22
δεικνὺς ὅτι καὶ πειρασμὸν καὶ θάνατον οὐδὲν ἄλλο ἡγεῖται, ἢ τὸ σκάνδαλον τὸ ἐκείνων, ὅπου γε καὶ ζωὴν τὴν ἐκείνων προκοπήν. Πῶς ἂν ἄλλος τις ἢ τὴν λύπην τὴν ἐπὶ τῇ τῶν μαθητῶν ἀσθενείᾳ, ἢ τὴν χαρὰν ἐδήλωσεν; Οὐκ εἶπε, χαίρομεν, ἀλλὰ, Ζῶμεν, ζωὴν λέγων τὴν μέλλουσαν. γʹ. Ὥστε ἄνευ τούτου οὐδὲ ζῇν τὸ ζῇν ἡγούμεθα. Οὕτω τοὺς διδασκάλους διακεῖσθαι χρὴ, οὕτω τοὺς μαθητὰς, καὶ οὐδὲν ἄτοπον ἔσται ποτέ. Εἶτα προσλιπαίνων αὐτὸ, ὅρα τί φησι· Τίνα γὰρ εὐχαριστίαν δυνάμεθα τῷ Θεῷ ἀνταποδοῦναι περὶ ὑμῶν ἐπὶ πάσῃ τῇ χαρᾷ, ᾗ χαίρομεν δι' ὑμᾶς ἔμπροσθεν τοῦ Θεοῦ ἡμῶν, νυκτὸς καὶ ἡμέρας ὑπερεκπερισσοῦ δεόμενοι εἰς τὸ ἰδεῖν ὑμῶν τὸ πρόσωπον, καὶ καταρτίσαι τὰ ὑστερήματα τῆς πίστεως ὑμῶν; Οὐχὶ ζωῆς, φησὶν, αἴτιοι ἡμῖν γεγένησθε μόνον, ἀλλὰ καὶ εὐφροσύνης πολλῆς, καὶ τοσαύτης, ὡς μηδὲ εὐχαριστῆσαι δύνασθαι τῷ Θεῷ κατ' ἀξίαν. Τὸ ὑμῶν κατόρθωμα δῶρον εἶναι, φησὶ, τοῦ Θεοῦ ἡγούμεθα· τοιαῦτα ἡμᾶς 62.419 εὐηργετήσατε, ὡς τοῦ Θεοῦ νομίζειν εἶναι· μᾶλλον δὲ καὶ ἔργον Θεοῦ· οὐ γὰρ ἀνθρωπίνης ψυχῆς οὐδὲ σπουδῆς τοσοῦτον φρόνημα. Νυκτὸς, φησὶ, καὶ ἡμέρας ὑπερεκπερισσοῦ δεόμενοι. Καὶ τοῦτο τῆς χαρᾶς σημεῖον. Καθάπερ γάρ τις γεωργὸς, ἀκούων περὶ τῆς αὐτοῦ χώρας τῆς πονηθείσης αὐτῷ, ὅτι βρίθεται τοῖς καρποῖς, ποθεῖ κατ' ὄψιν τὴν τοσαύτην ἰδεῖν ἡδονήν· οὕτω καὶ Παῦλος τὴν Μακεδονίαν. Ὑπερεκπερισσοῦ δεόμενοι. Ὅρα τὴν ὑπερβολήν. Εἰς τὸ ἰδεῖν ὑμῶν τὸ πρόσωπον, καὶ καταρτίσαι τὰ ὑστερήματα τῆς πίστεως ὑμῶν. Ἐνταῦθα πολὺ τὸ ζήτημα. Εἰ γὰρ νῦν ζῇς ὅτι ἑστήκασι, καὶ Τιμόθεος εὐηγγελίσατό σε τὴν πίστιν αὐτῶν καὶ τὴν ἀγάπην, καὶ τοσαύτης εἶ χαρᾶς μεστὸς, ὡς μηδὲ δύνασθαι τῷ Θεῷ κατ' ἀξίαν εὐχαριστῆσαι, πῶς ἐνταῦθα τὰ ὑστερήματα τῆς πίστεως αὐτῶν εἶναι φῄς; ἆρα μὴ κολακείας τὰ ῥήματα ἐκεῖνα; Μηδαμῶς· μὴ γένοιτο. Προλαβὼν γὰρ ἐμαρτύρησεν, ὅτι πολλοὺς ἄθλους ὑπέμειναν, καὶ οὐδὲν χεῖρον διετέθησαν τῶν ἐν τῇ Ἰουδαίᾳ Ἐκκλησιῶν. Τί οὖν ἐστιν; Οὐ πάσης ἀπέλαυσαν τῆς διδασκαλίας, οὐδὲ ὅσα ἐχρῆν μαθεῖν ἔμαθον· καὶ τοῦτο δηλοῖ πρὸς τῷ τέλει. Ἴσως δὲ καὶ ἐζητεῖτο παρ' αὐτοῖς περὶ τῆς ἀναστάσεως, καὶ πολλοὶ ἦσαν οἱ θορυβοῦντες αὐτοὺς, οὐκέτι τοῖς πειρασμοῖς, οὐδὲ τοῖς κινδύνοις, ἀλλ' ὑποκρινόμενοι τοὺς διδασκάλους. Τοῦτό φησι, Τὰ ὑστερήματα τῆς πίστεως· καὶ διὰ τοῦτο οὕτως ἐνέφηνε, καὶ οὐκ εἶπεν, εἰς τὸ στηριχθῆναι, ἀλλὰ, Καταρτίσαι. Ἔνθα μὲν γὰρ περὶ αὐτῆς τῆς πίστεως ἐδεδοίκει, Ἔπεμψα, φησὶ, Τιμόθεον εἰς τὸ στηρίξαι ὑμᾶς· ἐνταῦθα δὲ, τὰ ὑστερήματα λέγει καταρτίσαι, ὃ διδασκαλίας μᾶλλόν ἐστιν, ἢ βεβαιώσεως· καθάπερ καὶ ἀλλαχοῦ φησιν· Ἵνα ἦτε κατηρτισμένοι εἰς πᾶν ἔργον ἀγαθόν. Τὸ δὲ κατηρτισμένον ἐκεῖνό ἐστιν, ᾧ ὀλίγον τι λείπει· τοῦτο γὰρ καταρτίζεται. Αὐτὸς δὲ ὁ Θεὸς καὶ Πατὴρ ἡμῶν, καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς κατευθύναι τὴν ὁδὸν ἡμῶν πρὸς ὑμᾶς. Ὑμᾶς δὲ ὁ Κύριος πλεονάσαι, καὶ περισσεύσαι τῇ ἀγάπῃ εἰς ἀλλήλους καὶ εἰς πάντας, καθάπερ καὶ ἡμεῖς εἰς ὑμᾶς. Τοῦτο ὑπερβαλλούσης ἀγάπης, τὸ μὴ μόνον καθ' ἑαυτὸν εὔχεσθαι, ἀλλὰ καὶ ἐν τῇ ἐπιστολῇ τὴν εὐχὴν ἐντίθεσθαι· τοῦτο ζεούσης ψυχῆς, καὶ ὄντως ἀκαρτερήτου· τοῦτο δεῖγμα καὶ τῶν ἐκεῖ γεγενημένων εὐχῶν· ἅμα δὲ καὶ ἀπολογία, ὅτι οὐχ ἑκόντες, οὐδὲ ῥᾳθυμοῦντες οὐ παραγίνονται. Ὡς ἂν εἰ ἔλεγεν· Αὐτὸς δὲ ὁ Θεὸς ἐκκόψαι τοὺς πειρασμοὺς τοὺς πανταχοῦ περιέλκοντας ἡμᾶς, ὥστε ὀρθὴν ἐλθεῖν πρὸς ὑμᾶς. Ὑμᾶς δὲ ὁ Κύριος πλεονάσαι, καὶ περισσεύσαι. Ὁρᾷς τὴν μανίαν τῆς ἀγάπης τὴν ἀκάθεκτον, τὴν διὰ τῶν ῥημάτων δεικνυμένην; Πλεονάσαι, φησὶ, καὶ περισσεύσαι, ἀντὶ τοῦ, αὐξήσαι. Ὡς ἂν εἴποι τις, Ἐκ περιουσίας πως ἐπιθυμεῖ φιλεῖσθαι παρ' αὐτῶν. Καθάπερ, φησὶ, καὶ ἡμεῖς εἰς ὑμᾶς. Τουτέστι, Τὸ μὲν ἡμέτερον ἤδη ἐστί· τὸ δὲ ὑμέτερον ἀξιοῦμεν γενέσθαι. Ὁρᾷς ποῦ βούλεται τὴν ἀγάπην