1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

24

μονάδι θεότητος ὑπάρχειν αὐτὴν, καὶ «μοναρχίαν» ἔχειν εἴρηται. ∆ιὸ ἡ ταυτότης «μόνος,» ἢ ἐκείνης, ἢ ἅμα τῶν δύο, ἢ τῶν τριῶν ἀχράντων ὑποστάσεων μνημονεύει, ἢ χωρίς. Ἔτι δὲ οὕτως ἐῤῥήθη πρὸς ἀντεξέτασιν τῶν καλουμένων ψευδωνύμων θεῶν, ὥσπερ ἀεὶ τὴν δαιμόνιον πολυκοιρανίαν ἐκβάλλει, ἀκουσάντων· «Θεοί ἐστε·» ἵνα μηκέτι ὦμεν δεδουλωμένοι ὑπὸ ταλαὰ, καὶ πολύμορφα, καὶ τρεπτὰ, καὶ ἑτερόγνωμα στοιχεῖα, ἐπὶ τὴν πορνείαν ταύτην σκορπίζοντες τὰ νοήματα ἡμῶν, κατὰ τὸν λέγοντα· «Πρώτη πορνεία, ἐπίνοια εἰδώλων.» Πρὸς τούτοις, καὶ ὅτι οὐχ ἁρμόττει κτίσματι κυρίως καὶ καθ' ἅπαξ ἡ «μόνος» καὶ ἑνὸς λέξις, τῷ εἶναι πάντων, ἢ πολλῶν ἅμα κοινόν τι, διὰ τὸ πάντα ἔχειν πολλὰ ὁμοούσια καὶ ὁμοειδῆ, ὡς ἐν τῷ τεσσαρεσκαιδεκάτῳ κεφαλαίῳ τοῦ πρώτου ἐῤῥήθη λόγου. Ἡ δὲ, «Μόνος ἔχων ἀθανασίαν,» καὶ ἡ, «Ἀοράτῳ μόνῳ σοφῷ Θεῷ,» φωνὴ ἐγράφη, διὰ τὸ μηδὲ ἓν κτίσμα ἔχειν ἀφ' ἑαυτοῦ καὶ παντὶ τὸ ἀθάνατον, καὶ ἀόρατον, καὶ σοφὸν, ἀλλ' 39.868 εἰληφέναι παρὰ τοῦ δημιουργήσαντος Υἱοῦ, τοῦ μόνως σὺν Πατρὶ καὶ Πνεύματι ὑπάρχοντος ταῦτα, ὕπαρξιν ἀθανασίας καὶ ἀορασίας· ὡς Παῦλον γράφειν Κορινθίοις τὸ πρῶτον· «Τί δὲ ἔχεις, ὃ οὐκ ἔλαβες; Εἰ δὲ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών;» Καὶ διὰ τοῦτο μηδὲ τὰς λέξεις ταύτας κυρίως πρέπειν ποιήματι. Ἔστι γὰρ θνητὸν δυνάμει, τὸ μὴ ἔχον οἴκοθεν τὸ ἀθάνατον, ἀλλὰ καὶ δυνάμενον, εἰ θελήσοι τυχὸν ὁ ποιήσας, καὶ τὸ ἀποσβεσθῆναι, καθὰ ἐν Εὐαγγελίῳ εἶπεν· «Φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ.» Τούτων οὕτως ἐχόντων, οὐδὲν κωλύσει πρὸς πλείονα εὐμαθίαν ἕκαστον ἰδιαζόντως ἐξεργάσασθαι ῥητόν. Τὸ μὲν οὖν, «Τῷ βασιλεῖ τῶν αἰώνων, ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ Θεῷ» ἔγραψε, πολλὰ προδιηγησάμενος κοσμικὰ ἐν τῇ Ἐπιστολῇ, καὶ κατὰ πάσης τῆς διηγήσεως ἐπαγαγὼν τοῦτο, ὡς ἔσται σαφὲς παντὶ τῷ προσέχοντι τῇ ἐννοίᾳ τῆς Ἐπιστολῆς. Τὸ δὲ, «Μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον,» ὡς πρὸς τὴν κτίσιν ἐπέστειλε, καθὰ εἴρηται. Ἡ γὰρ αἰώνιος ζωὴ, καὶ ἡ ἀφθαρσία, ἀθανασία ἐστί· καὶ ἡ «ἀλήθεια,» καὶ «σοφία» λέξις ἰσοδυναμεῖ τῷ «ἀληθινῷ» καὶ «σοφῷ» ῥήματι· καθάπαξ δὲ ταῦτά ἐστι μόνου Θεοῦ· μεμαρτύρηται δὲ ταῦτα εἶναι ὁ Υἱὸς καὶ τὸ ἅγιον Πνεῦμα. Καὶ εἰ, ὥσπερ ὁ Πατὴρ δημιουργεῖ, ἁγιάζει, δικαιοῖ καὶ θεοποιεῖ τοὺς πρὸς οὓς γίνεται, τὸν ἴσον τρόπον καὶ ὁ Μονογενὴς, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ ποιεῖ· κυρίως ἄρα τῷ τε Υἱῷ, τῷ τε Πνεύματι τοῦ Θεοῦ τὸ, «μόνος,» καὶ «ἀληθινὸς,» καὶ «σοφὸς,» καὶ «ἀόρατος Θεὸς,» καὶ «μόνος ἔχων ἀθανασίαν,» ὡς τῷ Πατρὶ ἐφαρμόσει· καθάπερ καὶ αὐτῷ πρέψει ἡ περὶ τοῦ Μονογενοῦς λέγουσα Γραφή· «Οὗτος ὁ Θεὸς ἡμῶν· οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν.» Πᾶσιν γὰρ, ἵν' οὕτως φράσω, οἷς ὁ Πατὴρ τῆς κτίσεως διαφέρει, καὶ ὁ Υἱὸς, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ ὁμοίως διαφέρει. Πῶς γὰρ λοιπὸν μόνος ἔχει τὰ προλεχθέντα ὁ Πατὴρ, εἰ ἀληθεύει τὰ περὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος γεγραμμένα, καὶ τὸ, «Ὥσπερ ὁ Πατὴρ ζωὴν ἔχει, οὕτως ἔδωκε τῷ Υἱῷ ζωὴν ἔχειν,» ὡς καὶ τὸ προσεχὲς τούτῳ κεφάλαιον ἐπιδείξει; Τὸ δὲ, «Ἵνα γινώσκωσί σε, τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστὸν,» συμπεριέχει καὶ τὸν Υἱὸν, καὶ δείκνυσιν ἴσον τῷ Πατρὶ, μεθ' οὗ νοεῖται καὶ τὸ Πνεῦμα αὐτοῦ. Ἡ δὲ ἀποστολὴ τὴν οἰκονομίαν δηλοῖ. Ἡ δὲ, «Ἐγὼ ἐξέτεινα τὸν οὐρανὸν μόνος,» φωνὴ, οὐκ ἔστι τοῦ Πατρός. Ἐπεὶ πῶς ἄληθες τὸ πάντα διὰ 39.869 τοῦ Υἱοῦ γεγενῆσθαι; Ἢ γνώτωσαν καὶ περὶ τοῦ Υἱοῦ ὁμοιότροπον ἐν τῷ Ἰὼβ προφητικῶς εἰρῆσθαι· «Ὁ τανύσας τὸν οὐρανὸν μόνος, καὶ περιπατῶν ὡς ἐπὶ ἐδάφους ἐπὶ θαλάσσης.» Αὐτὸς γὰρ, ὡς πᾶσιν καταφανὲς, ἀεὶ μὲν, οὐχ ἥκιστα δὲ ἐν τῇ ἐνανθρωπήσει ἐθαυματούργησεν, καὶ ὡς ἐν πεδίῳ ἐβάδισεν ἐπὶ τῆς ὑγρᾶς. Μαρτυρεῖται δὲ καὶ ἐπὶ τοῖς ἄλλοις τοῖς μνημονευθεῖσιν ὁ Υἱὸς, καὶ τὸ ἅγιον Πνεῦμα οὕτως. Περὶ μόνου μὲν ἀληθινοῦ Θεοῦ, ὡς ἡνίκα περὶ μὲν τοῦ Υἱοῦ Ἰωάννης αὐτῇ λέξει ἀληθινὸν Θεὸν αὐτὸν εἶναι, καὶ μονογενῆ Θεὸν ἀναφθέγγεται· Ἰούδας μόνον ∆εσπότην καλεῖ· καὶ ὁ