28
42 Περὶ τῆς τοῦ Παύλου ταπεινοφροσύνης. Οὐ γὰρ εἶπε· δίδωμι γνώμην ὡς πιστευθεὶς τὸ εὐαγγέλιον, ὡς ἀξιωθεὶς εἶναι κῆρυξ τῶν ἐθνῶν, ὡς προστασίαν τὴν ὑμετέραν ἐγχειρισθείς, ὡς διδάσκαλος καὶ καθηγητής, ἀλλὰ τί; «Ὡς ἠλεημένος», φησίν, «ὑπὸ κυρίου πιστὸς εἶναι» καὶ τὸ ἔλαττον θείς. Ἔλαττον γὰρ τοῦ διδάσκαλον εἶναι τῶν πιστῶν τὸ μόνον εἶναι πιστόν. Καὶ ἑτέραν ἐπινοεῖ πάλιν ταπείνωσιν. Ποίαν δὲ ταύτην; Οὐκ εἶπεν· ὡς γενόμενος πιστός, ἀλλ' «Ὡς ἠλεημένος εἶναι πιστός.» Μὴ γὰρ τὴν ἀποστολὴν καὶ τὸ κήρυγμα καὶ τὴν διδασκαλίαν μόνον νομίσῃς τῆς δωρεᾶς εἶναι τοῦ Θεοῦ· καὶ γὰρ αὐτὸ τὸ πιστεῦσαι ἀπὸ τοῦ ἐλέους μοι γέγονεν ἐκείνου. Οὐ γὰρ ἐπειδὴ ἄξιος ἤμην, φησί, κατηξιώθην τῆς πίστεως ἀλλ' ἐπειδὴ ἠλεήθην μόνον· ὁ δὲ ἔλεος χάριτός ἐστιν, οὐ τοῦ κατ' ἀξίαν. Ὥστε εἰ μὴ ἦν σφόδρα εὔσπλαγχνος ὁ Θεός, οὐ μόνον ἀπόστολος ἀλλ' οὔτε πιστὸς ἠδυνήθην ἂν γενέσθαι ποτέ. Εἶδες εὐγνωμοσύνην οἰκέτου καὶ συντετριμμένην καρδίαν; Πῶς οὐδὲν πλέον ἑαυτῷ δίδωσι τῶν λοιπῶν ἀλλὰ καὶ τοῦτο ὃ κοινὸν αὐτῷ καὶ τοῖς μαθηταῖς ἦν, τὸ τῆς πίστεως οὐκ αὐτοῦ φησιν εἶναι ἀλλὰ τοῦ ἐλέους καὶ τῆς χάριτος τοῦ Θεοῦ, ταὐτὸν ἐμφαίνων διὰ τῶν ῥημάτων τούτων, οἱόνως ἔλεγε· μὴ ἀπαξιώσητε συμβουλὴν δέξασθαι παρ' ἐμοῦ· οὐδὲ γὰρ ὁ Θεὸς ἀπηξίωσέ με τοῦ ἐλέους τοῦ παρ' αὐτοῦ. Ἄλλως τε ὅτι καὶ γνώμη τὸ πρᾶγμά ἐστιν, οὐκ ἐπίταγμα· συμβουλεύω γὰρ, οὐ νομοθετῶ. Τὸ δὲ τὰ παραστάντα ἑκάστῳ συμφέροντα φέρειν εἰς μέσον καὶ προτιθέναι οὐδεὶς κωλύσειεν ἂν νόμος καὶ μάλιστα ὅταν ἐξ αἰτήσεως τοῦτο γίνηται τῶν ἀκροατῶν καθάπερ καὶ ἐφ' ὑμῶν. «Νομίζω», οὖν φησι, «τοῦτο καλὸν ὑπάρχειν.» Ὁρᾷς πάλιν ὑφειμένον τὸν λόγον καὶ πάσης ἔρημον ἐξουσίας; Καίτοι γε ἐνῆν οὕτως εἰπεῖν· ἐπειδὴ ὁ κύριος οὐκ ἐπέταξε παρθενίαν, διὰ τοῦτο οὐδὲ ἐγώ. Συμβουλεύω δὲ ὑμῖν καὶ παραινῶ τοῦτο ζηλοῦν, καὶ γὰρ ἀπόστολος ὑμῶν εἰμι. Καθάπερ καὶ μετὰ ταῦτα διαλεγόμενος αὐτοῖς ἔλεγεν· «Εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμι.» Ἀλλ' ἐνταῦθα οὐδὲν τούτων φθέγγεται ἀλλὰ μετὰ πολλῆς φειδοῦς τοῖς ῥήμασι κέχρηται, ἀντὶ μὲν τοῦ συμβουλεύω «Γνώμην δίδωμι» λέγων, ἀντὶ δὲ τοῦ ὡς διδάσκαλος «Ὡς ἡλεημένος ὑπὸ κυρίου πιστὸς εἶναι.» Καὶ ὥσπερ οὐδὲ τούτων ἀρκούντων πρὸς τὸ συνεσταλμένον ποιῆσαι τὸν λόγον ἀρχόμενος τῆς συμβουλῆς ὑποτέμνεται πάλιν τὴν ἐξουσίαν οὐχ ἁπλῶς ἀποφαινόμενος ἀλλὰ καὶ αἰτίαν προστιθείς. «Νομίζω» γὰρ «τοῦτο καλὸν ὑπάρχειν», φησί, «διὰ τὴν ἐνεστῶσαν ἀνάγκην.» Καίτοι γε ὅτε περὶ ἐγκρατείας διελέγετο οὔτε τὸ νομίζω τέθεικεν οὔτε αἰτίαν τινὰ ἀλλ' ἁπλῶς «Καλόν ἐστιν αὐτοῖς ἐὰν μείνωσιν ὡς κἀγώ·» ἐνταῦθα δὲ «Νομίζω οὖν τοῦτο εἶναι καλὸν διὰ τὴν ἐνεστῶσαν ἀνάγκην.» Τοῦτο δὲ ποιεῖ οὐκ ἀμφιβάλλων περὶ τοῦ πράγματος-ἄπαγε-ἀλλὰ τῇ τῶν ἀκουόντων κρίσει τὸ πᾶν ἐπιτρέψαι βουλόμενος. Τοιοῦτον γὰρ ὁ σύμβουλος οὐκ αὐτὸς τοῖς λεγομένοις ψηφίζεται ἀλλὰ τὸ πᾶν ὑπὸ τὴν κρίσιν ἀφίησι κεῖσθαι τῶν ἀκροατῶν.
43 Ποίαν ὁ Παῦλος ἐνεστῶσαν λέγει ἀνάγκην. Ποίαν δὲ καὶ ἀνάγκην ἐνταῦθά φησιν; Ἆρα τὴν ἀπὸ τῆς φύσεως; Οὐδαμῶς. Πρῶτον μὲν γὰρ εἰ ταύτην ἔλεγε, τοὐναντίον ἂν ὅπερ ἐβούλετο κατεσκεύασε μεμνημένος αὐτῆς. Οἱ γὰρ βουλόμενοι γαμεῖν ταύτην ἄνω καὶ κάτω στρέφουσι. ∆εύτερον δὲ οὐκ ἂν αὐτὴν ἐνεστῶσαν ἐκάλεσεν. Οὐ γὰρ νῦν πρῶτον ἀλλ' ἄνωθεν εἰς τὸ τῶν ἀνθρώπων κατεφυτεύθη γένος καὶ πάλαι μὲν χαλεπωτέρα καὶ ἀτιθάσευτος ἦν, παραγενομένου δὲ τοῦ Χριστοῦ καὶ τῆς ἀρετῆς ἐπιδοθείσης εὐκαταγώνιστος γέγονεν, ὥστε οὐ περὶ ταύτης ὁ λόγος αὐτῷ ἀλλ' ἑτέραν τινὰ αἰνίττεται πολύτροπον καὶ πολυειδῆ. Τίς οὖν ἐστιν αὕτη; Ἡ τῶν ἐν τῷ βίῳ πραγμάτων διαστροφή. Τοσαύτη γάρ ἐστιν ἡ σύγχυσις, τοσαύτη τῶν φροντίδων ἡ τυραννίς, τοσοῦτος ὁ τῶν περιστάσεων ὄχλος ὡς καὶ ἄκοντα πολλάκις ἀναγκάζεσθαι τὸν γεγαμηκότα ἁμαρτάνειν καὶ πλημμελεῖν.