1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

31

ἐνεργεῖ θείαν δύναμιν, καὶ θαύματα ἐπετέλει, ὡς προελέχθη. Περὶ δὲ τοῦ ἁγίου Πνεύματος, ὡς ἡνίκα ὁ Κύριος διδάσκῃ· «Τὸ Πνεῦμα ὄπου θέλει πνεῖ·» Παῦλος δέ· «Πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται.» 39.893

ΚΕΦ. Κʹ. Ἀποτίθεσθαι τὸν Μονογενῆ τὴν βασιλείαν, καὶ μὴ εἶναι βασιλέα

αἰώνιον, ὑποτάσσεσθαί τε τῷ Θεῷ, ὥς τινα ἀντίθεον ἵλεως δὲ ἡμῖν ἔστω, καὶ εἶναι μόνον «τὰ πάντα ἐν πᾶσι» τὸν Πατέρα φαντάζονται, ἀφ' ὧν Κορινθίοις Παῦλος ἔγραψε τοιάδε· «Ὅταν παραδιδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρὶ, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν, καὶ ἐξουσίαν, καὶ δύναμιν· δεῖ γὰρ αὐτὸν βασιλεύειν, ἄχρις οὗ ἂν θῇ πάντας τοὺς ἐχθροὺς αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ. Ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος· πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὑτοῦ. Ὅταν δὲ εἴπῃ· Τὰ πάντα ὑποτέτακται, δῆλον, ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα· ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν.» Καὶ εἰς τοῦτο δὲ, ὅτι περὶ τὴν τοῦ δούλου μορφὴν ἑλεῖσθαι ὀφείλομεν τὸν νοῦν ἀκριβῶς· εἴ γέ τις ἀναλογιζόμενος ὅπερ εἰ θεϊκῶς ὑποτάσσεται, ἀπ' ἀρχῆς ἂν ὑπετέτακτο. Ἔτι δὲ καὶ ἐκ τῆς προφητείας ∆ανιὴλ, ἐχούσης ὧδέ πως κατὰ λέξιν· «Ἐθεώρουν ἐν ὁράματι τῆς νυκτὸς, καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ, ὡς Υἱὸς ἀνθρώπου ἐρχόμενος, καὶ ἕως τοῦ Παλαιοῦ τῶν ἡμερῶν ἔφθασεν· καὶ προσήχθη αὐτῷ, καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ, καὶ ἡ τιμὴ, καὶ ἡ βασιλεία· καὶ πάντες οἱ λαοὶ, φυλαὶ, γλῶσσαι δουλεύσουσιν αὐτῷ· ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος, ἥτις οὐ παρελεύσεται· καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται.» Παλαιὸν γὰρ ἡμερῶν τὸν Πατέρα λέγει· ὡς Υἱὸν δὲ ἀνθρώπου προσαχθέντα αὐτῷ, ᾧτινι ἐδόθη ἡ ἀρχὴ, καὶ ἡ τιμὴ, καὶ ἡ βασιλεία, τὸν σύμμορφον τῆς ταπεινώσεως ἡμῶν δηλοῖ. Ἐὰν οὖν μὴ δώσωσι, διὰ τοῦτο εἰρῆσθαι τῷ Ἀποστόλῳ καὶ τῷ προφήτῃ τὰ προκείμενα, λείπεται αὐτοὺς παραγράψασθαι τὸν ἕτερον. Ἀπὸ γὰρ τοῦ ἀποστολικοῦ ῥητοῦ, νῦν μὲν βασιλεύει ὁ Υἱὸς, μετὰ δὲ τὴν ἀνάστασιν ἀποτίθεται, κατ' αὐτούς. Ἀπὸ δὲ τῆς προφητείας, νῦν μὲν οὔπω βασιλεύει ὁ Βασιλεὺς τῶν βασιλευόντων καὶ Κύριος τῶν κυριευόντων, τότε δὲ ἄρχεται, μετὰ τοῦτο ἔμπαλιν φαίνεσθαι ἐπὶ τοῦ Θεοῦ καὶ Πατρός. Εὑρίσκεσθαι δὲ πρὸς τούτοις, ὅτι τῇ μὲν Παρθένῳ Μητρὶ αὐτοῦ καὶ τῷ Ἰωσὴφ ὑπετάγη εἰς τὴν οἰκονομίαν, ἑκὼν δὲ δῆλον ὅτι, καὶ οὐκ ἀνάγκῃ, οὐδὲ καταβάλλων τι τοῦ βασιλικοῦ γέρως, μᾶλλον δὲ τῇ συγκαταβάσει δεικνὺς τὸ ὑπέρογκον τῆς θεότητος, καὶ τὸ πρᾶον τῆς ∆ημιουργοῦ δυνάμεως, καὶ οἰκονομῶν τὸ ἡμᾶς πατράσι πείθεσθαι· οἷς 39.896 τὸ τιμᾶσθαι δικαίως δέδωκεν αὐτὸς ὡς παρὰ Λουκᾷ εἶπεν· «Τί ὅτι ἐζητεῖτέ με· Οὐκ ᾔδειτε ὅτι ἐν τῷ οἴκῳ τοῦ Πατρός μου δεῖ με εἶναι, Καὶ κατῆλθε,» φησὶν, «εἰς Ναζαρὲθ, καὶ ἦν ὑποτασσόμενος αὐτοῖς.» Τῷ δὲ Πατρὶ καὶ τῷ Θεῷ οὐδέπω. κατ' αὐτοὺς, ὑπετάγη· καὶ ἐψεύσθη μὲν παρὰ Παύλου, Φιλιππησίοις ἐπιστέλλοντος· «Γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ» Ὥσπερ οὖν ἴσα Θεῷ καὶ ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐ δι' ἑαυτὸν, ἀλλ' ὑπὲρ ἡμῶν, ἁμαρτία γέγονε, καὶ κατάρα· οὕτως, οὐ δι' ἑαυτὸν, ἀλλὰ δι' ἡμᾶς γέγραπται παραδώσων καὶ ὑποταγησόμενος· ἐπειδὴ διὰ φιλανθρωπίαν γέγονεν ἀσυγχύτως, ὅπερ ἐσμὲν, ἐκτὸς ἁμαρτίας, μείνας εἷς καὶ ὁ αὐτός. Πῶς γὰρ ὁ πάντων ποιητὴς καὶ πάντων κρατῶν· ἐν τοῖς πᾶσι δὲ τίθενται καὶ οἱ αἰῶνες, ὁ προφητευθεὶς πρῶτος, καὶ εἰς τὰ ἐφεξῆς, καὶ Παντοκράτωρ, δύναται εἰς τοὺς ἐφεξῆς αἰῶνας μὴ κρατεῖν καὶ βασιλεύειν σὺν Πατρὶ καὶ Πνεύματι, καθὰ καὶ νῦν, καὶ ἀεί. Ὅτι δὲ ἀτελεύτητος αὐτοῦ ἡ βασιλεία ὑπάρχει μία γάρ ἐστιν ἀδιαίρετος τῆς Τριάδος, ἐν τῷ πρώτῳ λόγῳ ἐμαρτυρήθη ἐξεργαστικώτερον, ἐν οἷς Γαβριὴλ εὖγε φαίνεται εἰρηκώς· «Βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰσραὴλ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ