38
τελευταία ἡμέρα·» καὶ πάλιν· «Οὐκ ἔσται ἐν νυκτὶ, ἵνα ἡ ἡμέρα ἐν σκοτίᾳ ὑμᾶς καταλάβῃ·» ὁ καὶ τὰ ἐσόμενα σημεῖα περὶ ἐκεῖνον τὸν καιρὸν προειρηκὼς, καὶ μέλλων ἐκείνην αὐτὴν ἀνατέλλειν τὴν φοβερὰν καὶ ἀνέσπερον ἡμέραν, ὁ καὶ τῆς κρί 39.920 σεως τὸ σχῆμα καὶ τὸν τρόπον προειπὼν, ὁ ἀποδειχθεὶς ἔχειν θησαυροὺς σοφίας καὶ γνώσεως, καὶ προμηνύσας· «Ἔσονται ἐν ὑμῖν αἱρέσεις καὶ σχίσματα·» καὶ τὴν ἄρνησιν Ἰούδα, καὶ τὴν πρὸ ἀλεκτρυοφωνίου ἄρνησιν Πέτρου, καὶ τὴν κατάλυσιν τοῦ ἱεροῦ· ὁ τοὺς ἐσομένους εἰς τὰ ἔσχατα ψευδοπροφήτας προσημάνας· ὁ λέγων· «Οὐδεὶς οἶδεν τὸν Πατέρα, εἰ μὴ ὁ Υἱός·» καὶ, «Καθὼς γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω αὐτόν;» Σαφὲς δὲ, ὡς μεθ' ἧς ἔχει γνώσεως ὁ Πατήρ. Εἰ δ' ἕτερόν τι ἐστὶν εἰδέναι τὸν Πατέρα, ἕτερον δὲ τὰ τοῦ Πατρὸς, μεῖζον ἔσται τὸν Θεὸν Πατέρα τοῦ εἰδέναι τὰ αὐτοῦ, ὅ ἐστιν καὶ τὴν ἐσχάτην ἡμέραν, καθ' ὅσον ἕκαστος μείζων αὐτὸς τῶν ἑαυτοῦ ὑπάρχει. Ἢ ἄρα καὶ τοιοῦτον εἶναι δύναται τὸ, «Οὐδεὶς οἶδεν τὴν ἡμέραν ἐκείνην, ἢ τὴν ὥραν, οὔτε ὁ Υἱὸς, εἰ μὴ ὁ Πατὴρ,» ὥς τις τῶν ἐν ἁγίοις Πατέρων σοφίας γέμων ἀσυλλογίστως ἐδίδαξεν Βασίλειος ἦν ὄνομα αὐτῷ· ἀντὶ τοῦ, «Εἰ μὴ ὁ Πατὴρ οἶδεν, οὐδὲ ὁ Υἱὸς οἶδεν·» ᾧ ἀκολουθεῖ, ὡς τοῦ Πατρὸς εἰδότος, οὐχ οἷόν τε ἐμὲ ἀγνοεῖν· ἀλλ' οὐ λέγω, φησίν· ποιῶ γὰρ πάντα κατὰ τὸ θέλημα τοῦ Πατρός· τὸ δὲ γνῶναι τοῦτο ὑμᾶς, οὐκ ἔστιν θέλημα τοῦ Πατρός. Ὑμῖν οὖν, φησιν, ἀγνοῶ, τῇ ἀληθείᾳ οὐκ ἀγνοῶν· προεῖπον γὰρ ὑμῖν διὰ τοῦ ψαλμῳδοῦ· «Ὡς μακρὰν ἀπὸ τῆς σω 39.921 τηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου!» τουτέστιν, πόῤῥω τῆς θεότητός μου οἱ ἐν τῇ ἐνανθρωπήσει λόγοι μου. Οὕτω δὲ ποιεῖ καὶ ἐπὶ Λαζάρου, προειπὼν μὲν, ὡς πάντα γινώσκων· «Λάζαρος κεκοίμηται·» ἐρωτῶν δὲ, ὡς οὐδὲν εἰδώς· «Ποῦ τεθείκατε αὐτόν;» εἶτα ὡς Θεὸς ἐγείρων αὐτόν. Οὕτω καὶ ἐπὶ τῆς αἱμοῤῥούσης, φήσας μὲν, ὡς ἄνθρωπος ἀγνοῶν· «Τίς ἥψατό μου;» ἰασάμενος δὲ, ὡς Σωτήρ· ὡς καί που ὁ Θεὸς καὶ Πατὴρ ἠρώτα, ὡς ἀγνοῶν, τὸν Ἀδάμ· «Ποῦ εἶ;» καὶ τὸν Κάϊν· «Ποῦ Ἄβελ ὁ ἀδελφός σου;» καὶ Μωϋσέα· «Τί ἐστιν ἐν τῇ χειρί σου;» καὶ ἑτέρωθι· «Ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ·» ὡς δῆθεν τοὺς οὐκ ὄντας ἀγνοῶν. Ἔλεγεν δὲ καὶ πρὸς Ἀβραὰμ, θελήσαντα σφαγιάσαι αὐτῷ τὸν υἱόν· «Νῦν ἔγνων, ὅτι φοβῇ σὺ τὸν Θεόν·» ὡς δῆθεν ἐν τῷ φθάσαντι τοῦτο ἀγνοήσας. Καὶ πάλιν· «Ποῦ Σάῤῥα ἡ γυνή σου;» Ὅτι δὲ ὁμολογουμένως καὶ τοῦτο εἰδὼς εἶπεν, τὰ ἐφεξῆς δηλοῖ. Εἰπόντος γὰρ αὐτοῦ, ὡς τέξεται, κἀκείνης ἀπιστησάσης διὰ τὸ καταγεγηρακέναι, καὶ ἐν τῷ κοιτωνίσκῳ μειδιασάσης, ἔφη· «Ἐγέλασεν Σάῤῥα ἔνδον οὖσα.» Ἔτι δὲ καὶ τῷ Λὼτ εἶπεν· «Οὐ δύναμαι τοῦτο ποιῆσαι τουτέστιν, τὴν τιμωρίαν ἐπαγαγεῖν Σοδομίταις, μέχρι τοῦ ἐλθεῖν σε ἐκεῖ. ∆ιὰ τοῦτο ἐκάλεσεν τὸ ὄνομα τῆς πόλεως Σιγώρ·» καὶ ἀλλαχοῦ· «Ἀπόστητε ἀπ' ἐμοῦ, ἐργάται τῆς ἀνομίας· οὐδέποτε ἔγνων ὑμᾶς.» Καὶ ἄλλα δὲ, τῷ δοκεῖν μικρὰ ὡς πρὸς θεότητα, φέρεται αὐτοῦ· οἷον τὸ, «Καταβὰς ἔρχομαι, εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρὸς μὲ συντελοῦνται· εἰ δὲ μὴ, ἵνα γνῶ·» καὶ ἑτέρωθι· «Μεταμέλημαι ποιήσας τὸν ἄνθρωπον·» καὶ πάλιν· «Μεταμέλημαι χρίσας τὸν Σαοὺλ εἰς βασιλέα·» καὶ ἐν ρεʹ ψαλμῷ· «Καὶ ἐμνήσθη τῆς διαθήκης αὐτοῦ, καὶ μετεμελήθη κατὰ τὸ πλῆθος τοῦ ἐλέους αὐτοῦ, καὶ ἔδωκεν αὐτοὺς εἰς οἰκτιρμούς.»
ΚΕΦ. ΚΓʹ. Καταζώννυνται δὲ εἰς τὰ μάλιστα, καὶ ἔχουσιν ἐν 39.924 προβολῇ
ὅπερ Παῦλος Κορινθίοις ἐν τῇ πρώτῃ γράφει Ἐπιστολῇ· «Ὅτι οὐδεὶς Θεὸς, εἰ μὴ εἷς. Καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοὶ, εἴτε ἐν οὐρανῷ, εἴτε ἐπὶ γῆς ὥσπερ εἰσὶ θεοὶ πολλοὶ, καὶ κύριοι πολλοὶ, ἡμῖν δὲ εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα, καὶ ἡμεῖς δι' αὐτοῦ.» Φησὶν γάρ· Ἁρμόζει τὸ, «ἐξ οὗ,» καὶ τὸ, «ὁ Θεὸς,» ἐν μόνῳ τῷ Πατρὶ, ὡς ὑπερτέρῳ πρὸς τὴν θρησκείαν αὐτῶν, καὶ οἷον ὄντι τῷ χρόνῳ πρὸ ἀμφοῖν τῶν ὑποστάσεων· τὸ δὲ, «δι' οὗ,» καὶ τὸ, «ὁ