1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

24

ἀγάπης, τὰ περὶ τὸν ἀδελφιδοῦν διαπραξάμενος; τὰ περὶ τὴν ἱκετηρίαν τὴν ὑπὲρ τῶν Σοδομιτῶν; Σφόδρα γὰρ, σφόδρα φιλόστοργοι ἦσαν οἱ ἅγιοι, καὶ συμπαθητικοί. Ἐννόησον γάρ μοι πῶς διατίθεται ἐξ ἀγάπης ὁ καὶ πυρὸς κατατολμῶν Παῦλος, ὁ ἀδαμάντινος, ὁ στεῤῥὸς, ὁ ἀκλινὴς, ὁ πάντοτε συγκεκροτημένος, ὁ καθηλωμένος τῷ φόβῳ τοῦ Θεοῦ, ὁ ἀκαμπής. Τίς γὰρ ἡμᾶς, φησὶ, χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλῖψις, ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ λιμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα· Ὁ τούτων τοίνυν ἁπάντων κατατολμῶν, καὶ γῆς καὶ θαλάσσης, ὁ τῶν ἀδαμαντίνων τοῦ ᾅδου πυλῶν καταγελῶν, ὃν οὐδὲν ὑφίστατο ὅλως· οὗτος ἐπειδή τινων ἀγαπητῶν εἶδε δάκρυα, οὕτω κατεκλάσθη καὶ συνετρίβη ὁ ἀδάμας, ὡς μηδὲ κρύψαι τὸ πάθος, ἀλλ' εἰπεῖν εὐθέως· Τί ποιεῖτε κλαίοντες, καὶ συνθρύπτοντές μου τὴν καρδίαν; Τί λέγεις· εἰπέ μοι· ἐκείνην τὴν ἀδαμαντίνην ψυχὴν συντρίψαι δάκρυον ἴσχυσε; Ναὶ, φησί· πρὸς πάντα γὰρ ἀντέχω, πλὴν τῆς ἀγάπης· αὕτη μου περιγίνεται καὶ κρατεῖ. Τοῦτο τῷ Θεῷ δοκεῖ. Ἄβυσσος αὐτὸν οὐ συνέτριψεν ὑδάτων, καὶ μικρὰ δάκρυα συνέτριψε. Τί ποιεῖτε κλαίοντες καὶ συντρίβοντές μου τὴν καρδίαν; Πολλὴ γὰρ αὐτῆς ἡ ἰσχύς. Θέλεις αὐτὸν ἰδεῖν πάλιν κλαίοντα; ἄκουε αὐτοῦ ἀλλαχοῦ λέγοντος· Τριετίαν, νύκτα καὶ ἡμέραν, φησὶν, οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον. Ἀπὸ πολλῆς ἀγάπης ἐδεδοίκει, μή τις ἐπεισέλθῃ λύμη. Καὶ πάλιν· Ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν διὰ πολλῶν δακρύων. Τί δὲ ὁ Ἰωσὴφ, εἰπέ μοι, ὁ στεῤῥὸς, ὁ πρὸς τυραννίδα τοσαύτην στὰς, ὁ πρὸς τοσαύτην ἔρωτος πυρὰν οὕτω γενναῖος ὀφθεὶς, ὁ οὕτω καταγωνισάμενος καὶ καταπαλαίσας τῆς δεσποίνης τὴν τοσαύτην μανίαν; τί γὰρ οὐκ ἔθελγε τότε; ὄψις εὐπρεπὴς, ἀξιώματος τῦφος, ἱματίων πολυτέλεια, ἀρωμάτων εὐοσμία (καὶ γὰρ καὶ ταῦτα καταμαλάττειν οἶδε ψυχήν), ῥήματα πάντων μαλακώτερα; εʹ. Ἴστε γὰρ ὅτι ἡ ἐρῶσα, καὶ οὕτω σφοδρῶς, οὐδὲν ταπεινὸν παραιτήσεται εἰπεῖν, σχῆμα ἱκέτιδος ἀναλαβοῦσα. Οὕτω γὰρ κατεκλάσθη ἡ χρυσοφοροῦσα γυνὴ, καὶ ἐν ἀξιώματι οὖσα βασιλικῷ, ὡς τοῦ παιδὸς τοῦ αἰχμαλώτου πρὸς τὰ γόνατα ἴσως ἑαυτὴν ῥῖψαι, ἴσως δὲ καὶ παρακαλέσαι δακρύουσαν καὶ τῶν γονάτων ἁπτομένην, καὶ τοῦτο οὐχ ἅπαξ, οὐ δεύτερον, ἀλλὰ πολλάκις μηχανησαμένην. Ἐνῆν καὶ ὀφθαλμὸν ἰδεῖν τότε μάλιστα λάμποντα· οὐ γὰρ ἁπλῶς εἰκὸς αὐτὴν, ἀλλὰ μετὰ πολλῆς τῆς περιεργίας καλλωπίζεσθαι, ἅτε βουλομένην πολλοῖς τοῖς δικτύοις ἑλεῖν τὸ ἀρνίον τοῦ Χριστοῦ. Πρόσθες μοι ἐνταῦθα καὶ μαγείας πολλάς. Ἀλλ' ὅμως ὁ ἀκαμπὴς οὗτος, ὁ στεῤῥὸς, ὁ πεπετρωμένος, ἐπειδὴ τοὺς ἀδελφοὺς εἶδε τοὺς ἀπεμπολήσαντας, τοὺς εἰς λάκκον βαλόντας, τοὺς ἀποδομένους, τοὺς καὶ ἀποκτεῖναι βουλομένους, τοὺς καὶ τοῦ δεσμωτηρίου καὶ τῆς τιμῆς αἰτίους γενομένους· ἐπειδὴ ἤκουσε παρ' αὐτῶν, ἃ τὸν πατέρα διέθηκαν· Εἴπωμεν γὰρ, φησὶν, ὅτι ὁ εἷς θηριόβρωτος γέγονε· κατεκλάσθη, συνεμαλάχθη, συνετρίβη, καὶ ἔκλαυσε· καὶ μὴ φέρων τὸ πάθος, εἰσελθὼν Ἐνεκρα 62.422 τεύσατο, τουτέστιν, ἀπεμάξατο. Τί τοῦτο; δακρύεις, ὦ Ἰωσήφ; Καὶ μὴν οὐκ ἄξια τὰ παρόντα δακρύων, ἀλλ' ὀργῆς καὶ θυμοῦ καὶ ἀγανακτήσεως, μεγάλης τιμωρίας καὶ ἀνταποδόσεως· ἔχεις εἰς χεῖρας τοὺς ἐχθροὺς τοὺς ἀδελφοκτόνους, δύνασαι τὸν θυμὸν ἐμπλῆσαι. Καίτοι οὐδὲ τοῦτο ἀδικία· οὐ γὰρ αὐτὸς ἄρχεις χειρῶν ἀδίκων, ἀλλ' ἀμύνῃ τοὺς ἠδικηκότας. Μὴ γάρ μοι πρὸς τὸ ἀξίωμα ἴδῃς· οὐ τῆς ἐκείνων ἐγένετο γνώμης, ἀλλὰ τοῦ Θεοῦ τοῦ καταχέαντός σοι τὴν χάριν. Τί κλαίεις; Ἀλλ' εἶπεν ἄν· Μή μοι γένοιτο ἐν πᾶσιν εὐδοκιμήσαντι πάντα καταλῦσαι ἐκεῖνα διὰ ταύτης τῆς μνησικακίας· δακρύων ὄντως καιρός· οὐκ εἰμὶ τῶν θηρίων ἀγριώτερος· ἐκεῖνα πρὸς τὴν φύσιν σπένδεται, πᾶν ὁτιοῦν πάθῃ δεινόν. Κλαίω, φησὶν, ὅτι με ὅλως τοιαῦτα διέθηκαν. Τοῦτον καὶ ἡμεῖς μιμώμεθα, καὶ πενθῶμεν τοὺς ἠδικηκότας· μὴ ὀργιζώμεθα πρὸς αὐτούς· ὄντως γὰρ δακρύων ἄξιοι,