1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

33

ἐποίησεν; οὐχὶ αὐτός; Ὁ μὲν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν, καὶ ψυχὴν μὲν ἐμπνεύσας, καὶ διάνοιαν ἐνθεὶς, καὶ τὴν αὐτοῦ γνῶσιν καταξιώσας χαρίσασθαι, καὶ τοῦ Υἱοῦ αὐτοῦ τοῦ μονογενοῦς διὰ σὲ μὴ φειδόμενος, σοῦ οὐ φείδεται, ὁ δὲ ὁμόδουλος φείσεται; πόσης ταῦτα ὀργῆς τὰ ῥήματα; Τί τοιοῦτον ἔσχες παρὰ τοῦ ἀνδρός; Οὐδὲν ἂν ἔχοις εἰπεῖν. Εἰ γάρ τί σε καὶ εὐηργέτησεν, ἀλλ' εὖ παθὼν, ἀλλὰ προϋπαρξάσης σου· ἐπὶ δὲ Θεοῦ οὐδὲν τοιοῦτον ἄν τις ἔχοι λέγειν. Οὐ γὰρ εὖ παθὼν ὁ Θεὸς παρ' ἡμῶν, οὕτως ἡμᾶς εὐεργετεῖ, ἀλλ' ἀνενδεὴς ὢν, ἐξ ἀγαθότητος μόνης εὖ ποιεῖ τὸ τῶν ἀνθρώπων γένος. Βασιλείαν σοι ἐπηγγείλατο, ζωὴν ἀθάνατον, δόξαν, ἀδελφότητα, υἱοθεσίαν ἔδωκε, συγκληρονόμον τοῦ Μονογενοῦς ἐποίησε· σὺ δὲ τοῦ ἀνδρὸς ἔτι μέμνησαι μετὰ τοσαῦτα ἀγαθά; Τί τοιοῦτον ἐκεῖνος ἐχαρίσατο; Τὸν ἥλιον αὐτοῦ ἀνέτειλε, τὸν ὑετὸν ἔδωκε, ταῖς ἐτησίοις τροφαῖς τρέφει. Οὐαὶ ἡμῖν ἐκ τῆς πολλῆς ἀχαριστίας! ∆ιὰ τοῦτο λαμβάνει τὸν ἄνδρα, ἵνα αὐτὸν μὴ ζητῇς· σὺ δὲ ἀπελθόντος ἔχῃ ἔτι, καὶ τὸν Θεὸν ἀφίης, δέον εὐχαριστεῖν, δέον τὸ πᾶν ἐπ' αὐτὸν ἐπιῤῥίπτειν; Τί γάρ ἐστιν ὃ παρὰ τοῦ ἀνδρὸς ἔλαβες; ὠδῖνες, καὶ πόνοι, καὶ ὕβρεις, καὶ λοιδορίαι πολλάκις, καὶ ἐπιτιμήσεις, καὶ ἀγανακτήσεις. Οὐ ταῦτα τὰ παρὰ τῶν ἀνδρῶν; Ἀλλ' ἔστι, φησὶ, καὶ ἕτερα χρηστά. Ποῖα δὴ ταῦτα; ἐκαλλώπισέ σε ἱματίοις πολυτελέσι; χρυσία περιέθηκε τῷ προσώπῳ, αἰδέσιμον πᾶσιν ἐποίησεν; Ἀλλ' ἂν θέλῃς, καὶ ἀπελθόντος κοσμήσει κόσμῳ πολὺ βελτίονι· τῶν γὰρ χρυσίων πολλῷ θαυμασιωτέραν τὴν ἔχουσαν ἡ σεμνότης ποιεῖ. Ἔχει καὶ οὗτος ὁ βασιλεὺς ἱμάτια, οὐ τοιαῦτα, ἀλλὰ πολλῷ βελτίω· ἐκεῖνα, ἂν ἐθέλῃς, περιβαλοῦ. Ποῖα δὴ ταῦτα; Ἱματισμός ἐστι διαχρύσους κροσσοὺς ἔχων· ἐὰν ἐθέλῃς, τούτῳ περίβαλε τὴν 62.433 ψυχήν. Ἀλλ' οὐκ ἐποίησεν εὐκαταφρόνητον ἀνθρώποις ἐκεῖνος; Καὶ τί τοῦτο μέγα; ἡ μέντοι χηρεία οὐκ ἀφίησί σε γενέσθαι εὐκαταφρόνητον τοῖς δαίμοσι. Τότε τῶν οἰκετῶν ἐκράτεις τῶν σῶν, εἴ γε ὅλως ἐκράτεις· νῦν δὲ ἀντὶ τῶν οἰκετῶν τῶν ἀσωμάτων δυνάμεων, τῶν ἀρχῶν, τῶν ἐξουσιῶν, τοῦ κοσμοκράτορος κρατεῖς. Τὰ δὲ λυπηρὰ οὐ λέγεις, ἐν οἷς ἐκοινώνησας αὐτῷ, εἴ ποτε ἀρχόντων φόβος, εἴ ποτε παρευδοκιμήσεις τῶν πλησίον. Τούτων ἁπάντων ἀπήλλαξαι νῦν, φόβου καὶ δέους. Ἀλλὰ τίς σοι τὰ καταλειφθέντα θρέψει παιδία, μεριμνᾷς; Ὁ Πατὴρ τῶν ὀρφανῶν. Τίς γὰρ αὐτὰ ἔδωκεν, εἰπέ μοι; οὐκ ἀκούεις τοῦ Χριστοῦ λέγοντος ἐν τοῖς Εὐαγγελίοις, Οὐχὶ ἡ ψυχὴ πλείων ἐστὶ τῆς τροφῆς, καὶ τὸ σῶμα τοῦ ἐνδύματος; δʹ. Ὁρᾷς ὅτι οὐκ ἀπὸ συνηθείας, ἀλλ' ἀπὸ ἀπιστίας ὁ θρῆνος γίνεται; Ἀλλ' οὐκ ἔστι λαμπρὰ ὁμοίως τὰ παιδία τοῦ πατρὸς τελευτήσαντος. ∆ιὰ τί; τὸν Θεὸν ἔχει Πατέρα, καὶ οὐκ ἔστι λαμπρά; Πόσους σοι ὑποδείξω ὑπὸ χηρῶν ἀνατραφέντας, καὶ γενομένους δοκίμους; πόσους δὲ ὑπὸ πατράσιν ὄντας, καὶ ἀπολωλότας; Ἂν γὰρ αὐτὰ ἀνατρέφῃς ἐκ πρώτης ἡλικίας ὡς ἀνατρέφειν δεῖ, πολλῷ μᾶλλον τῆς προστασίας τῆς πατρικῆς ἀπολαύσονται εὐεργεσίας. Ὅτι γὰρ χηρῶν ἐστι τὸ πρᾶγμα, τὸ τὰ παιδία λέγω ἀνατρέφειν, ἄκουσον Παύλου λέγοντος· Εἰ ἐτεκνοτρόφησε· καὶ πάλιν, Σωθήσεται δὲ διὰ τῆς τεκνογονίας (οὐκ εἶπε, διὰ τοῦ ἀνδρὸς), ἐὰν ἐπιμείνωσι τῇ πίστει καὶ τῇ ἀγάπῃ καὶ τῷ ἁγιασμῷ μετὰ σωφροσύνης. Ἔνθετε αὐτοῖς τὸν φόβον τοῦ Θεοῦ ἐκ πρώτης ἡλικίας, καὶ παντὸς πατρὸς μᾶλλον αὐτοὺς διατηρήσει· τοῦτο τεῖχος ἔσται ἀῤῥαγές. Ὅταν γὰρ ἔνδον ὁ φύλαξ ἐγκαθήμενος ᾖ, οὐδὲν ἡμῖν τῶν ἔξωθεν δεῖ ἐπιτεχνημάτων· ἐκείνου δὲ οὐκ ὄντος, πάντα εἰκῆ τὰ ἔξωθεν γίνεται. Τοῦτο αὐτοῖς ἔσται καὶ πλοῦτος καὶ δόξα καὶ εὐκοσμία, τοῦτο αὐτοὺς ποιήσει λαμπροὺς, οὐκ ἐπὶ τῆς γῆς, ἀλλὰ καὶ ἐν τοῖς οὐρανοῖς. Μὴ γάρ μοι πρὸς ἐκείνους ἴδῃς τοὺς διεζωσμένους τὰς ζώνας τὰς χρυσᾶς, μηδὲ τοὺς ἐφ' ἵππων φερομένους, μηδὲ τοὺς ἐν τοῖς βασιλείοις λάμποντας διὰ τοὺς πατέρας, μηδὲ τοὺς ἀκολούθους ἔχοντας καὶ παιδαγωγούς. Ταῦτα γὰρ ἴσως τὰς χήρας ἐπὶ τοῖς ὀρφανοῖς κόπτεσθαι ποιεῖ,