1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

32

προσηγορίᾳ καλεῖ, ἀλλὰ τί; «Λέλυσαι ἀπὸ γυναικός; Μὴ ζήτει γυναῖκα.» Ἀλλὰ μὴ δείσῃς. Οὐκ ἀπεφήνατο οὐδὲ ἐνομοθέτησεν. Ὁ γὰρ περὶ τοῦ γάμου λόγος πάλιν ἐγγὺς ἕστηκε, τοῦτον τὸν φόβον ἀνιεὶς καὶ λέγων· «Ἐὰν δὲ καὶ γήμῃς, οὐχ ἥμαρτες.» Ἀλλὰ μηδὲ νῦν ἀναπέσῃς· πάλιν γάρ σε ἐπὶ τὴν παρθενίαν ἕλκει καὶ τοῦτο ὁ λόγος αὐτοῦ βούλεται, ὁ διδάσκων πολλὴν τῇ σαρκὶ θλῖψιν ὑπομένειν τοὺς τῷ γάμῳ προσέχοντας. Καθάπερ γὰρ οἱ τῶν ἰατρῶν ἄριστοι καὶ προσηνεῖς φάρμακον πικρὸν ἢ τομὴν ἢ καῦσιν ἤ τι τῶν τοιούτων προσάγειν μέλλοντες, οὐκ ἀθρόως τὸ πᾶν ἐργάζονται ἀλλ' ἐν τῷ μεταξὺ δόντες ἀναπνεῦσαι τῷ κάμνοντι οὕτως ἀεὶ τὸ λειπόμενον προστιθέασι, τὸν αὐτὸν τρόπον καὶ ὁ μακάριος Παῦλος οὐκ ἀνενδότως οὐδὲ δι' ὅλου οὐδὲ ἐφεξῆς τὴν περὶ τῆς παρθενίας ὕφηνε συμβουλὴν ἀλλὰ διακόπτων αὐτὴν συνεχῶς τοῖς περὶ τοῦ γάμου λόγοις καὶ ταύτης τὸ σφοδρότερον ὑποκλέπτων προσηνῆ τε καὶ εὐπαράδεκτον τὸν λόγον ἐποίησεν. Ἡ μὲν οὖν ποικίλη μίξις τῶν λόγων διὰ τοῦτο γεγένηται. Ἄξιον δὲ καὶ αὐτὰ λοιπὸν ἐξετάσαι τὰ ῥήματα. «∆έδεσαι», φησί, «γυναικί; Μὴ ζήτει λύσιν.» Τοῦτο οὐχ οὕτως συμβουλεύοντός ἐστιν ὡς τὸ ἄπορον δεικνύντος καὶ ἀδιεξόδευτον τοῦ δεσμοῦ. Τίνος δὲ ἕνεκεν οὐκ εἶπεν· ἔχεις γυναῖκα; μὴ καταλίπῃς αὐτήν· συνοίκει, μὴ διαστῇς, ἀλλὰ δεσμὸν τὴν συζυγίαν ἐκάλεσε; Τὸ φορτικὸν ἐνταῦθα τοῦ πράγματος ἐνδεικνύμενος. Ἐπειδὴ γὰρ ὡς πρὸς ἐπέραστον πρᾶγμα τὸν γάμον ἅπαντες τρέχουσι, δείκνυσιν ὅτι τῶν δεδεμένων οὐδὲν οἱ γεγαμηκότες διαφέρουσι. Κἀνταῦθα γὰρ ὅπουπερ ἂν ἑλκύσῃ θάτερος, ἀνάγκη καὶ τὸν ἕτερον ἕπεσθαι ἢ διαστασιάζοντα καὶ τὸν ἕτερον συναπολέσθαι ἐκείνῳ. Τί οὖν, ἐὰν ὁ ἀνὴρ κατωφερὴς ᾖ, φησίν, ἐγὼ δὲ ἐγκρατεύεσθαι βούλωμαι; Ἀνάγκη ἐκείνῳ ἕπεσθαι. Καὶ γὰρ μὴ βουλομένην σε τοῦτο ποιεῖν ἡ διὰ τὸν γάμον περιτεθεῖσα ἅλυσις καθέλκει καὶ ἐπισπᾶται πρὸς τὸν συνδεθέντα σοι τὴν ἀρχήν· κἂν ἀντιπέσῃς καὶ διακόψῃς, οὐ μόνον οὐκ ἀπήλλαξας σαυτὴν τῶν δεσμῶν ἀλλὰ καὶ εἰς τιμωρίαν ἐσχάτην ἐνέβαλες.

48 Ὅτι ἡ ἄκοντος ἐγκρατευομένη τοῦ ἀνδρὸς αὐτὴ τούτου πορνεύοντος δώσει μειζοτέραν δίκην. Ἡ γὰρ ἄκοντος ἐγκρατευομένη τοῦ ἀνδρὸς οὐ τῶν τῆς ἐγκρατείας μισθῶν ἀποστερεῖται μόνον ἀλλὰ καὶ τῆς ἐκείνου μοιχείας αὐτὴ τὸν λόγον ὑπέχει καὶ τὰς εὐθύνας μᾶλλον ἐκείνου. Τί δήποτε; Ὅτι αὐτὴ πρὸς τὸ βάραθρον αὐτὸν τῆς ἀσελγείας ὤθησε τῆς κατὰ νόμον ἀποστερήσασα μίξεως. Εἰ γὰρ μηδὲ πρὸς ὀλίγον τοῦτο ποιεῖν ἐπιτέτραπται ἄκοντος ἐκείνου, τίνα ἂν ἔχοι συγγνώμην ἡ διὰ παντὸς αὐτὸν ταύτης ἀφελομένη τῆς παραμυθίας; Καὶ τί ταύτης, φησί, τῆς ἀνάγκης καὶ τῆς ἐπηρείας βαρύτερον γένοιτ' ἄν; Κἀγὼ τοῦτό φημι. τίνος οὖν ἔνεκεν ὑποβάλλεις σαυτὴν τῇ ἀνάγκῃ τοσαύτῃ; Τοῦτον γὰρ τὸν λογισμὸν οὐ μετὰ τὸν γάμον ἀλλὰ πρὸ τοῦ γάμου λαβεῖν ἐχρῆν. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος ὑστέραν τὴν ἀπὸ τοῦ δεσμοῦ θεὶς ἀνάγκην, τότε περὶ τῆς λύσεως διαλέγεται. Εἰπὼν γὰρ «∆έδεσαι γυναικί; Μὴ ζήτει λύσιν», τὸ τηνικαῦτα ἐπήγαγε «Λέλυσαι ἀπὸ γυναικός; Μὴ ζήτει γυναῖκα.» Ποιεῖ δὲ τοῦτο ἵνα σὺ πρότερον ἀκριβῶς ἐπισκεψάμενος καὶ καταμαθὼν τὴν ἀπὸ τῆς συζυγίας βίαν εὐκολώτερον τὸν περὶ τῆς ἀγαμίας δέξῃ λόγον. «Ἐὰν δὲ καὶ γήμῃς», φησίν, «οὐχ ἥμαρτες· καὶ ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτεν.» Ἰδοὺ τὸ μέγα τοῦ γάμου κατόρθωμα ποῦ τελευτᾷ· εἰς τὸ μὴ ἐγκληθῆναι, οὐκ εἰς τὸ θαυμαστωθῆναι· τοῦτο γὰρ τῆς παρθενίας ἐστίν, ὁ δὲ γεγαμηκὼς ἀρκεῖται ἀκούων ὅτι οὐχ ἥμαρτε. Τίνος οὖν ἕνεκεν παραινεῖς, φησί, μὴ ζητεῖν γυναῖκα; Καὶ ὅτι δεθέντα καθάπαξ λυθῆναι οὐκ ἔνι, ὅτι πολλὴν ἔχει τὸ πρᾶγμα τὴν θλῖψιν. Τοῦτο οὖν, εἰπέ μοι, κερδανοῦμεν ἀπὸ τῆς παρθενίας μόνον τὸ τὴν ἐνθάδε θλῖψιν διαφυγεῖν; Καὶ τίς ἀνέξεται παρθενεύειν ἐπὶ τοιούτοις μισθοῖς; Τίς δ' ἀνάσχοιτο εἰς τοσοῦτον ἀγῶνα κατιέναι μέλλων τοσούτων ἱδρώτων γέμοντα ταύτην μόνην ἀπολαμβάνειν τὴν ἀμοιβήν;