1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

29

Πατέρα τὸν Θεὸν, δείκνυσιν, ὡς τὸ «μείζων» κατὰ τὴν ἐνανθρώπησίν ἐστιν. Καὶ ἐξ ὑποδείγματος δὲ ῥᾷον ὑποστῆναι τοῦ μὴ κατὰ τὴν θεότητα εἰρῆσθαι τὸ «μείζων.» Ὁ γὰρ Κύριος φησίν· «Ἀμὴν λέγω ὑμῖν οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ βαπτιστοῦ» Ἀλλ' οὐχ ὡς ἐξ ἑτέρας μείζονος φύσεως ὄντα, ἢ κατ' ἀνθρώπους, ἔλεγε μείζονα εἶναι αὐτόν· πάντες γὰρ οἱ ἀρετῆς μεταποιούμενοι, ἢ ἐξισοῦντο αὐτῷ, ἤ τι ἀπελείποντο· οὐδὲ ὡς δυνάμει κρείττονος, ἢ χρόνῳ πλείονι εἰληφότος τὴν γένεσιν· αὐτὸς μὲν γὰρ τῇ ἐν κόσμῳ ζωῇ διέμεινεν ἔτη λʹ· ἦσαν δὲ οἱ τῇ τοῦ σώματος ῥώμῃ καὶ τῷ πλήθει τῶν ἐτῶν ὑπερβάλλοντες αὐτόν. Ἀλλ' οὐ ταύτῃ κρείττονα τῶν ἀνθρώπων ἔλεγεν. ἀλλὰ τῇ προφητείᾳ, ἣν μάλιστα ἔνθεον αὐτὸς ἐδέξατο. Καὶ πάλιν· «Ὁ δὲ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μικρότερος, μείζων αὐτοῦ ἐστιν.» Ἔλεγε δὲ περὶ Ἰωάννου τοῦ ἀποστόλου, τοῦ χρόνοις μὲν μικροτέρου Ἰωάννου τοῦ Προδρόμου, τῇ δὲ ἀξίᾳ τῆς ἀποστολῆς μείζονος. «Ἔθετο γὰρ ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ,» ὡς Παῦλος γράφει, «πρῶτον ἀποστόλους, ἔπειτα προφήτας.» Εἶπε δὲ, «Ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μικρότερος,» διὰ τὸ ἐν βίβλῳ ζώντων πάντων τὰ ὀνόματα γράφεσθαι, καὶ ὡς μεταγενεστέρου εἰκότως ὕστερον τετάχθαι τὸ αὐτοῦ ὄνομα. Τινὲς δὲ τὸ μέρος τοῦτο, περὶ τοῦ ∆εσπότου ἐνόησαν, μικρότερον μὲν κατὰ τὴν τοῦ δούλου μορφὴν, καθ' ἣν ἥσσων προφητῶν καὶ ἱερέων ὑπωπτεύετο τυγχάνειν, μείζονα δὲ κατὰ τὴν θεότητα Ὥστε καὶ κατὰ ταῦτα τὸ «μείζων» καὶ τὸ «πέμψας» τῷ πρὸς τὸν Πατέρα ὁμοουσίῳ μείωσιν οὐ ποιεῖ. Καὶ ὅπερ δὲ εἴρηται πρὸ βραχέος, δοκεῖ πως ὁ κομψίᾳ λόγων χρώμενος, καὶ ὁ ἑαυτῷ ἀεὶ ἀπονέμων τὰ πρωτεῖα καὶ τιμὴν ἀπαιτῶν, οἴησιν ἔχειν· ἡ δὲ οἴησις, ὑπερηφανία τίς ἐστιν. Οὐδὲν δὲ πρὸ τῆς ὑπερηφανίας ἠτίμασεν· οὐδὲ γὰρ μείζονος μᾶλλον μέλει τῷ Θεῷ, ἣ μήποτε πλέον τοῦ μικροτέρου. Ἔχει γὰρ ἅπαξ, κἂν αὐτὸς μὴ λέγῃ, σύμφυτον τὸ μεῖζον· καὶ οὐδεὶς τῶν εὐγνωμόνων περὶ τούτου ἀμφισβητεῖ. ∆ι' ἃ δή φησιν· «Ἐὰν ἐγὼ ἐμαυτῷ μαρτυρῶ, ἡ μαρτυρία μου 39.888 οὐκ ἔστιν ἀληθής· ἔστιν ὁ Πατήρ μου ὁ μαρτυρῶν μοι.» Ἀλλ' ἵνα μὴ καὶ τοῦτο πρὸς σμικρότητος αὐτοῦ νομισθείη, ἑτέρωθι λέγει· «Κἂν ἐγὼ μαρτυρῶ ἐμαυτῷ, ἡ μαρτυρία μου ἀληθής ἐστιν» Καὶ ἐν τῷ πρώτῳ δὲ λόγῳ ἱκανῶς ἐδείχθη περὶ τοῦ «μείζων,» μήτε κατ' οὐσίαν, ἢ δύναμιν, ἢ δόξαν τὴν ἄνω εἰρῆσθαι. Φασὶν δὲ καὶ οἱ παρ' Ἕλλησιν δόκιμοι Ἀθάνατος δὲ Θεὸς πανυπέρτατος αἰθέρι ναίων, Ἄφθιτος, ἀστυφέλικτος, ἀΐδιος, αἰὲν ὅμοιος. ΚΕΦ. ΙΘʹ. Οὐκ ἐνόησαν, ὡς ἔστιν ἐπὶ τῶν ἀκροτάτων καὶ ἀπερινοήτων ὑποστάσεων θέμις, καὶ τὸ, «Ὁ Πατὴρ ἐντολήν μοι δέδωκεν, τί εἴπω, καὶ τί λαλήσω.» Περὶ δὲ τοῦ ἁγίου Πνεύματος· «Ἀφ' ἑαυτοῦ οὐ λαλήσει, ἀλλ' ἐκ τοῦ ἐμοῦ λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν·» καὶ ἑτέρωθι· «Ἐγὼ ἀπ' ἐμαυτοῦ οὐκ ἐλάλησα·» καὶ πάλιν· «Καθὼς ἐνετείλατό μοι ὁ Πατὴρ, οὕτως ποιῶ·» καὶ πάλιν· «Ὁ λόγος ὂν ἀκούετε, οὐκ ἔστιν ἐμὸς, ἀλλὰ τοῦ πέμψαντός με·» καὶ ὅσα τοιαῦτα. Τοιούτοις γὰρ ἐχρήσατο ῥήμασιν ὁ ∆εσπότης, ὡς λόγος ὢν τοῦ Πατρὸς, ἐνδείξασθαι ἡμῖν βουλόμενος τὴν ἕνωσιν τῆς φύσεως, καὶ τὴν ἄῤῥητον συμφωνίαν τῆς ἁγίας Τριάδος, καὶ ὡς κοινὰ αὐτῆς ἐστι τὰ διδάγματα, καὶ οὐ διεστῶτα. Πᾶν γὰρ κτίσμα, ἐὰν ᾖ λογικὸν, ἔχει θέλημα ἴδιον· ὃ, ὡς γέγραπται, κατασιγάζει, ἵνα τὸ τοῦ Θεοῦ θέλημα εἴπῃ. ∆ιὸ ποτὲ μὲν τὰ ἑαυτοῦ λαλεῖ καὶ ποιεῖ, ποτὲ δὲ τὰ τοῦ Θεοῦ· καὶ εἰς ἔνια μὲν συμπνέει τῷ ὁμοίῳ ἀνθρώπῳ· εἰς ἔνια δὲ, ἕτερα βούλεται. Ὁ γὰρ Θεὸς Λόγος ἐξουσιαστὴς ὢν καὶ σοφία, ἔτι μὴν καὶ τὸ ἅγιον Πνεῦμα τοῦ Θεοῦ ἐκπορευόμενον παρ' αὐτοῦ, καὶ κατὰ τὸν Ἀπόστολον, ἐρευνῶν τὰ βάθη αὐτοῦ, καὶ μόνον εἰδὸς τὰ τοῦ Θεοῦ, κατ' ἐξουσίαν παρέχον τὰς θείας δωρεὰς, οὐκ ἀναμένει ἀκοῦσαι, καὶ οὕτως εἰπεῖν, ἢ ποιῆσαι, ὡς τὰ κτίσματα· ἅπερ πέφυκεν οὐ μόνον τοῦ Θεοῦ τὸ θέλημα ἀγνοεῖν, ἀλλ' ἔσθ' ὅτε καὶ μὴ ποιεῖν· ὡς ἡνίκα λέγῃ, ὁ μὲν Ἀβραὰμ ἐνδοιάζων· «Μή τι, Κύριε, ἐὰν λαλήσω;» Ὁ δὲ Μωϋσῆς παραιτούμενος· «Ἰσχνόφωνος καὶ βραδύγλωσσός εἰμι ἐγώ·» καὶ, «∆έομαι, Κύριε· οὐ δύναμαι μόνος