37
αὐτῷ τῇ θεότητι, «ἀφ' ὧν ἔπαθεν,» ἰδίως κοινωνήσας ἡμῖν σαρκὶ, μαθὼν γενικῶς τῆς σαρκὸς «τὴν ὑπακοήν·» ὅ ἐστιν, ἐδέξατο τὴν ὑπακοὴν, καὶ ἀπήλειψεν τὴν ἀρχαίαν παρακοήν. Εὔηθες τοίνυν ἂν εἴη εἰς τὴν θεότητα λογίζεσθαι τὸ δειλιᾶσαι, ἢ δακρῦσαι, ἢ κοπιᾶσαι, καὶ ὅσα προελέχθη. Πάντα γὰρ δύναται ὁ Υἱὸς Λόγος, πλὴν τοῦ κατὰ τὴν πατρικὴν γέννησιν ταῦτα ὑποστῆναι, ὥς ἐστιν ἀδύνατον ψεύσασθαι τὸν Θεὸν, καθὰ γράφει Παῦλος δυσαρεστῶν τοῖς τοιούτοις. Ἔχει δὲ ὧδε· «Ἐν οἷς ἐστιν ἀδύνατον ψεύσασθαι τὸν Θεόν.» Οὐκοῦν «ἐν κημῷ καὶ χαλινῷ τὰς σιαγόνας αὐτῶν» ἀγχθέντες αἱρετικοὶ, τῶν μὲν ἀνεπιβάτων ἀναχωρείτωσαν, καὶ ἃ μὴ θέμις, μὴ πολυπραγμονείτωσαν· ποῦ γὰρ καὶ χρεία τούτου αὐτοῖς; Ἀλλ' ἀκούοντες τὰ προκείμενα, νοείτωσαν, ὡς ἃ μὲν ἔλεγεν ἐν τοῖς ἡμετέροις, ἃ δὲ ἐν τοῖς ἑαυτοῦ· καὶ τὴν ἄφατον καὶ ἀνεκδιήγητον αὐτοῦ φιλανθρωπίαν μεθ' ἡμῶν γνωριζέτωσαν καὶ προσκυνείτωσαν, καὶ σὺν τῷ Ἀποστόλῳ καὶ ἡμῖν κραζέτωσαν· «Ἡ εἰρήνη τοῦ Θεοῦ ὑπερέχει πάντα νοῦν·» καὶ, «Ὁ πλοῦτος τοῦ Χριστοῦ ἀνεξιχνίαστος·» ἅμα δὲ τῷ μελῳδῷ ψαλλέτωσαν· «Τοῦ Κυρίου τὰ κρίματα ἄβυσσος πολλή.» Ταῦτα. μὲν οἱ ἀληθινῶς πιστοὶ καὶ ἀκριβεῖς κήρυκες. Καὶ οἱ ἔξω δὲ συνεβούλευσαν καὶ ἐνουθέτησαν τάδε· Ἄῤῥητα μὴ σάλευε· μὴ ζήτει Θεόν. Οὐ γὰρ τοσοῦτόν ἐστιν ἀνθρώπῳ σθένος, Τὸν παντεπόπτην, τὴν ἀχώρητον φύσιν Εὑρεῖν ἀνιχνεύοντι καὶ τεχνωμένῳ. Τύχοις δ' ἂν αὐτοῦ ῥᾳδίως, πεπεισμένος Μέγιστον εἶναι τὸν Ποιητὴν τῶν ὅλων.
ΚΕΦ. ΚΒʹ. Ἀλλ' ἐφ' ἕτερον κεφάλαιον προΐωμεν. Καὶ τὴν ἐν Μάρκῳ τοίνυν
φερομένην πρὸς τοὺς ἀποστόλους πάνσοφον τοῦ πάντων ∆εσπότου ἀπόκρισιν, τὴν ἕνεκα τοῦ γενικοῦ τέλους λέγουσαν ταυτί· «Περὶ δὲ τῆς 39.917 ἡμέρας ἐκείνης, ἢ τῆς ὥρας, οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι οἱ ἐν οὐρανῷ, οὐδὲ ὁ Υἱὸς, εἰ μὴ ὁ Πατὴρ,» θεωροῦσιν οὐχ ὑγιῶς. Ματθαῖος μὲν γὰρ πρὸ αὐτοῦ κατὰ τῶν ἄλλων λέξεων ἀπαραλείπτως ἐλθὼν, οὐκ εἶπεν τὸν Υἱὸν ἀγνοεῖν, ἀλλὰ καὶ τὸ σχῆμα αὐτὸ τοῦ τέλους εἰδέναι ἐξέθετο τοιῶσδε· «Περὶ δὲ τῆς ἡμέρας ἐκείνης, ἢ τῆς ὥρας, οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν, εἰ μὴ ὁ Πατὴρ μόνος. Ὥσπερ γὰρ αἱ ἡμέραι τοῦ Νῶε, οὕτως ἔσται ἡ παρουσία τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Ὥσπερ γὰρ ἦσαν ἐν ταῖς ἡμέραις ταῖς πρὸ τοῦ κατακλυσμοῦ τρώγοντες, καὶ πίνοντες, γαμοῦντες καὶ ἐκγαμίζοντες, ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτὸν, καὶ οὐκ ἔγνωσαν, ἕως ἐπῆλθεν ὁ κατακλυσμὸς, καὶ ἦρεν πάντας· οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ Υἱοῦ τοῦ ἀνθρώπου.» Οἱ οὖν ἄλλοι εὐαγγελισταὶ οὐδὲ ὅλως ἐμνημόνευσαν τούτου· ἀλλὰ κατὰ ταύτης τῆς αἱρετικῆς ἐναντιώσεως λύσιν παρέσχον οἱ ἀπόστολοι, ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ φάμενοι οὕτως· «Νῦν οἴδαμεν, ὅτι πάντα οἶδας·» ἅτε, φησὶν, Υἱὸς Λόγος τοῦ Θεοῦ, δι' οὗ τὰ πάντα ἐγένετο· ἐξ ὧν πάντων ἐστὶν καὶ ἡ ἐσχάτη ἡμέρα. Καὶ χρὴ δὲ μὴ καθηκόντως ἐκλαμβάνειν τὸ προνοητικῶς ἀρνηθέν. Καθάπερ γὰρ δι' ἡμᾶς εἵλετο μορφὴν δούλου λαβεῖν, οὕτω καὶ τὸ εἰπεῖν, ὅτι ἀγνοεῖ. Φαρμάκῳ γὰρ οἷον τούτῳ ἐχρήσατο, διὰ τὸ συμφέρειν τῇ ἀνθρωπότητι μὴ γνῶναι τὴν ἐρώτησιν αὐτῆς· ἵν' ἀεὶ προσδοκῶσα, καὶ ἐπὶ θύραις εἶναι νομίζουσα τῆς κρίσεως τὸν καιρὸν, ἕτοιμος γένηται δι' ἔργων καὶ πίστεως εἰς τὸ σωθῆναι. Οὐδὲ γὰρ ἔλαθεν δημιουργήσας χρόνον, ὃν οὐκ ἠπίστατο· οὐδ' αὖ ἠγνόησεν τὴν ἑαυτοῦ δευτέραν παρουσίαν, ὁ ὢν ἐν τῷ Πατρὶ, καὶ τὸν Πατέρα ἔχων ἐν ἑαυτῷ δῆλον δ', ὅτι σὺν τῇ εἰδήσει· εἰ γὰρ ἐν αὐτῷ ἐστιν ὁ Πατὴρ, ὁ πάντα εἰδὼς, οἶδεν καὶ αὐτὸς, ὁ πάντα θεωρῶν ἐν τῷ Πατρί. Πῶς γὰρ ἂν καὶ μὴ βλέποι, ὁ τὸ φῶς ἔχων ἐν ἑαυτῷ, ὁ πάντα εἰς τάξιν καὶ διακόσμησιν ἀγαγὼν, ὁ πάντα εἰδὼς πρὸ γενέσεως αὐτῶν, ὁ δημιουργὸς τῶν χρόνων, ὁ καὶ ὅριον θέμενος τῇ κτίσει, καὶ τὸ ποσὸν τῶν ἡμερῶν παγιώσας τῆς συστάσεως αὐτῆς, καὶ εἰπών· «Ὡς κλέπτης ἐν νυκτὶ ἔρχεται ἡ