39
Κύριος,» ὡς ὑπουργῷ καὶ δευτέρως ἔχοντι τῷ Υἱῷ, δι' οὗ τὰ πάντα ἐγένετο· τὸ δὲ, «ἐν ᾧ,» τρίτως καθ' ὑπόβασιν τῷ ἁγίῳ Πνεύματι· ἐν αὐτῷ γὰρ, φησὶν, πᾶσα δόξα ἀναπέμπεται ὁρμηθέντες καὶ πρὸς τοῦτο ἀπὸ τῶν Παύλου γραμμάτων, τῶν τε πρὸς Ἐφεσίους ἐχόντων παραίνεσιν, οὖσαν ἐν τούτοις· «Μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως·» τῶν τε πρὸς Κορινθίους, ἐχόντων διδασκαλίαν τοιάνδε· «Οὐ γάρ ἐστιν ἡ βασιλεία τοῦ Θεοῦ βρῶσις καὶ πόσις, ἀλλὰ δικαιοσύνη, καὶ εἰρήνη, καὶ χαρὰ ἐν Πνεύματι ἁγίῳ.» Οὐδὲν δὲ οὐδὲ τοῦτο αὐτῶν ἐστιν παντελῶς. Αἱ γὰρ τῶν λέξεων ἐναλλαγαὶ, οὐ δι' ἐλάττωσιν τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματός εἰσιν· ἀμφότεραι γὰρ αἱ λέξεις οἰκείως ἔχουσι πρὸς ἑκάστην ὑπόστασιν· εἰ γὰρ τὰ πάντα ἐκ τοῦ Θεοῦ, ὥσπερ οὖν ἀληθὲς, πῶς ἄνωθεν τὰ πάντα διὰ τοῦ Υἱοῦ; καὶ εἰ ἠπίστατο τοῖς εἰσποιητοῖς θεοῖς ἐναριθμεῖσθαι αὐτὸν, τί μὴ τοῖς ἄλλοις ἀνέμιξεν, καὶ μὴ τῷ Πατρὶ συνήνωσεν; Ἀλλ' οὕτως εἴρηνται, τοῦτο μὲν διὰ τὸ μὴ σύγχυσιν νοῆσαι τῶν θείων ὑποστάσεων, ἑκάστην δὲ διευκρινηθῆναι· τοῦτο δὲ διὰ τὸ ἐκβάλλεσθαι Ἑλλήνων μὲν τὴν πολυθεΐαν διὰ τοῦ, «Εἷς Θεὸς ὁ Πατήρ·» Ἰουδαίων δὲ τὴν περὶ τὸν Χριστὸν ἀθέτησιν διὰ τοῦ, «Εἷς Κύριος Ἰησοῦς Χριστός·» Μοντανιστῶν δὲ τὴν ἄνοιαν, μελλόντων τὰς τρεῖς πανυμνήτους ὑποστάσεις ὡς ἓν πρόσωπον θρησκεύειν, διὰ τοῦ, «Εἷς,» καὶ «Εἷς,» καὶ «Εἷς·» Σαβελλίου δὲ τὴν μανίαν ἀνούστατον εἶναι τὸν Θεὸν Λόγον, ὡς τὸν προφορικὸν τὸν ἀναλυόμενον καὶ ἀέρι συνεκχεόμενον, φαντασθέντος, οὕτως· ὅτι ὁ Ἀπόστολος τὸν σύνδεσμον τῆς θείας εἰρήνης φυλάττων, πάλιν ἀμφοτέρας τὰς λέξεις ταύτας συναγαγὼν, εἰς τὸν ἕνα ἀναπέμπει ἀῤῥητότατον Θεὸν, Ῥωμαίοις γράψας· «Ὅτι ἐξ αὐτοῦ, καὶ δι' αὐτοῦ, καὶ εἰς αὐτὸν τὰ πάντα· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν·» καὶ Ἐφεσίοις· «Εἷς Θεὸς καὶ Πατὴρ πάντων, ὁ ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν·» οὐκ ἀλλότριον εἶναι λέγων τοῦ «ἐπὶ πάντων» τὸ «διὰ πάντων,» οὐδὲ τοῦ «διὰ πάντων» τὸ «ἐν πᾶσιν.» Οὐ 39.925 κεχώρισται γὰρ τοῦ «ἐπὶ πάντων» ἡ κτίσις, ἣν ὁ μὲν «διὰ πάντων» Θεὸς Λόγος εἰς τὸ εἶναι παρήγαγε, τὸ δὲ «ἐν ἅπασιν» Πνεῦμα τοῦ Θεοῦ πληροῖ, συνέχει, ἁγιάζει, καὶ ζωοποιεῖ. ∆ιά τοι τοῦτο ἐξακολουθῶν τῷ περὶ τὸ βάπτισμα θεσπίσματι τοῦ ∆εσπότου, τοῖς αὐτοῖς τὸ δεύτερον Κορινθίοις ἐπιστείλας, τῇ Τριάδι τὴν ἰσοτιμίαν ἐφύλαξεν, εἰπών· «Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος μετὰ πάντων ὑμῶν.» Ἐνταῦθα τὸ ταυτὸν τῆς θεότητος, καὶ τὸ ἁπλοῦν τῆς πίστεως μονονουχὶ τοῦ Πατρὸς προτάττων τὸν Υἱὸν, ἀλλὰ καὶ προσκύνησιν ἴσην ἀπονέμων τῷ ἁγίῳ Πνεύματι, καὶ ἑνότητα καὶ κοινωνίαν εἶναι λέγων αὐτῷ. Ποίαν δὲ ταύτην· Οὐσίας, βασιλείας, θελήματος, καὶ τῆς ἀναπεμπομένης δόξης. Ἐξ ὑπαρχῆς δὲ τοῦ προβλήματος μνημονεύσωμεν. Γράφει· «Εἷς Θεὸς ὁ Πατὴρ,» καὶ «εἷς Κύριος Ἰησοῦς Χριστός·» οὐχ ὡς τοῦ ὀνόματος «τῆς θεότητος» ὑπερέχοντος, ἢ πρωτεύοντος τοῦ ὀνόματος «τῆς κυριότητος,» οὐδ' ὡς ἁρμόζοντος μόνῳ μὲν τῷ Πατρὶ τὸ ἀκούειν «Θεὸς,» μόνῳ δὲ τῷ Υἱῷ τὸ καλεῖσθαι «Κύριος» ἀμφοτέρων γὰρ τὰ δύο ἴδια· ἀλλ' ὅπως καὶ τὸ ἰδιοσύστατον τῶν ὑποστάσεων, καὶ τὸ ἐν μιᾷ εἶναι αὐτὰς θεότητι καὶ κυριότητι ἀπαγγείλῃ. Ἐπείτοιγε, κατ' αὐτοὺς, εἰ μὴ ἔστιν φύσει Θεὸς ὁ Υἱὸς, οὐδὲ Κύριος ὁ Πατὴρ ἵλεως δὲ ἡμῖν εἴη, τοιαῦτα ἐξ ἀνάγκης διὰ τὴν ἀπόνοιαν φθεγγομένοις τὴν τούτων, ὡς ταυτὸν δὲ τυγχάνον «Θεὸς» καὶ «Κύριος, «καὶ ὡς θάτερον θατέρου μὴ διαφέρον, μηδὲ κεχωρισμένον ὡς ἐπίπαν, προτάττει ἡ Γραφὴ τὸ «ὁ Κύριος» τοῦ «ὁ Θεὸς,» κατὰ Μωϋσέα λέγοντα· «Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστιν·» καὶ πάλιν· «Πῶς διώξεται εἷς χιλίους, καὶ δύο μετακινήσουσιν μυριάδας, εἰ μὴ Κύριος παρέδωκεν αὐτοὺς, καὶ ὁ Θεὸς ἀπέδοτο αὐτούς;» καὶ κατὰ τὸν ψαλμῳδὸν ἐν ζʹ ψαλμῷ· «Κύριε ὁ Θεός μου, εἰ ἐποίησα τοῦτο.» Κατὰ δὲ Ἰησοῦν τὸν τοῦ Ναυὴ, ἡ λατρεία ἥτις ὀφείλεται μόνῳ Θεῷ, τῷ Κυρίῳ προσάγεται· πάντως δὲ ὡς Θεῷ. Ἔχει γάρ· «Μάρτυρες ὑμεῖς καθ' ἑαυτῶν,