30
φέρειν τὸ βάρος τοῦ λαοῦ τούτου· προχείρισαι ἄλλον σεαυτῷ.» Καὶ Ἀαρὼν καὶ Μαριὰμ οἰκείᾳ κινήσει ἐθρασύνθησαν κατὰ Μωϋσέως, ὅτε καὶ ἐλεπρίασεν ἡ Μαριὰμ, καὶ ὠργίσθη θυμῷ Κύριος. Ἀλλὰ καὶ ∆αυῒδ, τὸ ἑαυτοῦ θέλημα ποιῶν, καὶ ἀριθμῶν τὸν λαὸν, ἐπιτιμᾶται. Καὶ 39.889 Ἱερεμίας δὲ, παρὰ σκοπὸν τοῦ ἀνεξικάκου καὶ ἀμνησικάκου Θεοῦ εἰπών· «Νεώτερός εἰμι ἐγὼ, καὶ οὐ δύναμαι προφητεύειν,» ἀκούει· «Μὴ λέγε, ὅτι Νεώτερός εἰμι ἐγώ.» Καὶ ὁ Ἰωνᾶς δὲ, ἴδιον, καὶ οὐ τοῦ Θεοῦ ποιῶν θέλημα, πλοίῳ ἐπιβὰς, φεύγει εἰς Θαρσεῖς ἐκ προσώπου τοῦ πανταχοῦ ὄντος Κυρίου. Καὶ Παῦλος περὶ τῶν ἀποστόλων Γαλάταις φησίν· «Ἀλλ' ὅτε ἴδον, ὅτι οὐκ ὀρθοποδοῦσιν πρὸς τὴν ἀλήθειαν τοῦ Εὐαγγελίου, εἶπον τῷ Κηφᾷ ἔμπροσθεν πάντων» τάδε. Ἵνα δὲ πληροφορηθῶσιν οἱ ἄπιστοι, εἴγε δὴ ἄρα καὶ πληροφορηθῶσιν, ἀνάγκη μακρῦναι τὸν λόγον. Πρὸ τῆς ἐν κόσμῳ παρουσίας τοῦ Υἱοῦ τοῦ Θεοῦ, ἐφάνησαν ψευδόχριστοι καὶ ψευδοπροφῆται, ὡς Ἰούδας ὁ Γαλιλαῖος, καθὼς ἔχουσιν αἱ Πράξεις τῶν ἀποστόλων, πλανῶντες, καὶ οὐ τὰ τοῦ Θεοῦ καὶ τοῦ νόμου αὐτοῦ διδάσκοντες· περὶ ὧν καὶ Ἰεζεκιὴλ προφητεύει· «Ζῶ ἐγὼ, λέγει Κύριος· ἐπὶ τοὺς προφήτας, τοὺς πλανῶντας τὸν λαόν μου, οὐκ ἀπέστειλα αὐτούς· ἀφ' ἑαυτῶν ἐλάλησαν.» Ἐλθὼν τοίνυν ὁ ἀληθινὸς Χριστὸς, ὑπενοήθη πλάνος. Ἔχει γὰρ τὸ Εὐαγγέλιον, ὡς ἐν τῇ ἑορτῇ τῶν Σκηνοπηγίων ἐζήτουν τὸν Ἰησοῦν οἱ ὄχλοι, λέγοντες· «Ποῦ ἔστιν; Καὶ ἦν περὶ αὐτοῦ διαφωνία· οἱ μὲν ἔλεγον· Ἀγαθός ἐστιν· ἄλλοι ἔλεγον· Οὐχί· πλανᾷ τὸν ὄχλον.» Καὶ πάλιν οἱ ἀρχιερεῖς λέγουσι τῷ Πιλάτῳ· «Οἴδαμεν, Κύριε, ὅτι εἶπεν ὁ πλάνος ἐκεῖνος ἔτι ζῶν· Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι.» Εἶπεν οὖν ὁ Σωτὴρ, περὶ μὲν ἐκείνων οὕτως· «Ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται ἦσαν καὶ λῃσταί· ἀλλ' οὐκ ἤκουσεν αὐτῶν τὰ πρόβατα. Τὰ ἐμὰ πρόβατα τῆς ἐμῆς φωνῆς ἀκούουσιν, καὶ γνωρίζει τὴν φωνήν μου, καὶ ἀκολουθεῖ μοι·» περὶ δὲ ἑαυτοῦ· «Ἐγὼ ἀπ' ἐμαυτοῦ οὐ λαλῶ·» ὡς ἐκεῖνοι δῆλον ὅτι. Προειδὼς δὲ καὶ τὰ μέλλοντα, ὡς Θεὸς, καὶ ὅτι μετὰ τὴν ἐν οὐρανοῖς ἄνοδον αὐτοῦ, καὶ τὴν τοῦ ἁγίου Πνεύματος ἐπιδημίαν, ἔσονται πάλιν πλάνοι, ὡς Σίμων, ὡς Μοντανὸς, ὡς Μανιχαῖος, προησφαλίσατο εἰπών· «Ὅταν ἔλθῃ ὁ Παράκλητος, τὸ 39.892 Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ἐκεῖνος ὑμᾶς ἀναμνήσει τὰ ῥήματά μου, καὶ ὁδηγήσει ὑμᾶς πρὸς πᾶσαν τὴν ἀλήθειαν· ἀφ' ἑαυτοῦ οὐ λαλήσει·» ἀντὶ τοῦ, Τῷ ἁγίῳ Πνεύματι μὴ ἀπιστήσητε, τὰ αὐτὰ λέγοντι καὶ διδάσκοντι, ἅπερ ἐγώ· Οὐ γὰρ ἑτερόβουλον, οὐδ' ἑτεροούσιον· τοῖς δὲ Πνεῦμα ἅγιον λέγουσιν ἔχειν, καὶ μὴ λαλοῦσι τὰ ἐμὰ καὶ τὰ τῶν προφητῶν, μὴ πιστεύσητε· μή τε μὴν ἀνάσχησθε Μανιχαίου, μὴ προσιεμένου τὴν Παλαιὰν ∆ιαθήκην, ἀλλ' ἀπανθρωπίαν καταψηφιζομένου τοῦ ἀγαθοῦ Πατρὸς, τοῦ σὺν ἐμοὶ λαλοῦντος καὶ ποιοῦντος τὰ φιλάνθρωπα. Πρὸς τούτοις, Λόγος ὢν τοῦ Θεοῦ ἐνυπόστατος ὁ Υἱὸς, καὶ ὢν ἐν τῷ Πατρὶ, καὶ τὸν Πατέρα ἔχων ἐν ἑαυτῷ, εἰκότως ἀφ' ἑαυτοῦ οὐ λαλεῖ· ἀλλ', ὡς προγέγραπται, τὰ τοῦ Θεοῦ λαλεῖ, ἅτε δὴ Θεὸς ἄῤῥητος βλέπων εἰς τὸ θέλημα τοῦ Πατρός· καὶ τὸ ἅγιον Πνεῦμα ὁμοίως, ἅτε θεῖον Πνεῦμα. Νοητέον καὶ ἄλλως· Τοῦ Λόγου τοῦ Πατρὸς φάσκοντος· «Τὸ Πνεῦμα ἀφ' ἑαυτοῦ οὐ λαλήσει, ἀλλ' ἐκ τοῦ ἐμοῦ λήψεται·» ὁρᾶται ὁ σύνδεσμος τῆς οὐσίας, καὶ τοῦ ἑνὸς θελήματος τῆς Τριάδος. Οὐκ εἰπόντος δὲ αὐτοῦ, Ἀφ' ἑαυτοῦ οὐ λαλεῖ, ἀλλ', «οὐ λαλήσει,» δείκνυται, ὡς ἐπί τινι καιρῷ καὶ πράγματι ἐλέχθη τὸ, «οἱ λαλήσει.» Ἐπείτοι τῷ Μωϋσεῖ, ὡς προείρηται, παραιτουμένῳ λέγει ὁ Θεός· «Ἐπίλεξαι ἐβδομήκοντα πρεσβυτέρους, καὶ λήψομαι ἀπὸ τοῦ Πνεύματος τοῦ ἐν σοὶ, καὶ δώσω ἐπ' αὐτούς·» καὶ ὅμως οὐχ ὡς ἐνδεὴς ἐλάμβανεν ἀπὸ τοῦ Πνεύματος τοῦ ὄντος ἐν τῷ Μωϋσεῖ. Πάλιν γοῦν ἄλλοτε ἐξουσιαστικῶς καὶ δεσποτικῶς ποιεῖν καὶ φθέγγεσθαι τὸν Μονογενῆ καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ μαρτυρεῖ ἡ Γραφὴ οὑτωσί· περὶ μὲν τοῦ Υἱοῦ, ὡς ἡνίκα λέγῃ ∆αυΐδ· «Ὁ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ πάντα, ὅσα ἠθέλησεν, ἐποίησεν·» Ἡσαΐας δέ· «Ἰσχυρὸς ἐξουσιαστής·» καὶ ὡς ὅτε κατ' ἐξουσίαν