31
δυναμένην μόνον ταύτην ἄν τις ἐν τοῖς μεγάλοις ἐπάγηται συνεργὸν οὐ μόνον οὐδὲν ὤνησεν ἀλλὰ καὶ συνεπόδισεν αὐτὸν ταῖς φροντίσι.
47 Πῶς ἐν τοῖς πνευματικοῖς ἡ γυνὴ βοηθός. Τί οὖν ἀντεροῦμεν τῷ Παύλῳ, φησί, λέγοντι· «Τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις;» Ἀλλὰ καὶ τὴν βοήθειαν αὐτῆς ἀναγκαίαν καὶ ἐν τοῖς πνευματικοῖς ἀποφαίνοντι; Καὶ ἐγὼ τοῦτο συνομολογῶ. Οὐδὲ γὰρ αὐτὴν παντελῶς ἐκκόπτω τῆς ἐν τοῖς πνευματικοῖς συμμαχίας μὴ γένοιτο, ἀλλὰ τότε φημὶ ταῦτα αὐτὴν κατορθοῦν, ὅταν μὴ τὰ τοῦ γάμου πράττῃ ἀλλὰ μένουσα τῇ φύσει γυνὴ πρὸς τὴν τῶν μακαρίων ἀνδρῶν ἀρετὴν διαβαίνῃ. Οὐ γὰρ καλλωπιζομένη οὐδὲ τρυφῶσα οὐδὲ προσόδους ἀπαιτοῦσα τὸν ἄνδρα χρημάτων οὐδὲ πολυτελὴς γινομένη καὶ δαπανηρά, οὕτως αὐτὸν δυνήσεται ἐπαγαγέσθαι· ἀλλ' ὅταν ἀνωτέρω γενομένη πάντων τῶν παρόντων πραγμάτων καὶ τὸν ἀποστολικὸν ἐν ἑαυτῇ χαρακτηρίσασα βίον, πολλὴν μὲν τὴν ἐπιείκειαν, πολλὴν δὲ τὴν κοσμιότητα, πολλὴν δὲ τὴν τῶν χρημάτων ὑπεροψίαν καὶ τὴν ἀνεξικακίαν ἐπιδεικνύηται, τότε αὐτὸν δυνήσεται ἑλεῖν, ὅταν λέγῃ· «Ἔχοντες δὲ τροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα», ὅταν διὰ τῶν ἔργων ταῦτα φιλοσοφῇ καὶ τοῦ σωματικοῦ θανάτου καταγελῶσα μηδὲν εἶναι λέγῃ τὴν παροῦσαν ζωήν, ὅταν πᾶσαν τοῦ βίου τούτου τὴν δόξαν κατὰ τὸν προφήτην ἄνθος εἶναι χόρτου νομίζῃ. Οὐ γὰρ παρὰ τὸ συνεῖναι καθάπερ γυνὴ τούτῳ σῶσαι τὸν ἄνδρα δυνήσεται ἀλλὰ τῷ τὸν εὐαγγελικὸν ἐπιδείκνυσθαι βίον· ἐπεὶ καὶ γάμου χωρὶς ἐποίησαν τοῦτο πολλαὶ γυναῖκες. Ἡ γὰρ Πρίσκιλλα τὸν Ἀπολλὼ προσλαβομένη, φησί, πρὸς πᾶσαν ἐχειραγώγησε τῆς ἀληθείας τὴν ὁδόν. Εἰ δὲ νῦν τοῦτο οὐκ ἐφεῖται, ἐπὶ τῶν γυναικῶν τὴν αὐτὴν ἔνεστιν ἐπιδείξασθαι σπουδὴν καὶ τὸ αὐτὸ κέρδος καρπώσασθαι. Καὶ γάρ, ὅπερ ἔφθην εἰπών, οὐδὲ ἐκείνη διὰ τὸ γυνὴ εἶναι τὸν ἄνδρα ἐφέλκεται, ἐπεὶ οὐδὲν ἂν ἐκώλυσε μηδένα τῶν ἐχόντων γυναῖκα πιστὴν ἄπιστον μένειν, εἴ γε ἡ συνουσία καὶ τὸ συνοικεῖν τὸ πρᾶγμα κατώρθου. Ἀλλ' οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν, ἀλλὰ τὸ πολλὴν ἐπιδείκνυσθαι τὴν φιλοσοφίαν καὶ τὴν ὑπομονὴν καὶ τῶν τοῦ γάμου περιστάσεων καταγελᾶν καὶ τοῦτο ἔργον τίθεσθαι διηνεκῶς, τοῦτό ἐστι τὸ ποιοῦν τὴν τοῦ συνοικοῦντος σωθῆναι ψυχήν· ὡς ἐὰν ἐπιμένῃ τὰ τῶν γυναικῶν ἐπιζητοῦσα, οὐ μόνον οὐδὲν ἂν αὐτὸν ὤνησεν ἀλλὰ καὶ κατέβλαψεν. Ὅτι δὲ καὶ οὕτως τῶν σφόδρα δυσκόλων τὸ πρᾶγμά ἐστιν, ἄκουσον τί φησι· «Τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις;» Τούτῳ δὲ τῷ τρόπῳ τῆς ἐρωτήσεως κεχρῆσθαι ἐπὶ τῶν παραδόξως συμβαινόντων εἰώθαμεν. Τί δὲ μετὰ ταῦτά φησι; «∆έδεσαι γυναικί; Μὴ ζήτει λύσιν· λέλυσαι ἀπὸ γυναικός; Μὴ ζήτει γυναῖκα.» Ὁρᾷς πῶς συνεχῶς ποιεῖται τὰς μεταβάσεις καὶ πολλὴν καὶ δι' ὀλίγου τῆς παραινέσεως ἑκατέρας τὴν μίξιν; Ὥσπερ γὰρ ἐν τοῖς περὶ τοῦ γάμου λόγοις καὶ τοὺς τῆς ἐγκρατείας ἐνέβαλε μεταξὺ διεγείρων τὸν ἀκροατήν, οὕτω καὶ ἐνταῦθα τοὺς περὶ τοῦ γάμου λόγους πάλιν ἐντίθησι διαναπαύων αὐτόν. Ἤρξατο ἀπὸ τῆς παρθενίας καὶ πρίν τι περὶ αὐτῆς εἰπεῖν εὐθέως ἐπὶ τὸν ὑπὲρ τοῦ γάμου λόγον κατέφυγε. Τὸ γὰρ «Ἐπιταγὴν οὐκ ἔχω», τὸν γάμον συγχωροῦντός ἐστι καὶ εἰσάγοντος. Εἶτα ἐπὶ τὴν παρθενίαν ἐλθὼν καὶ εἰπὼν ὅτι «Νομίζω τοῦτο καλὸν ὑπάρχειν», ἐπειδὴ εἶδεν ὅτι συνεχῶς αὐτῆς τὸ ὄνομα λεγόμενον τῇ λειότητι τῆς ἀκοῆς πολλὴν ἐμποιεῖ τὴν τραχύτητα, οὐ τίθησιν αὐτὸ πυκνῶς ἀλλὰ καίτοι αἰτίαν ἱκανὴν δι' αὐτὸ παραμυθήσασθαι τοὺς ὑπὲρ αὐτῆς πόνους, τὴν ἐνεστῶσαν ἀνάγκην εἰπών, οὐδὲ οὕτως ἐθάρρησε πάλιν παρθενίαν εἰπεῖν, ἀλλὰ τί; «Καλὸν ἀνθρώπῳ τὸ οὕτως εἶναι.» Καὶ οὐδὲ ἐπεξέρχεται τῷ λόγῳ ἀλλὰ διατεμὼν αὐτὸν καὶ διακόψας πρὶν φανῆναι σκληρόν, τοὺς περὶ τοῦ γάμου πάλιν ἐνέβαλε λόγους «∆έδεσαι γυναικί;» λέγων, «μὴ ζήτει λύσιν.» Ἐπεὶ εἰ μὴ τοῦτό ἐστι, μηδὲ ταύτην ἐνταῦθα κατασκευάσαι τὴν παραμυθίαν ἐβούλετο, περιττὸν ὑπὲρ παρθενίας συμβουλεύοντα περὶ γάμου φιλοσοφεῖν. Εἶτα πάλιν ἐπὶ τὴν παρθενίαν μεθίσταται, καὶ οὐδὲ νῦν αὐτὴν τῇ κυρίᾳ