36
αὐτὸν παραμυθήσασθαι δύναιτ' ἄν; Ἄν τε γὰρ εἰς εὐνὴν τρέπεσθαι, ἄν τε σῖτον ἑλέσθαι καὶ πότον δέῃ, τὴν μὲν τράπεζαν οἰήσεται δηλητηρίων γέμειν φαρμάκων μᾶλλον ἢ ἐδεσμάτων. Ἐπὶ δὲ τῆς εὐνῆς οὐδὲ μικρὸν ἀτρεμεῖν ἀνέξεται χρόνον, ἀλλ' ὥσπερ ἀνθράκων ὑποκειμένων οὕτως θορυβεῖται καὶ μεταστρέφεται· καὶ οὔτε συνουσία φίλων οὔτε πραγμάτων φροντὶς οὔτε κινδύνων φόβος οὔτε ἡδονῆς ὑπερβολὴ οὔτε ἄλλο οὐδὲν τῆς τοιαύτης αὐτὸν ζάλης ἀπαγαγεῖν δυνήσεται· ἀλλὰ παντὸς μὲν χρηστοῦ, παντὸς δὲ λυπηροῦ τυραννικώτερον οὗτος αὐτοῦ κατακρατεῖ τὴν ψυχὴν ὁ χειμών. Ταῦτα διασκεψάμενος ὁ Σολομὼν ἔλεγε· «Σκληρὸς ὡς Ἅιδης ζῆλος.» Καὶ πάλιν· «Μεστὸς γὰρ ζήλου θυμὸς ἀνδρὸς αὐτῆς, οὐ φείσεται ἐν ἡμέρᾳ κρίσεως καὶ οὐκ ἀνταλλάξεται οὐδενὸς λύτρου τὴν ἔχθραν οὐδὲ μὴ διαλυθῇ πολλῶν δώρων.» Τοσαύτη γὰρ ἡ τῆς νόσου ταύτης μανία, ὡς μηδὲ μετὰ τὴν τοῦ λελυπηκότος τιμωρίαν ἀφεῖσθαι τῆς ὀδύνης. Πολλοὶ γοῦν πολλάκις ἀνελόντες τὸν μοιχόν, τὸν θυμὸν καὶ τὴν ἀθυμίαν οὐκ ἴσχυσαν ἀνελεῖν. Εἰσὶ δὲ οἳ καὶ μετὰ τὸ κατασφάξαι τὰς ἑαυτῶν γυναῖκας ἔμειναν ὁμοίως ἢ καὶ μειζόνως τηκόμενοι τῇ πυρᾷ. Καὶ ὁ μὲν ἀνὴρ τοσούτοις συζῇ κακοῖς καὶ ὅταν μηδὲν ἀληθὲς ὂν τύχῃ· ἡ δὲ ἀθλία καὶ ταλαίπωρος ἐκείνη πολλῷ χαλεπώτερα ὑπομένει τἀνδρός. Ὅταν γὰρ τὸν ὀφείλοντα εἶναι παραμυθίαν τῶν λυπηρῶν ἁπάντων καὶ ὅθεν προστασίαν ἐχρῆν προσδοκᾶν, τοῦτον ἐκτεθηριωμένον καὶ πάντων πολεμιώτερον ἴδῃ διακείμενον πρὸς αὐτήν, ποῦ δυνήσεται βλέψαι λοιπόν; Πρὸς τίνα καταφύγῃ; Πόθεν τῶν κακῶν εὕρῃ τὴν ἀπαλλαγήν, τοῦ λιμένος αὐτῇ προσκεχωσμένου καὶ μυρίων γέμοντος προβόλων; Τότε καὶ οἰκέται καὶ θεράπαιναι τἀνδρὸς ὑβριστικώτερον αὐτῇ κέχρηνται. Ὕποπτον μὲν γὰρ καὶ ἄλλως καὶ ἀχάριστον τοῦτο τὸ γένος, ὅταν δὲ καὶ παρρησίας μείζονος ἐπιλάβηται καὶ διαστασιάζοντας πρὸς ἀλλήλους ἴδῃ τοὺς κρατοῦντας αὐτῶν οὐ μικρὰν ἀφορμὴν τῆς οἰκείας λοιδορίας τὸν ἐκείνων λαμβάνουσι πόλεμον. Καὶ γὰρ συντιθέναι καὶ πλάττειν ὅσαπερ ἂν βούλοιντο, ἔξεστιν αὐτοῖς μετὰ ἀδείας ἁπάσης τότε, καὶ τὴν ὑποψίαν ταῖς παρ' αὐτῶν διαβολαῖς δυνατωτέραν ποιοῦσιν. Ἡ γὰρ ἅπαξ τῇ μοχθηρᾷ ταύτῃ νόσῳ κατασχεθεῖσα ψυχὴ πάντα ἐυκόλως τίθεται καὶ πᾶσιν ἀναπετάσασα ἐξ ἴσης τὴν ἀκοὴν οὐκ ἀνέχεται διακρίνειν τοὺς συκοφάντας τῶν μὴ τοιούτων, ἀλλὰ καὶ αὐτοὶ μάλιστα πιστὰ λέγειν δοκοῦσιν, ὅσοι τὴν ὑποψίαν ἐπαίρουσιν, ὅσοι σπουδάζουσιν αὐτῆς καθελεῖν. Ἐντεῦθεν λοιπὸν ἀνάγκη δεδοικέναι καὶ τρέμειν τοὺς συνοικοῦντας οὐχ ἧττον τοὺς δραπέτας ἐκείνους καὶ τὰς ἐκείνων γυναῖκας καὶ τὴν αὐτῇ πρέπουσαν τάξιν προεμένην αὐτοῖς τὴν ἐκείνων ἀντιλαβεῖν. Πότε οὖν ἀδακρυτὶ διαγαγεῖν δυνήσεται; Ποίαν νύκτα; Ποίαν ἡμέραν; Ποίαν ἑόρτην; πότε στεναγμῶν χωρὶς καὶ θρήνων καὶ ὀδυρμῶν; Ἀπειλαὶ καὶ ὕβρεις καὶ λοιδορίαι διὰ παντός-αἱ μὲν παρὰ τοῦ τετρωμένου μάτην ἀνδρός, αἱ δὲ παρὰ τῶν μιαρῶν θεραπόντων-, φυλακαί, προφυλακαί, καὶ ἅπαντα δέους καὶ τρόμου μεστά. Οὐ γὰρ εἴσοδοι καὶ ἔξοδοι πολυπραγμονοῦνται μόνον ἀλλὰ καὶ ῥήματα καὶ βλέμματα καὶ στεναγμὸς μετὰ πολλῆς βασανίζεται τῆς ἀκριβείας καὶ ἀνάγκη ἢ τῶν λίθων ἀκινητοτέραν εἶναι καὶ σιγῇ πάντα φέρειν καὶ τῷ θαλάμῳ προσηλῶσθαι διαπαντὸς δεσμώτου χεῖρον. Ἢ βουλομένην φθέγγεσθαι καὶ στένειν καὶ ἐξιέναι πάντων εὐθύνας ὑπέχειν καὶ λόγον ἐν τοῖς διεφθαρμένοις ἐκείνοις δικασταῖς, ταῖς θεραπαινίσι λέγω καὶ τῷ πλήθει τῶν οἰκετῶν. Τούτων, εἰ βούλει, μεταξὺ τῶν δεινῶν τίθει καὶ πλοῦτον ἄφατον καὶ τραπέζης πολυτέλειαν καὶ οἰκετῶν ἀγέλας, γένους λαμπρότητα, δυναστείας μέγεθος, δόξαν πολλήν, προγόνων περιφάνειαν. Μηδὲν ὅλως ἀφῇς τῶν δοκούντων ζηλωτὸν τὸν παρόντα βίον ποιεῖν ἀλλὰ πάντα ἀκριβῶς συναγαγὼν ἀντίθες ταύτῃ τῇ λύπῃ καὶ οὐδὲ φαινομένην ὄψει τὴν ἐξ ἐκείνων ἡδονήν, ἀλλ' οὕτως ἠφανισμένην ὥσπερ ἐν πελάγει πολλῷ σπινθῆρα μικρὸν ἐμπεσόντα σβεσθῆναι εἰκός. Καὶ ταῦτα μὲν ὅταν ὁ ἀνὴρ ζηλοτυπῇ· ἂν δὲ ἐπὶ τὴν γυναῖκά ποτε μεταβαίη τὸ πάθος-οὐκ ὀλιγάκις δὲ τοῦτο εἴωθε γίνεσθαι-,