1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

36

οἰκονομίαν, ἡ ἀθάνατος πηγὴ, ἡ τὴν Σαμαρεῖτιν ὕδωρ ζωῆς αἰτεῖν παρ' αὐτοῦ διδάσκουσα. Ἀρκεῖ δὲ περὶ τούτου τῆς εὐαγγελικῆς μνημονεῦσαι φωνῆς, τῆς λεγούσης· «Ὡς εἰδὼς ὁ Χριστὸς, ὅτι ἤδη πάντα τετέλεσται, ἵνα τελειωθῇ ἡ Γραφὴ, λέγει· ∆ιψῶ·» ὡς δείκνυσθαι, μὴ ἀνάγκῃ δίψης ἐξεληλυθέναι τὸ ῥῆμα, ἀλλὰ πρὸς τὸ μή τι παραλειφθῆναι τῶν ἐν Γραφαῖς εἰρημένων. Οὔτε ὕπνῳ μὴ θέλων ἑάλω· οὐ γὰρ ἡττᾶτο τοῦ πάθους, ὁ τῶν ὅλων καὶ τοῦ ὕπνου Κύριος, ὁ μὴ ὑπνῶν μηδὲ νυστάζων, ἀλλὰ φυλάσσων Χριστιανοὺς, καὶ ἀπαθὴς τῇ θεότητι καὶ ἐν τοῖς παθήμασι διαμένων· ὡς πρὸς αὐτὸν ἀναφθέγγεσθαι τὸν ψαλμῳδόν· «Ἐξεγέρθητι ὡς ὁ ὑπνῶν, Κύριε.» Τὸ δὲ «ὡς» οὐ καθ' ἅπαξ ὕπνον ἐμφαίνει· διαναστὰς γὰρ εὐθὺς ἐπετίμησεν ὡς Θεὸς, καὶ οἱ ἄνεμοι μὲν κατεστάλησαν, ἡ δὲ θάλαττα τοσοῦτον ἐλώφησεν, ὥστε κυμαίνεσθαι καὶ καχλάζειν, ἀφεῖσα τύπτεσθαι κώπαις, καὶ πρόφασιν ὕμνου μετὰ μέλους διδόναι ναυτικοῦ, μεθ' ἡδονῆς πάντων κραζόντων· «Χριστὲ, σῶσον.» Ὅταν γὰρ ἡ ἀληθινὴ ζωὴ νοηθείη κοιμωμένη, τότ' ἂν νοηθείη τὰ πάντα τεθνηκότα, ὡς οὐ ζωοποιούμενα. Οἴου γὰρ, ταύτης εὑδούσης, τὸν θάνατον ἐγρηγορέναι, καὶ μηδενὶ ὑπάρχειν τὰς ζωτικὰς δρέπεσθαι αὔρας. Οὔτε πτωχεύει οὖν, ὡς ἄνωθεν ὢν ἀνενδεὴς, ὁ πλούσιος ἐν ἐλέει, καὶ ἀγαθὸς ἐν οἰκτιρμοῖς, ὁ φάρμακον τῷ ἄλγει τῆς πτωχείας τὴν παρ' ἑαυτοῦ οἰκονομίαν χορηγῶν. Οὐδὲ ἰσχύος ἐπιδεῖται ἀλλοτρίας ἐκεῖνος· γράφει γὰρ, ὡς ἐν αὐτῷ συνέστηκεν τὰ πάντα, καὶ ὡς κάμπτει αὐτῷ πᾶν γόνυ ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων, καὶ ὅτι ἐν αὐτῇ τῇ οἰκονομίᾳ προσελθόντες ἄγγελοι διηκόνουν αὐτῷ, 39.913 ὡς ἀεὶ ὄντι ἐν τῷ Πατρὶ καὶ πρὸς τὸν Θεὸν ὄντι. Τί οὖν βούλεται τὸ, «Ὤφθη ἄγγελος Κυρίου ἐνισχύων αὐτόν;» ἀντὶ τοῦ, δοξάζων αὐτόν. Τοῦτο γὰρ συνέταξεν καὶ Μωϋσῆς, ᾄσας ᾠδὴν ἐν τῇ ἐρήμῳ τοιάνδε· «Προσκυνήσουσιν αὐτῷ πάντες ἄγγελοι Θεοῦ· καὶ ἐνισχυσάτωσαν αὐτῷ πάντες υἱοὶ Θεοῦ·» τοῦτ' ἔστιν, ἀνυμνήσουσιν. Ἐπαληθεύει δὲ ταῦτα καὶ ἄλλη γραφὴ, εἰσάγουσα ἀγγέλους λέγοντας· «Σή ἐστιν ἡ δόξα, σόν ἐστι τὸ κράτος, σή ἐστιν ἡ δύναμις, σή ἐστιν ἡ ἰσχύς.» Εὐφήμησαν δὲ καὶ οἱ ἔξω τοιῶσδε· Πάντα Θεοῦ μεγάλοιο νόου ὑπὸ νεύμασι κεῖται. Ἀρχὴ, πηγή τε ζωῆς, καὶ ὑπείροχον εὖχος, Καὶ κράτος ἠδὲ βίη, καὶ ἰσχύος ἄφθιτος ἀλκὴ, Καὶ δύναμις κρατερὴ, καὶ ἀμφιέλικτος ἀνάγκη. Οὐδὲ εὔχεται οὖν ὁ μέγας καὶ ἀληθινὸς Θεὸς, τὸ ἀπαύγασμα τῆς δόξης τοῦ Πατρὸς, ὁ ζῶν τοῦ Θεοῦ Λόγος καὶ πάντων κηδεμὼν, ὡς ἥσσων τῇ θεότητι· οὐ γὰρ εὐχῇ μεταβάλλει, ὡς ἡμεῖς, τὰ δυσχερῆ, ὃς ἄρα καὶ μόνῳ τῷ θέλειν, καὶ μόνῃ τῇ παρουσίᾳ, τὴν ἀγαθὴν ἅπασιν προξενεῖ ἐλπίδα, καὶ φθάνει τῇ δόσει τῶν καλῶν τὰς ἡμετέρας λιτάς· «Πρὸς αὐτὸν» γὰρ, φησὶν, «προσεύξονται·» ἀλλ' εὔχεται διὰ τὸ καθ' ἡμᾶς ἀσυγχύτως καὶ δίχα πταίσματος γεγονέναι, καὶ τοῦτο διὰ πραγμάτων ἐπιφανεστέρων δεῖξαι ἐσπουδακέναι. Ὁ γὰρ τοιαῦτα λέξας, καὶ σαρκὶ σταυρῷ προσηλωμένος χεῖρας καὶ πόδας· τοὺς μὲν, δι' οὓς τὰ τοιαῦτα εἰς τὸ ὕψος ἀνήγαγεν, τοὺς δέ γε δαίμονας τῷ ᾄδῃ προσέῤῥηξεν. Καὶ τοῦτό ἐστιν, ὃ Παῦλος γράφει· «Ἀπεκδυσάμενος τὰς ἀρχὰς, καὶ τὰς ἐξουσίας, ἐδειγμάτισεν θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ.» Αὐτόθεν δὲ ἀφ' ὧν αἰτιῶνται ὁ ἔλεγχος. Γράφει γὰρ ὁ αὐτὸς, σεσοφισμένος ὑπὸ τοῦ Πνεύματος τῆς Σοφίας, εἰς ἄκρον δριμεῖάν πως 39.916 καὶ βαθεῖαν, ὅμως θεοπρεπῆ, καὶ οὐκ ἀσύνοπτον, καὶ ἐπαμφοτερίζουσαν τῷ τε ὑψώματι τοῦ Μονογενοῦς καὶ τῇ συγκαταβάσει αὐτοῦ ῥῆσιν, ἔχουσαν ὧδε· «Ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ δεήσεις καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον αὐτὸν σώζειν ἐκ θανάτου μετὰ κραυγῆς ἰσχυρᾶς προσενέγκας, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας, καίπερ ὢν Υἱὸς, ἔμαθεν ἀφ' ὧν ἔπαθεν, τὴν ὑπακοήν.» Υἱὸς οὖν φυσικὸς τοῦ Θεοῦ κατὰ τὸ ἐξ ἀμφοῖν δεδειγμένος, οὐκ ἄλλοτε, οὐδὲ διὰ τὴν ἑαυτοῦ θεότητα, ἀλλ' ὅτε ἦν ἐν σαρκὶ, διὰ τὰς σάρκας καὶ ὑπὲρ τῶν σαρκῶν ἱκετηρίας, ὡς εὐλαβὴς, τουτέστιν «ἀναμάρτητος,» ἀνέτεινεν ὑπὲρ ἁμαρτωλῶν ἐκείνῳ, ἐν ᾧ ἦν, καὶ ὃν εἶχεν ἐν ἑαυτῷ, καθὸ ἥνωτο