1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

25

ἧς ἑαυτοὺς τιμωρίας καὶ καταδίκης ὑπευθύνους καθιστῶσιν. Οἶδα πῶς κλαίετε νῦν, πῶς χαίρετε, καὶ τὸν Παῦλον θαυμάζοντες, καὶ τὸν Ἰωσὴφ ἐκπληττόμενοι, καὶ μακαρίζοντες. Ἀλλ' εἴ τις ἐχθρὸν ἔχει, εἰς μνήμην αὐτὸν νῦν λαμβανέτω, εἰς νοῦν βαλλέσθω· ἵνα, ἕως ἔτι ζεῖ τῇ μνήμῃ τῶν ἁγίων ἡ καρδία, δυνηθῇ τὸ πεπηγὸς τῆς μήνιδος λῦσαι, καὶ τὸ τραχὺ καὶ ἀπεσκληκὸς καταμαλάξαι. Οἶδα ὅτι μετὰ τὴν ἐντεῦθεν ἔξοδον, μετὰ τὸ παύσασθαί με λέγοντα, κἂν ἀπομείνῃ τι τῆς θέρμης καὶ τῆς ζέσεως, οὐ τοσοῦτόν ἐστιν, ὅσον νῦν ἐν τῇ ἀκροάσει. Εἴ τις οὖν, εἴ τις κατέψυκται, λυέτω τὴν πάχνην· πάχνη γὰρ ὄντως καὶ κρυμὸς ἡ μνησικακία. Ἀλλὰ καλέσωμεν τὸν ἥλιον τῆς δικαιοσύνης, ἀξιώσωμεν αὐτὸν ἐπαφεῖναι τὰς ἀκτῖνας, καὶ οὐκέτι ἔσται πάχνη παχεῖα, ἀλλ' ὕδωρ πότιμον. Ἂν ἅψηται τὸ τοῦ ἡλίου τῆς δικαιοσύνης πῦρ τῆς ἡμετέρας ψυχῆς, οὐδὲν ἐάσει πεπηγὸς, οὐδὲν σκληρὸν, οὐδὲν καυστικὸν, οὐδὲν ἄκαρπον· πάντα ὥριμα, πάντα γλυκέα, πάντα πολλῆς γέμοντα τῆς ἡδονῆς ἐπιδείξει. Ἂν ἀγαπῶμεν ἀλλήλους, ἥξει κἀκείνη ἡ ἀκτίς. ∆ότε μοι, παρακαλῶ, μετὰ προθυμίας ταῦτα λέγειν· ποιήσατέ με ἀκοῦσαι ὅτι ἀπὸ τῶν ῥημάτων τούτων ἠνύσαμέν τι· ὅτι ἐχθρόν τις ἀπελθὼν, εὐθέως περιέβαλεν ἄμφω τὼ χεῖρε, περιεπλάκη, περιεχύθη, κατεφίλησεν, ἐδάκρυσε. Κἂν θηρίον ἐκεῖνος ᾖ, κἂν λίθος, κἂν ὁτιοῦν, ὑπὸ τῆς αὐτῆς φιλοφροσύνης ἡμερωθήσεται. ∆ιὰ τί γάρ σου ἐχθρός ἐστιν; ὕβρισέ σε; ἀλλ' οὐδὲν ἠδίκησεν. Ἀλλὰ χρημάτων ἕνεκεν περιορᾷς τὸν ἀδελφὸν ἐχθραίνοντα; Μὴ, παρακαλῶ. Πάντα λύσωμεν. Ἡμέτερος ὁ καιρός· χρησώμεθα αὐτῷ εἰς δέον. Τὰ σχοινία τῶν ἁμαρτημάτων διακόψωμεν· πρὶν ἢ ἀπελθεῖν εἰς τὸ κριτήριον, αὐτοὶ κρίνωμεν ἀλλήλους. Ὁ ἥλιος, φησὶ, μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν. Μηδεὶς ἀναβαλλέσθω· αἱ ἀναβολαὶ μελλήσεις τίκτουσιν. Ἂν σήμερον ὑπέρθῃ, μᾶλλον ἐρυθριᾷς· κἂν τὴν αὔριον προσθῇς, μείζων ἡ αἰσχύνη· κἂν τὴν τρίτην, ἔτι πλέον. Μὴ δὴ καταισχύνωμεν ἑαυτοὺς, ἀλλ' ἀφῶμεν, ἵνα ἀφεθῇ ἡμῖν. Εἰ δὲ ἀφεθῇ, πάντων ἐπιτευξόμεθα τῶν ἐν οὐρανῷ ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ Εʹ. Τὸ λοιπὸν, ἀδελφοὶ, ἐρωτῶμεν ὑμᾶς καὶ παρακα λοῦμεν ἐν Κυρίῳ Ἰησοῦ, καθὼς παρελάβετε παρ' ἡμῶν τὸ πῶς δεῖ περιπατεῖν ὑμᾶς, καὶ ἀρέσκειν Θεῷ, ἵνα περισσεύητε μᾶλλον. Οἴδατε γὰρ τίνας παραγγελίας ἐδώκαμεν ὑμῖν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Τοῦτο γάρ ἐστι θέλημα Θεοῦ, ὁ ἁγιασμὸς ὑμῶν. αʹ. Ὅταν πρὸς τὰ κατεπείγοντα στῇ καὶ τὰ ἐν χερσὶ, καὶ μέλλῃ πρὸς τὰ διηνεκῆ ἐμβαίνειν λοιπὸν, καὶ ἃ συνεχῶς ἀκοῦσαι χρὴ, τοῦτο προτίθησι τὸ ῥῆμα, Τὸ λοιπὸν, τουτέστιν, Ἀεὶ μὲν καὶ εἰς τὸ διηνεκὲς ἐρωτῶμεν ὑμᾶς καὶ παρακαλοῦμεν ἐν Κυρίῳ. Βαβαί! οὐδὲ πρὸς τὸ παρακαλεῖν ἑαυτὸν ἀξιόπιστον, εἶναί φησι· καίτοι τίς οὕτως ἀξιόπιστος ἦν; ἀλλὰ τὸν Χριστὸν παραλαμβάνει. ∆ιὰ τοῦ Θεοῦ παρακαλοῦμεν ὑμᾶς, φησί. Τοῦτο γάρ ἐστιν, Ἐν Κυρίῳ. Ὃ καὶ πρὸς Κορινθίους ἔλεγεν· Ὁ Θεὸς ὑμᾶς παρακαλεῖ δι' ἡμῶν. Ἵνα καθὼς παρελάβετε παρ' ἡμῶν. Τὸ, Παρελάβετε, οὐχὶ ῥημάτων ἐστὶ μόνον, ἀλλὰ καὶ πραγμάτων. Τὸ, Πῶς δεῖ ὑμᾶς περιπατεῖν, πᾶσαν ἐν τούτῳ τὴν ἀναστροφὴν τοῦ βίου δηλοῖ. Καὶ ἀρέσκειν Θεῷ, ἵνα περισσεύητε μᾶλλον· τουτέστιν, Ἵνα ἐκ πλείονος περιουσίας μὴ μέχρι τῶν ἐντολῶν ἱστᾶσθε, ἀλλ' ἵνα καὶ ὑπερβαίνητε· τοῦτο γάρ ἐστι τὸ, Ἵνα περισσεύητε. Ἐν μὲν γὰρ τοῖς προάγουσι τῆς πίστεως αὐτῶν τῆς στεῤῥᾶς τὸ θαῦμα ἀποδέχεται· ἐνταῦθα δὲ ῥυθμίζει τὸν βίον. Τοῦτο γὰρ προκοπὴ, τὸ καὶ