1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

34

τῶν ἀνθρώπων τοῖς παρὰ πόδας εὕροι τις ἂν μᾶλλον νουθετουμένους. Ἔν τε γὰρ τοῖς χρηστοῖς ταῦτα μᾶλλον προτρέπει, ἔν τε τοῖς λυπηροῖς μειζόνως φοβεῖ, τῷ τὴν αἴσθησιν ἐγγυτέραν ὑπάρχειν αὐτοῖς. ∆ιὰ ταῦτα καὶ Κορινθίοις οὕτω διελέγετο καὶ Ῥωμαίους ἀπὸ τῶν παρόντων εἰς ἀνεξικακίαν ἐγύμναζεν. Ἡ γὰρ ἀσθενὴς καὶ ἠδικημένη ψυχὴ οὐχ οὕτως εὐκόλως ἀφίησι τῆς ὀργῆς τὸν ἰόν, ὅταν περὶ βασιλείας ἀκούσῃ καὶ εἰς μακρὰς ἐλπίδας ἐμπέσῃ ὡς ὅταν παρὰ τοῦ λελυπηκότος προσδοκήσῃ λήψεσθαι δίκην. Βουλόμενος οὖν διασεῖσαι τῆς μνησικακίας τὴν ῥίζαν καὶ τέως κενῶσαι τὴν ὀργήν, ὃ μᾶλλον ἐπαγωγὸν ἦν πρὸς τὸ παραμυθήσασθαι τὸν ἠδικημένον τοῦτο τίθησιν, οὐκ ἀποστερῶν αὐτὸν τῆς ἐν τῷ μέλλοντι καιρῷ κειμένης τιμῆς, ἀλλὰ τέως αὐτὸν ἐμβιβάσαι σπεύδων οἱῳδήποτε τρόπῳ εἰς τὴν τῆς φιλοσοφίας ὁδὸν καὶ τὰς θύρας ἀνοῖξαι τῆς καταλλαγῆς. Τὸ γὰρ δυσκολώτατον τῆς ἀρχῆς ἐπιλαβέσθαι τοῦ κατορθώματος, μετὰ γὰρ τὴν εἴσοδον οὐκέτι τοσοῦτος ὁ πόνος ἐστίν. Ἀλλ' οὐχ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τοῦτο ποιεῖ οὔτε περὶ παρθενίας οὔτε περὶ ἀνεξικακίας διαλεγόμενος. Ἀλλ' ἐκεῖ μὲν τὴν βασιλείαν τίθησι τῶν οὐρανῶν· «Εἰσὶ» γὰρ «εὐνοῦχοι», φησίν, «οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν.» Ὅτε δὲ εὔχεσθαι ὑπὲρ τῶν ἐχθρῶν παρεκάλει, οὐδὲν ὑπὲρ τῆς τῶν λελυπηκότων βλάβης εἰπών, οὐδὲ τῶν ἀνθράκων μνημονεύσας τοῦ πυρὸς ἀλλὰ πάντα ἐκεῖνα ἀφεὶς πρὸς τοὺς μικροψύχους λέγεσθαι καὶ ταλαιπώρους, αὐτὸς ἀπὸ τῶν μειζόνων αὐτοὺς προτρέπει. Ποίων δὴ τούτων; «Ὅπως γένησθε», φησίν, «ὅμοιοι τοῦ πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς.» Βλέπε πόσον τὸ ἔπαθλον. Πέτρος γὰρ ἦν ὁ ταῦτα ἀκούων καὶ Ἰάκωβος καὶ Ἰωάννηςκαὶ ὁ λοιπὸς τῶν ἀποστόλων χορός· διὰ τοῦτο ἀπὸ τῶν πνευματικῶν αὐτοὺς ἐνῆγεν ἐπάθλων. Καὶ ὁ Παῦλος δὲ τοῦτο ἂν ἐποίησεν, εἰ πρός τινας τοιούτους ὁ λόγος ἦν αὐτῷ. Ἐπειδὴ δὲ πρὸς Κορινθίους τοὺς ἀτελέστερον διακειμένους διελέγετο, ἤδη τῶν πόνων αὐτοῖς δίδωσι τοὺς καρποὺς ἵνα προθυμότερον ἐπὶ τὴν ἐργασίαν ἔλθωσι τῆς ἀρετῆς. ∆ιὰ τοῦτο καὶ ὁ Θεὸς Ἰουδαίοις ἀφεὶς ἐπαγγείλασθαι βασιλείαν οὐρανῶν τὰ τῆς γῆς ἐχαρίζετο ἀγαθά. Καὶ ἀντὶ τῶν πονηρῶν δὲ πράξεων οὐ γέενναν ἀλλὰ τὰς ἐν τῷ αἰῶνι τούτῳ συμφορὰς ἠπείλει, λιμοὺς καὶ λοιμοὺς καὶ νόσους καὶ πολέμους καὶ αἰχμαλωσίαν καὶ ὅσα τοιαῦτα ἕτερα. Τούτοις γὰρ μᾶλλον οἱ σαρκικώτεροι τῶν ἀνθρώπων κατέχονται καὶ ταῦτα μᾶλλον δεδοίκασι. Τῶν δὲ οὐχ ὁρωμένων οὐδὲ παρόντων ἐλάττονα ποιοῦνται λόγον. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος τούτοις μᾶλλον ἐνδιατρίβει, ἃ μάλιστα αὐτῶν καθικέσθαι τῆς παχύτητος ἦν ἱκανά. Πρὸς τούτοις δὲ κἀκεῖνο δεῖξαι ἐβούλετο, ὅτι τῶν μὲν ἄλλων ἀγαθῶν ἔνια ἐνταῦθα μὲν ἡμᾶς πόνοις περιβάλλει πολλοῖς, τὸν δὲ καρπὸν ἅπαντα ἐν τῷ μέλλοντι ταμιεύεται χρόνῳ. Ἡ δὲ παρθενία ἐν αὐτῷ τῷ κατορθοῦσθαι οὐ μικρὰς ἡμῖν ἀποδίδωσι τὰς ἀμοιβὰς τοσούτων ἀπαλλάττουσα πόνων καὶ φροντίδων. Μετὰ δὲ τούτων καὶ τρίτον τι συγκατεσκεύασε. Ποῖον; Τὸ μὴ τῶν ἀδυνάτων νομισθῆναι τὸ πρᾶγμα εἶναι ἀλλὰ καὶ τῶν σφόδρα δυνατῶν. Ποιεῖ δὲ αὐτὸ ἐκ περιουσίας πολλῆς τὸν γάμον ἀποφαίνων πλείονας ἔχοντα δυσκολίας, ὡς εἰ πρός τινα ἔλεγε, μοχθηρὸν καὶ ἐπίπονόν σοι εἶναι τὸ πρᾶγμα τοῦτο δοκεῖ; ∆ι' αὐτὸ μὲν οὖν τοῦτο ἔγωγέ φημι δεῖν αὐτὸ μετιέναι ὅτι οὕτω ῥᾷστόν ἐστιν ὡς πολὺ τοῦ γάμου πράγματα ἡμῖν παρέχειν ἐλάττω. Ἐπειδὴ γὰρ φείδομαι, φησίν, ὑμῶν καὶ οὐ βούλομαι θλῖψιν ὑμᾶς ἔχειν, διὰ τοῦτο ὑμᾶς οὐ θέλω γαμεῖν. Καὶ ποίαν θλῖψιν; ἴσως εἴποι τις ἄν. Τοὐναντίον μὲν οὖν καὶ ἄνεσιν ἔχοντα πολλὴν καὶ τρυφὴν τὸν γάμον εὑρήσομεν. Καὶ πρῶτον ἁπάντων τὸ μετὰ πάσης ἀδείας τὴν ἐπιθυμίαν ἀποπληροῦν καὶ μηδεμίαν ἀπὸ τῆς φύσεως ὑπομένειν βίαν, οὐ μικρὸν εἰς ῥᾳστώνης λόγον ἐστίν. Ἔπειτα τῷ καὶ τὴν ἄλλην διαγωγὴν ἀπηλλάχθαι κατηφείας καὶ αὐχμοῦ, καὶ μεστὴν εἶναι φαιδρότητος καὶ γέλωτος καὶ χαρᾶς. Καὶ γὰρ τραπέζῃ πολυτελεῖ καὶ μαλακοῖς ἱματίοις καὶ στρωμνῇ μαλακωτέρᾳ, καὶ λουτροῖς διηνεκέσι, καὶ μύροις καὶ οἴνῳ μύρου οὐδὲν χεῖρον διακειμένῳ καὶ ἑτέρᾳ