1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

26

τοῦτο μὴ βουλομένην κολακεύειν τὸν ὑβριστὴν καὶ παρέχειν ἑαυτὴν ἐκείνῳ πρὸς ὅπερ ἂν βούληται, εἴτε πληγὰς ἐντείνοι εἴτε λοιδορίαις πλύνοι, εἴτε οἰκετῶν ὑπεροψίᾳ παραδοῦναι εἴτε ἕτερόν τι τοιοῦτον. Πολλαὶ γὰρ ὁδοὶ τοῖς ἀνδράσιν ἐπινενόηνται ὅταν κολάζειν βούλωνται τὰς ἑαυτῶν γυναῖκας. Εἰ δὲ ταῦτα μὴ φέροι, τὴν ἐγκράτειαν ἀσκεῖν χρὴ τὴν ἄκαρπον· τὴν ἄκαρπον δὲ λέγω ἐπειδὴ μὴ τὴν αὐτῇ προσήκουσαν ὑπόθεσιν ἔχει· οὐ γὰρ δι' ἁγιωσύνης ἐπιθυμίαν ἀλλὰ διὰ τὴν πρὸς τὸν ἄνδρα ὀργὴν γίνεται. «Μενέτω», γάρ φησιν, «ἄγαμος ἢ τῷ ἀνδρὶ καταλλαγήτω.» Τί οὖν, ἂν μηδέποτε βούληται καταλλαγῆναι; φησίν. Ἔχεις δευτέραν λύσιν καὶ ἀπαλλαγήν. Τίνα ταύτην; Ἀνάμενε τὸν ἐκείνου θάνατον. Ὥσπερ γὰρ τῇ παρθένῳ γαμεῖν οὐδέποτε ἔξεστι, οὕτως οὐδὲ ταύταις εἶναι, ὅταν ὁ ἀνὴρ ἀποθάνῃ. Εἰ γὰρ ἐξῆν καὶ ζῶντος ἀπὸ τούτου πρὸς ἕτερον καὶ πάλιν, ἀπ' ἐκείνου πρὸς ἄλλον μεταπηδᾶν, τί γάμων ἔδει λοιπόν, ταῖς ἀλλήλων γυναιξὶν ἀδιακρίτως τῶν ἀνδρῶν κεχρημένων καὶ πάσαις ἁπλῶς ἀναμεμιγμένων ἁπάντων; Πῶς δὲ οὐκ ἂν καὶ πρὸς τοὺς συνοικοῦντας διεφθάρη ἡ διάθεσις, τήμερον μὲν τούτου, αὔριον δὲ ἐκείνου, καὶ πάλιν ἄλλων τῇ αὐτῇ συζώντων γυναικί; ∆ικαίως οὖν ὁ κύριος αὐτὸ μοιχείαν ἐκάλεσεν.

41 ∆ιὰ τί τοῖς Ἰουδαίοις συνεχώρησε ἀπόστασιν διδόναι ὁ Θεός. Πῶς οὖν Ἰουδαίοις τοῦτο συνεχώρησεν; ∆ηλονότι διὰ τὴν σκληροκαρδίαν, ἵνα μὴ συγγενικῶν αἱμάτων τὰς ἑαυτῶν πληρῶσιν οἰκίας. Τί γὰρ ἦν ἄμεινον, εἰπέ μοι, τὴν μισηθεῖσαν ἐκβληθῆναι ἔξω ἢ σφαγῆναι ἔνδον; Τοῦτο γὰρ ἂν ἐποίησαν, εἴ γε μὴ ἐξῆν αὐτοῖς ἐκβάλλειν. ∆ιὰ τοῦτό φησιν· «Εἰ μισεῖς, ἐξαπόστειλον.» Ὅταν δὲ τοῖς ἐπιεικέσι διαλέγηται καὶ οἷς μηδὲ ὁργίζεσθαι συγχωρεῖ, τί λέγει; «Ἐὰν δὲ χωρισθῇ, μενέτω ἄγαμος.» Ὁρᾷς τὴν ἀνάγκην καὶ τὴν ἀπαραίτητον δουλείαν, τὸν ἑκατέρους περιβάλλοντα δεσμόν; ∆εσμὸς γὰρ ὄντως ὁ γάμος, οὐ διὰ τὸν τῶν φροντίδων ὄχλον μόνον οὐδὲ διὰ τὰς λύπας τὰς καθημερινὰς ἀλλ' ὅτι παντὸς οἰκέτου χαλεπώτερον ἀλλήλοις ὑποκεῖσθαι τοὺς γεγαμηκότας καταναγκάζει. «Κρατείτω», φησίν, «ὁ ἀνὴρ τῆς γυναικός.» Καὶ τί τῆς δεσποτείας ταύτης τὸ κέρδος; Πάλιν γὰρ αὐτὸν δοῦλον τῆς κρατουμένης ποιεῖ, καινήν τινα καὶ παράδοξον δουλείας ἐπινοήσας ἀντίδοσιν· καὶ καθάπερ ὑπὸ δεσποτῶν φυγάδες οἰκέται καθ' ἑαυτοὺς δεδεμένοι καὶ πάλιν ἀλλήλοις συνδεδεμένοι, διά τινος ἀλύσεως μικρᾶς ἐξ ἑκατέρας ἀρχῆς ταῖς πέδαις προσηλωμένοι, οὐκ ἂν δύναιντο μετ' ἐξουσίας βαδίζειν τῷ τὸν ἕτερον ἀναγκάζεσθαι ἕπεσθαι θατέρῳ. Οὕτω καὶ αἱ τῶν γεγαμηκότων ψυχαὶ ἔχουσι μὲν καὶ ἰδίας φροντίδας, ἔχουσι δὲ καὶ ἑτέραν ἀνάγκην τὴν ἐκ τοῦ πρὸς ἀλλήλους συνδέσμου, πάσης ἀλύσεως χαλεπώτερον ἄγχουσαν καὶ τὴν ἀμφοτέρων ἐλευθερίαν ἀφαιρουμένην τῷ μὴ καθάπαξ ἑνὶ παραδοῦναι τὴν ἀρχὴν ἀλλ' εἰς ἑκατέρους αὐτῆς διανεῖμαι τὴν ἐξουσίαν. Ποῦ τοίνυν εἰσὶν οἱ διὰ τὴν ἐκ τῆς ἡδονῆς παραμυθίαν πᾶσαν ἕτοιμοι κατάγνωσιν ἐνεγκεῖν; Οὐδὲ γὰρ μικρὸν ὑποτέμνεται τῆς ἡδονῆς μέρος ἐν ταῖς πρὸς ἀλλήλους ὀργαῖς καὶ ἀπεχθείαις πολλάκις ἀναλισκομένου χρόνου μακροῦ. Καὶ ἡ δουλεία δὲ αὕτη τῷ τὴν ἑτέρου μοχθηρίαν ἀναγκάζεσθαι καὶ ἄκοντα θάτερον φέρειν ἅπασαν ἱκανὴ συσκιάσαι τρυφήν. ∆ιὰ τοῦτο ὁ μακάριος ἐκεῖνος πρῶτον μὲν δι' ἐντρεπτικῶν ῥημάτων ἀνέστελλε τὴν πρὸς τὴν ἐπιθυμίαν φοράν, διὰ τὰς πορνείας λέγων καὶ ἀκρασίας καὶ πυρώσεις. Ἐπειδὴ δὲ συνεῖδε βραχὺν ὄντα τοῖς πολλοῖς τὸν τῆς καταγνώσεως λόγον, τὸ τούτου πάλιν ἰσχυρότερον πρὸς ἀποτροπὴν τίθησι, διὸ καὶ οἱ μαθηταὶ εἰπεῖν ἠναγκάσθησαν· «Οὐ συμφέρει γαμῆσαι.» Τοῦτο δέ ἐστι τὸ μηδένα ἑαυτοῦ κύριον εἶναι τῶν γεγαμηκότων. Καὶ οὐκέτι τοῦτο ἐν παραινέσεως τάξει καὶ συμβουλῆς εἰσηγεῖται ἀλλ' ἐν ἐπιτάγματος καὶ ἐντολῆς ἀνάγκῃ. Τὸ μὲν γαμεῖν ἢ μὴ γαμεῖν ἐφ' ἡμῖν· τὸ δὲ μὴ ἑκόντας ἀλλ' ἄκοντας φέρειν τὴν δουλείαν, οὐκ ἐφ' ἡμῖν. Τί δήποτε; Ὅτι οὐκ ἀγνοοῦντες ταύτην εἱλόμεθα τὴν ἀρχὴν ἀλλὰ καὶ σφόδρα αὐτῆς ἐπιστάμενοι τὰ δικαιώματα καὶ τοὺς νόμους, ἑκόντες