21
ὑπερβολήν. Οὐκοῦν ἀκρασίας τὸ μὴ δύνασθαι πορνείας ἀπέχεσθαι, εἰ μὴ διὰ παντός τις ἔχοιτο τῆς γυναικὸς καὶ τῆς μίξεως ἀπολαύοι. Τί οὖν ἂν εἴποιεν ἐνταῦθα οἱ τὴν παρθενίαν περιττὸν εἶναι τιθέμενοι; Αὕτη μὲν γὰρ ὅσῳ ἂν ἐπιταθῇ τοσούτῳ μεῖζον ἔχει τὸ ἐγκώμιον. Ὁ δὲ γάμος ὅταν αὐτῷ τις κατακόρως κεχρημένος ᾖ, τότε μάλιστα ἐπαίνου παντὸς ἀπεστέρηται. «Τοῦτο», γάρ φησι, «λέγω κατὰ συγγνώμην οὐ κατ' ἐπιτάγην.» Ἔνθα δὲ ἂν ᾖ συγγνώμη, χώραν ἔπαινος οὐκ ἂν ἔχοι. Ἀλλὰ καὶ περὶ τῶν παρθένων διαλεγόμενός φησιν· «Ἐπιταγὴν κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι.» Μήποτε οὖν ἆρα τὸ πρᾶγμα ἐξέωσεν; Ἄπαγε. Ἐπὶ μὲν γὰρ τῆς παρθένου γνώμην δίδωσιν, ἐνταῦθα δὲ συγγνώμην. Ἐπιτάττει δὲ οὐδέτερον οὐ διὰ τὴν αὐτὴν αἰτίαν, ἀλλ' ἐνταῦθα μὲν ἵνα μή τις ἀναβῆναι ἀπὸ τῆς ἀκρασίας βουλόμενος κωλύηται ὡς ἐπιτάγματος ἀνάγκῃ δεδεμένος· ἐκεῖ δὲ ἵνα μή τις ἀναβῆναι πρὸς τὴν παρθενίαν ἀδυνατῶν κατακρίνηται ὡς προστάγματος παρακούων. Οὐκ ἐπιτάττω παρθενεύειν, φησί· δέδοικα γὰρ τοῦ πράγματος τὸ δυσκατόρθωτον. Οὐκ ἐπιτάττω συνεχῶς συνέρχεσθαι τῇ γυναικί· ἀκρασίας γὰρ οὐ βούλομαι εἶναι νομοθέτης. Εἶπον, συνέρχεσθε, κάτω καταβῆναι κωλύων, οὐ τὴν προσωτέρω προθυμίαν ἐμποδίζων. Οὐκ ἄρα αὐτοῦ βούλημα προηγούμενόν ἐστι τὸ χρῆσθαι διὰ παντὸς γυναικί, ἀλλ' ἡ τῶν ῥαθυμοτέρων τοῦτο ἐνομοθέτησεν ἀκρασία. Ἐπεὶ εἰ τὸ Παύλου βούλημα θέλεις μαθεῖν, ἄκουσον ποῖόν ἐστι· «Θέλω», φησί, «πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτὸν» ἐν ἐγκρατείᾳ. Οὐκοῦν εἰ πάντας θέλεις ἐν ἐγκρατείᾳ εἶναι, οὐδένα θέλεις εἶναι ἐν γάμῳ. Οὐδὲ γὰρ οὐ μὴν διὰ τοῦτο κωλύω τοῖς βουλομένοις οὐδὲ αἰτιῶμαι ἀλλ' εὔχομαι μὲν καὶ ποθῶ πάντας εἶναι ὡς καὶ ἐμαυτόν, συγχωρῶ δὲ κἀκεῖνο διὰ τὰς πορνείας. ∆ιὰ τοῦτο καὶ ἀρχόμενος εἶπον· «Καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι.»
35 Ὅτι ἀναγκαίως ἔθηκεν εἰς τὸ τῆς ἐγκρατείας ὑπόδειγμα. Τίνος δὲ ἕνεκεν ἐνταῦθα ἑαυτοῦ μέμνηται λέγων· «Θέλω δὲ πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν;» Καίτοι εἰ μὴ τοῦτο προσέκειτο· «Ἀλλ' ἕκαστος ἴδιον ἔχει χάρισμα», τὴν περιαυτολογίαν ἐξέφυγεν ἄν. Τίνος οὖν ἕνεκεν προσέθηκεν· «Ὡς καὶ ἐμαυτόν;» Οὐκ ἐπαίρων ἑαυτόν· οὗτος γάρ ἐστιν ὁ πλεονεκτήσας μὲν τῶν ἀποστόλων ἐν τοῖς ὑπὲρ τοῦ κηρύγματος πόνοις, ἀνάξιον δὲ καὶ τῆς προσηγορίας ἀποστολικῆς ἑαυτὸν εἶναι νομίζων. Εἰπὼν γὰρ ὅτι «Ἐγώ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων», ὥσπερ τι τῆς ἀξίας αὐτοῦ μεῖζον φθεγξάμενος ἐπιλαμβάνεται ταχέως ἑαυτοῦ λέγων· «Ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος.» Τίνος οὖν ἔνεκεν ἐνταῦθα τῇ παραινέσει πρόσκειται; Οὐχ ἁπλῶς οὐδὲ ὡς ἔτυχεν, ἀλλ' ᾔδει τοὺς μαθητὰς τότε μάλιστα εἰς τὸν τῶν καλῶν ἐναγομένους ζῆλον, ὅταν παρὰ τῶν διδασκάλων ἔχωσι τὰ παραδείγματα. Ὥσπερ οὖν ὁ χωρὶς ἔργων ἐν τοῖς λόγοις μόνοις φιλοσοφῶν οὐδὲν ὀνίνησι μέγα τὸν ἀκροατήν, οὕτως ὁ παρ' ἑαυτοῦ πρώτου κατορθωθεῖσαν ἔχων δεῖξαι τὴν συμβουλήν, ταύτῃ μάλιστα πάντων ἐπάγεται τὸν ἀκούοντα. Πρὸς δὲ τούτοις καὶ φθόνου καὶ τύφου καθαρεύοντα δείκνυσιν ἑαυτόν· τὸ γὰρ ἐξαίρετον τοῦτο κοινὸν εἶναι βούλεται τῶν μαθητῶν, οὐδὲν αὐτῶν πλέον ἔχειν ζητῶν ἀλλ' ἐν ἅπασιν αὐτοὺς ἐξισοῦν ἑαυτῷ θέλων. Ἔχω καὶ τρίτην αἰτίαν εἰπεῖν. Ποίαν δὴ ταύτην; ∆ύσκολον εἶναι τὸ πρᾶγμα ἐδόκει καὶ οὐ κατὰ τὴν τῶν πολλῶν εὐκολίαν. Βουλόμενος οὖν αὐτὸ δεῖξαι ῥᾷστον, τὸν ἠνυκότα εἰς μέσον τίθησιν, ἵνα μὴ σφόδρα ἐπίπονον εἶναι αὐτὸ νομίζωσιν ἀλλὰ πρὸς τὸν ἡγησάμενον ἰδόντες μετὰ τοῦ θαρρεῖν καὶ αὐτοὶ τῆς αὐτῆς ἐπιβαίνωσιν ὁδοῦ. Τοῦτο καὶ ἀλλαχοῦ ποιεῖ. Τοῖς Γαλάταις γὰρ διαλεγόμενος καὶ τὸν ἀπὸ τοῦ νόμου φόβον ἐκλῦσαι σπεύδων, δι' ὃν ἐπὶ τὴν παλαίαν κατεφέροντο συνήθειαν πολλὰ τῶν ἐκεῖ φυλάττοντες, τί φησί; «Γίνεσθε ὡς ἐγώ, ὅτι κἀγὼ ὡς ὑμεῖς.» Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· οὐκ ἂν ἔχοιτε, φησίν, εἰπεῖν ὅτι ἐξ ἐθνῶν ἐπιστρέψας νῦν καὶ τὸν ἐκ τῆς τοῦ νόμου παραβάσεως οὐκ εἰδὼς φόβον, ἀκινδύνως ἅπαντα ταῦτα φιλοσοφεῖς πρὸς ἡμᾶς. Καὶ γὰρ ἐγώ, φησίν, ὡς ὑμεῖς ἐδούλευσα ταύτην τὴν