ἐν ταῖς εὐχαῖς πρόσιμεν σβέσοντες ὀργὴν καὶ ὃν οὕτω καθ' ἑκάστην ἐκπολεμοῦμεν τὴν ἡμέραν καταλλάξοντες, εἰκότως ἡμᾶς ἀπάγει τῆς ἡδονῆς ἐκείνης μονονουχὶ λέγων· περὶ ψυχῆς ἡμῖν ὁ λόγος, ἀγαπητοί, ὑπὲρ τῶν ἐσχάτων ὁ κίνδυνος· τρέμειν δεῖ καὶ δεδοικέναι καὶ συνεστάλθαι· δεσπότῃ πρόσιμεν φοβερῷ πολλὰ παρ' ὑμῶν ὑβρισμένῳ μεγάλα ἡμῖν ἔχοντι καὶ ὑπὲρ μεγάλων ἐγκαλεῖν. Οὐ περιπλοκῶν οὗτος ὁ καιρὸς οὔτε ἡδονῶν ἀλλὰ δακρύων καὶ στεναγμῶν πικρῶν, προσπτώσεως, ἐξομολογήσεως ἀκριβοῦς, λιτανείας συντεταμένης, ἱκετηρίας πολλῆς. Ἀγαπητὸν γὰρ καὶ μετὰ τοσαύτης προσελθόντα σπουδῆς δυνηθῆναι μειλίξασθαι τὴν ὀργὴν ἐκείνην, οὐχ ὅτι ἀπηνὴς οὐδ' ὅτι ὠμὸς ὁ δεσπότης ἡμῶν-καὶ γὰρ σφόδρα ἐστὶν ἥμερος καὶ φιλάνθρωπος-ἀλλ' ἡ τῶν ἁμαρτημάτων τῶν ἡμετέρων ὑπερβολὴ οὐδὲ τὸν χρηστὸν καὶ ἐπιεικῆ καὶ πολυέλεον ἀφίησιν ἡμῖν συγγνῶναι ταχέως. ∆ιό φησιν· «Ἵνα σχολάζητε τῇ νηστείᾳ καὶ προσευχῇ.» Τί οὖν ἂν εἴη τῆς δουλείας ταύτης πικρότερον; Βούλει, φησίν, ἐπιδοῦναι πρὸς ἀρετήν, ἀναπτῆναι πρὸς οὐρανόν, νηστείαις καὶ εὐχαῖς συνεχῶς προσκαρτερῶν ἀποσμῆξαι τὸν ῥύπον τῆς ψυχῆς; Εἶτα ἂν μὴ βούληται ἐκείνη ταύτῃ ἐπινεῦσαι τῇ γνώμῃ, ἀνάγκη δουλεύειν αὐτῆς τῇ λαγνείᾳ. ∆ιὰ τοῦτο γὰρ ἀρχόμενος ἔλεγε· «Καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι.» ∆ιὰ τοῦτο καὶ οἱ μαθηταὶ πρὸς τὸν κύριον εἶπον· «Εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικός, οὐ συμφέρει γαμῆσαι.» Λογισάμενοι γὰρ ὅτι πολλὴ ἀνάγκη θατέρῳ τῷ μέρει γενέσθαι τὴν ἐπήρειαν καὶ στενοχωρηθέντες ὑπὸ τῶν λογισμῶν ταύτην ἀφῆκαν τὴν φωνήν.

33 Ὅτι τὸ δεύτερον εἰπεῖν περὶ τῶν αὐτῶν τὸν Χριστόν ἐστι μιμουμένων. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος συνεχῶς αὐτὸ στρέφει ἵνα εἰς τοῦτον τὸν λογισμὸν ἐμβαλῇ τοὺς Κορινθίους· «Ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλομένην εὔνοιαν ἀποδιδότω, ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, μὴ ἀποστερεῖτε ἀλλήλους, ἐπὶ τὸ αὐτὸ συνέρχεσθε.» Οὐδὲ γὰρ οἱ μακάριοι τότε ἐκεῖνοι ἐκ πρώτης εὐθέως τοῦτο ἔπαθον τῆς φωνῆς, ἀλλ' ὅτε ἐκ δευτέρου ταῦτα ἤκουσαν, τότε συνεῖδον τῆς ἐντολῆς τὴν ἀνάγκην. Καὶ γὰρ ὅτε ἐκάθητο ἐπὶ τοῦ ὄρους ὁ Χριστός, διελέχθη περὶ τούτου καὶ μεθ' ἕτερα πολλὰ πάλιν· οὕτως αὐτοὺς εἰσήγαγεν εἰς τὸν τῆς ἐγκρατείας ἔρωτα. Οὕτω συνεχῶς τὰ αὐτὰ λεγόμενα πλείονα ἔχει τὴν ἐνεργείαν. Κἀνταῦθα οὖν τὸν διδάσκαλον μιμούμενος ὁ μαθητὴς συνεχῶς περὶ τῶν αὐτῶν διαλέγεται· καὶ οὐδαμοῦ τὴν συγχώρησιν ἁπλῶς τίθησιν ἀλλὰ μετὰ αἰτίας, «διὰ τὰς πορνείας» λέγων «καὶ τοὺς πειρασμοὺς σατανικοὺς καὶ τὴν ἀκρασίαν» καὶ ἀνυπόπτως τὸ τῆς παρθενίας ἐγκώμιον ἐργαζόμενος ἐν τοῖς περὶ τοῦ γάμου λόγοις.

34 Ὅτι θαυμαστὸν καὶ πολλῶν ἄξιον στεφάνων ἡ παρθενία. Εἰ γὰρ τοὺς ἐν τῷ γάμῳ διατρίβοντας δέδοικεν ἀποστῆσαι ἐπιπολὺ μή τινα παρείσδυσιν ὁ διάβολος εὕρῃ, πόσων ἂν εἶεν ἄξιαι στεφάνων αἱ μηδὲ παρὰ τὴν ἀρχὴν ταύτης δεηθεῖσαι τῆς παραμυθίας καὶ μέχρι τέλους ἀχείρωτοι διαμείνασαι; Καίτοι οὐδὲ τὰ παρὰ τοῦ διαβόλου μηχανήματα ἐξ ἴσης ἀμφοτέροις προσάγεται. Τοῖς μὲν γὰρ οὔτε ἐνοχλεῖν αὐτὸν οἶμαι εἰδότα ὅτι πλησίον αὐτοῖς ἡ καταφυγή, κἄν τινος αἴσθωνται σφοδροτέρας προσβολῆς, ἔξεστιν εὐθέως ἐπὶ τὸν λιμένα καταφυγεῖν. Οὐδὲ γὰρ ἀφίησιν αὐτοὺς ὁ μακάριος Παῦλος πορρωτέρω πλεῖν ἀλλ' ὑποστρέφειν ἡνίκα ἂν κάμωσι καὶ παραινεῖ πάλιν ἐπιτρέπων ἐπὶ τὸ αὐτὸ συνέρχεσθαι. Ἡ δὲ παρθένος δι' ὅλου θαλαττεύειν ἀναγκάζεται καὶ πέλαγος πλεῖν ἀλίμενον, κἂν ὁ χαλεπώτατος διεγερθῇ χειμών, οὐδὲ οὕτω θέμις ὁρμίσαι τὸ σκάφος αὐτῇ καὶ ἀναπαύσασθαι.