1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

31

πνευματικόν; Ὁρᾷς πῶς αὐτοῖς πᾶσαν πρόφασιν ἀνεῖλεν εἰπὼν, Ταῖς χερσὶν ὑμῶν. Ἆρα νηστείαν ἐργάζεταί τις 62.430 ταῖς χερσίν; ἀλλὰ παννυχίδας; ἀλλὰ χαμευνίας; Οὐδεὶς τοῦτο ἂν εἴποι· ἀλλὰ περὶ ἔργου φησὶ τοῦ πνευματικοῦ· πνευματικὸν γὰρ ὄντως ἐστὶ, τὸ ἐργαζόμενον ἑτέροις παρέχειν, καὶ οὐδὲν ἴσον τούτου. Ἵνα περιπατῆτε, φησὶν, εὐσχημόνως. Ὁρᾷς πόθεν αὐτῶν καθάπτεται; Οὐκ εἶπεν, Ἵνα μὴ ἀσχημονῆτε ἐπαιτοῦντες, ἀλλὰ τὸ αὐτὸ μὲν ᾐνίξατο, πραότερον δὲ αὐτὸ τίθησιν, ὥστε καὶ πλῆξαι καὶ μὴ σφόδρα τούτους βαρῆσαι. Εἰ γὰρ οἱ παρ' ἡμῖν σκανδαλίζονται τούτοις, πολλῷ μᾶλλον οἱ ἔξωθεν μυρίας εὑρίσκοντες κατηγορίας καὶ λαβὰς, ὅταν ἄνθρωπον ὑγιαίνοντα, καὶ ἑαυτῷ ἀρκέσαι δυνάμενον ὁρῶσιν ἐπαιτοῦντα, καὶ ἑτέρων δεόμενον. ∆ιὸ καὶ Χριστεμπόρους καλοῦσιν ἡμᾶς· ∆ιὰ τοῦτο τὸ ὄνομα, φησὶ, βλασφημεῖται τοῦ Θεοῦ. Ἀλλ' οὐδὲν τούτων ἔθηκεν, ἀλλ' ὃ μάλιστα αὐτῶν καθάψασθαι ἴσχυε, τὸ τῆς ἀσχημοσύνης. Οὐ θέλομεν δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, περὶ τῶν κεκοιμημένων, ἵνα μὴ λυπῆσθε, καθὼς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. βʹ. ∆ύο ταῦτα μάλιστα ἐλυμαίνετο αὐτοὺς, πενία καὶ ἀθυμία, ἃ καὶ πάντας ἀνθρώπους. Ὅρα οὖν πῶς αὐτὰ θεραπεύει. Πενία δὲ αὐτοῖς ἦν ἐκ τοῦ ἡρπάσθαι αὐτῶν τὰ χρήματα. Εἰ δὲ ὧν τὰ χρήματα ἡρπάζετο διὰ τὸν Χριστὸν, τούτους κελεύει ἐργαζομένους τρέφεσθαι, πολλῷ μᾶλλον τοὺς ἄλλους. Ὅτι γὰρ ἡρπάγη, δῆλον ἐκ τοῦ εἰπεῖν, Ὑμεῖς μιμηταὶ ἐγένεσθε τῶν Ἐκκλησιῶν τῶν ἐν Ἰουδαίᾳ. Πῶς; Ὅτι ἐκείναις γράφων ἔλεγε· Καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε. Ἐνταῦθα λοιπὸν τὸν περὶ ἀναστάσεως λόγον κινεῖ. Καὶ τί; οὐκ ἦν αὐτοῖς περὶ τούτου διαλεχθείς; Ἀλλ' ἐνταῦθα ἕτερόν τι αἰνίττεται μυστήριον. Ποῖον δὴ τοῦτο; Ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι, φησὶν, εἰς τὴν παρουσίαν τοῦ Κυρίου, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας. Ἱκανὸς μὲν οὖν καὶ ὁ τῆς ἀναστάσεως λόγος παραμυθήσασθαι τὸν ἐν ὀδύνῃ· ἱκανὸν δὲ καὶ τὸ νῦν λεγόμενον ἀξιόπιστον ποιεῖν τὴν ἀνάστασιν. Πρῶτον δὲ ἐκεῖνο εἴπωμεν, ὃ καὶ αὐτὸς εἶπεν, Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, περὶ τῶν κεκοιμημένων, ἵνα μὴ λυπῆσθε, καθὼς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. Ὅρα πῶς καὶ ἐνταῦθα ἡμέρως. Οὐκ εἶπεν, Οὕτως ἀνόητοί ἐστε, καθάπερ πρὸς Κορινθίους, οὕτως ἄφρονες, ὅτι εἰδότες ἀνάστασιν, ὡς οἱ μὴ πιστεύοντες, οὕτω λυπεῖσθε· ἀλλὰ σφόδρα ἡμέρως, Οὐ θέλω, εἶπε, τὴν ἄλλην αὐτῶν ἀρετὴν αἰδούμενος. Καὶ οὐκ εἶπε, περὶ τῶν ἀποθανόντων, εὐθέως ἀπὸ προοιμίων τὴν παράκλησιν καταβαλλόμενος. Ἵνα μὴ λυπῆσθε, φησὶν, ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. Ἄρα τὸ κατακόπτεσθαι ἐπὶ τοῖς ἀπελθοῦσι, τῶν οὐκ ἐχόντων ἐστὶν ἐλπίδα· εἰκότως. Ψυχὴ γὰρ οὐδὲν περὶ ἀναστάσεως ἐπισταμένη, ἀλλὰ τὸν θάνατον τοῦτον θάνατον εἶναι νομίζουσα, εἰκότως ὡς περὶ ἀπολωλότων κόπτεται καὶ θρηνεῖ καὶ ἀφορήτως πενθεῖ· σὺ δὲ ὁ προσδοκῶν ἀνάστασιν, τίνος ἕνεκεν ὀδύρῃ; Ἄρα τῶν μὴ ἐχόντων ἐλπίδα ἐστὶ τὸ ὀδύρεσθαι. Ἀκούσατε τῶν γυναικῶν ὅσαι φιλόθρηνοι, ὅσαι πρὸς τὰ πένθη ἀφορήτως φέρεσθε, ὅτι τὰ τῶν ἐθνικῶν πράττετε. Εἰ δὲ τὸ ἀλγεῖν ἐπὶ τοῖς ἀπελθοῦσιν ἐθνικῶν, τὸ κατακόπτεσθαι καὶ 62.431 καταξαίνειν παρειὰς, τίνων ἄρα ἐστὶν, εἰπέ μοι; Τίνος ἕνεκεν θρηνεῖς, εἰ πιστεύεις ὅτι ἀναστήσεται, ὅτι οὐκ ἀπόλωλεν, ὅτι ὕπνος καὶ κοίμησις τὸ πρᾶγμά ἐστι; Συνηθείας ἕνεκεν, φησὶ, καὶ προστασίας, πραγμάτων ἐπιμελείας, τῆς ἄλλης θεραπείας ἁπάσης. Ὅταν οὖν παῖδα ἀπολέσῃς ἐν ἀώρῳ ἡλικίᾳ, οὐδὲν οὐδέπω πρᾶξαι δυνάμενον, τίνος ἕνεκεν θρηνεῖς; τί ἐπιζητεῖς; Ἐλπίδας, φησὶ, χρηστὰς ἐνέφαινε, καὶ προσεδόκων ὅτι μου προστήσεται. ∆ιὰ τοῦτο ζητῶ τὸν ἄνδρα, διὰ τοῦτο τὸν υἱὸν, διὰ τοῦτο κόπτομαι καὶ θρηνῶ, οὐκ ἀπιστοῦσα τῇ ἀναστάσει, ἀλλ' ἔρημος βοηθείας γενομένη, καὶ τὸν προστάτην ἀπολωλεκυῖα, τὸν σύνοικον, τὸν ἐν πᾶσι κοινωνοῦντα, τὸν παρηγοροῦντα·