19
λείποντα τῶν χρημάτων ῥίπτει. Ἐγένετο κλοπή σοι, ποίησον ἐλεημοσύνην, καὶ κουφίζεις τὸ πλοῖον. Ἥρπασαν οἱ λῃσταί; 62.415 σὺ δὸς τὰ λείψανα τῷ Χριστῷ· οὕτω καὶ τὴν ἐπὶ τοῖς προτέροις παραμυθήσῃ πενίαν. Κούφισον τὸ πλοῖον, μὴ κατάσχῃς τὰ μείναντα, ἵνα μὴ περιαντλῆται τὸ σκάφος. Ἐκεῖνοι, ἵνα σώματα φυλάξωσιν, ἐκβολὴν ποιοῦνται τῶν σκευῶν, καὶ οὐ περιμένουσι τὸ κῦμα ἐπελθὸν περιτρέψαι τὸ σκάφος· σὺ ἵνα ψυχὰς σώσῃ, οὐ παύσεις τὸ ναυάγιον; Πειράσατε, εἰ ἀπιστεῖτε, παρακαλῶ, πειράσατε, καὶ ὄψεσθε τὴν δόξαν τοῦ Θεοῦ. Ὅταν σοί τι λυπηρὸν συμβῇ, δὸς ἐλεημοσύνην εὐθέως, εὐχαρίστησον ὅτι συνέβη, καὶ ὄψει πόση χαρὰ ἐπεισέρχεται. Τὸ γὰρ κέρδος τὸ πνευματικὸν κἂν ὀλίγον ᾖ, τοσοῦτόν ἐστιν, ὡς πᾶσαν ἀποκρύψαι ζημίαν σωματικήν. Ἕως ἂν ἔχῃς διδόναι τῷ Χριστῷ, πλουτεῖς. Εἰπέ μοι, εἰ συληθέντι σοι προσελθὼν ὁ βασιλεὺς χεῖρα ὑπέτεινεν ἀξιῶν τι λαβεῖν παρὰ σοῦ, ἆρα οὐκ ἂν ἐνόμισας πάντων εἶναι πλουσιώτερος, εἰ μηδὲ μετὰ τοσαύτην πενίαν ἐπαισχύνεταί σε ὁ βασιλεύς; Μὴ συναρπαγῇς· μόνον κράτησον σαυτοῦ, καὶ κρατήσεις τῆς τοῦ διαβόλου ἐπιβουλῆς. Ἔξεστί σοι κερδᾶναι μεγάλα. Κα 62.416 ταφρονήσωμεν πλούτου, ἵνα μὴ καταφρονήσωμεν τῆς ψυχῆς, Πῶς δὲ ἄν τις καταφρονήσειεν; Οὐχ ὁρᾶτε τὰ λαμπρὰ τῶν σωμάτων, καὶ τοὺς ἐρῶντας αὐτῶν· ἕως μὲν ἂν ἐν ὄψεσιν ᾖ, ἐκκαίεται τὸ πῦρ, λαμπρὰ ἄνεισιν ἡ φλόξ· ἐπειδὰν δέ τις αὐτοὺς ἀπαγάγῃ πόῤῥω, πάντα ἔσβεσται, πάντα κεκοίμισται; Οὕτω καὶ ἐπὶ τοῦ πλούτου, μηδεὶς χρυσία κατασκευαζέτω, μηδεὶς λίθους τιμίους, μηδεὶς περιδέῤῥαια· δελεάζει τοὺς ὀφθαλμοὺς ὁρώμενα. Εἰ δὲ βούλει πλουτεῖν ὡς οἱ παλαιοὶ, πλούτει μὴ ἐν χρυσίῳ, ἀλλ' ἐν τοῖς ἀναγκαίοις, ἵνα καὶ ἐξ ἑτοίμου παρέχῃς τοῖς ἄλλοις· μὴ φιλόκοσμος ἔσο· ὁ τοιοῦτος πλοῦτος καὶ τοῖς λῃσταῖς ἐστιν εὐεπιβούλευτος, καὶ ἡμῖν παρέχει φροντίδας· μὴ σκεύη χρυσᾶ καὶ ἀργυρᾶ κτῶ, ἀλλ' ἔστωσαν ἀποθῆκαι σίτου, οἴνου, ἐλαίου· ἔστωσαν, οὐχ ἵνα πάλιν διαπραθεῖσαι ἄργυρον ἐργάσωνται, ἀλλ' ἵνα τοῖς δεομένοις χορηγῶνται. Ἂν ἀπάγωμεν ἑαυτοὺς ἐκείνων τῶν περιττῶν, ἐπιτευξόμεθα τῶν οὐρανίων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ∆ʹ.
∆ιὰ τοῦτο κἀγὼ μηκέτι στέγων, ἔπεμψα εἰς τὸ γνῶναι τὴν πίστιν ὑμῶν, μή πως ἐπεί ρασεν ὑμᾶς ὁ πειράζων, καὶ εἰς κενὸν γένηται ὁ κόπος ἡμῶν. Ἄρτι δὲ ἐλθόντος Τιμοθέου πρὸς ἡμᾶς ἀφ' ὑμῶν, καὶ εὐαγγελισαμένου ἡμῖν τὴν πίστιν καὶ τὴν ἀγάπην ὑμῶν, καὶ ὅτι ἔχετε μνείαν ἡμῶν πάντοτε ἀγαθὴν, ἐπιπο θοῦντες ἡμᾶς ἰδεῖν, καθάπερ καὶ ἡμεῖς ὑμᾶς· διὰ τοῦτο παρεκλήθημεν, ἀδελφοὶ, ἐφ' ὑμῖν ἐπὶ πάσῃ τῇ θλίψει καὶ ἀνάγκῃ ἡμῶν, διὰ τῆς ὑμῶν, πίστεως· ὅτι νῦν ζῶμεν, ἐὰν ὑμεῖς στήκητε ἐν Κυρίῳ. αʹ. Ζήτημα πρόκειται τήμερον ἡμῖν παρὰ πολλῶν ζητούμενον, καὶ πολλαχόθεν συλλεγόμενον. Τί δὲ τὸ ζήτημά ἐστι; ∆ιὰ τοῦτο, φησὶ, κἀγὼ μηκέτι στέγων, ἔπεμψα Τιμόθεον εἰς τὸ γνῶναι τὴν πίστιν ὑμῶν. Τί λέγεις; ὁ τοσαῦτα εἰδὼς, ὁ ἀπόῤῥητα ἀκούσας ῥήματα, ὁ μέχρι τρίτου ἀνελθὼν οὐρανοῦ, οὗτος οὐκ οἶδε, καὶ ἐν Ἀθήναις ὤν; καίτοι οὐ πολλοῦ ὄντος τοῦ διαστήματος, οὐδὲ πρὸ πολλοῦ χωρισθεὶς αὐτῶν· Ἀπορφανισθέντες γὰρ, φησὶν, ἀφ' ὑμῶν πρὸς καιρὸν ὥρας. Οὐκ οἶδε οὖν ὁ τοιοῦτος τὰ Θεσσαλονικέων, ἀλλ' ἀναγκάζεται πέμψαι Τιμόθεον εἰς τὸ γνῶναι τὴν πίστιν αὐτῶν· Μή πως ἐπείρασεν ὑμᾶς, φησὶν, ὁ πειράζων, καὶ εἰς κενὸν γένηται ὁ κόπος ἡμῶν; Τί οὖν ἄν τις εἴποι; ὅτι οὐ πάντα ᾔδεισαν οἱ ἅγιοι; Καὶ ὅτι οὐκ ᾔδεισαν, πολλαχόθεν ἄν τις