1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

39

Ὅπερ καὶ ὁ Χριστὸς τότε φησὶν, Αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. Τί δήποτε ἐν σάλπιγγι; Καὶ γὰρ ἐν τῷ Σιναίῳ ὄρει τοῦτο ὁρῶμεν, καὶ ἀγγέλους κἀκεῖ. Τί δὲ βούλεται ἡ φωνὴ τοῦ ἀρχαγγέλου; Καθάπερ ἐπὶ τῶν παρθένων ἔλεγεν· ἐγείρεσθε, ἦλθεν ὁ νυμφίος. Ἤτοι τοῦτό φησιν, ἢ ὅτι καθάπερ ἐπὶ βασιλέως, οὕτω καὶ τότε ἔσται, ἀγγέλων πρὸς τὴν ἀνάστασιν ὑπηρετουμένων. Λέγει γὰρ, ἀναστῶσιν οἱ νεκροί· καὶ γίνεται τὸ ἔργον, οὐ τῶν ἀγγέλων πρὸς τοῦτο ἰσχυόντων, ἀλλὰ τοῦ ῥήματος αὐτοῦ· ὡσανεὶ βασιλέως κελεύσαντος καὶ εἰπόντος· Ἐξέλθοιεν οἱ συγκεκλεισμένοι, καὶ οἱ ὑπηρέται ἐξάγοιεν, οὐκέτι λοιπὸν ἀπὸ τῆς οἰκείας ἰσχύος, ἀλλ' ἀπὸ τῆς φωνῆς ἐκείνης τοῦτο ποιοῦσι. Τοῦτο καὶ ἀλλαχοῦ ὁ Χριστὸς λέγει· Ἀποστελεῖ τοὺς ἀγγέλους αὑτοῦ μετὰ σάλπιγγος μεγάλης, καὶ ἐπισυνάξουσι τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων, 62.440 ἀπ' ἄκρων αὐτῶν. Καὶ πανταχοῦ τοὺς ἀγγέλους ὁρᾷς διατρέχοντας. Τὸν οὖν ἀρχάγγελον οἶμαι τὸν ἐφεστῶτα εἶναι τοῖς ἀπεσταλμένοις βοῶντα τοῦτο, ὅτι ἑτοίμους ποιεῖτε πάντας· πάρεστι γὰρ ὁ κριτής. Τί ἐστιν, Ἐν τῇ ἐσχάτῃ σάλπιγγι; ∆είκνυσιν ἐνταῦθα πολλὰς τὰς σάλπιγγας γινομένας, καὶ πρὸς τῇ ἐσχάτῃ καταβαίνοντα τὸν κριτήν. Καὶ οἱ νεκροὶ, φησὶν, ἐν Χριστῷ ἀναστήσονται πρῶτον, ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα. Ὥστε παρακαλεῖτε ἀλλήλους ἐν τοῖς λόγοις τούτοις Εἰ μέλλει καταβαίνειν, τίνος ἕνεκεν ἁρπαγησόμεθα; Τιμῆς ἕνεκεν. Καὶ γὰρ βασιλέως εἰς πόλιν εἰσελαύνοντος, οἱ μὲν ἔντιμοι πρὸς ἀπάντησιν ἐξίασιν, οἱ δὲ κατάδικοι ἔνδον μένουσι τὸν κριτήν· καὶ πατρὸς φιλοστόργου παραγενομένου, οἱ μὲν παῖδες, καὶ ἄξιοι παῖδες εἶναι, ἐπ' ὀχήματος ἐξάγονται ὥστε ἰδεῖν καὶ καταφιλῆσαι· οἱ δὲ προσκεκρουκότες τῶν οἰκετῶν ἔνδον μένουσιν. Ἐπὶ τοῦ ὀχήματος φερόμεθα τοῦ Πατρός· καὶ γὰρ αὐτὸς ἐν νεφέλαις ὑπέλαβεν αὐτὸν, καὶ ἡμεῖς ἐν νεφέλαις ἁρπαγησόμεθα. Ὁρᾷς τὴν τιμὴν ὅση; καὶ τὴν ἀπάντησιν καταβαίνοντι ποιούμεθα, καὶ τὸ πάντων μακαριώτερον, οὕτω σὺν αὐτῷ ἐσόμεθα. Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰ αἰνέσεις αὐτοῦ; Ὅσων ἀγαθῶν ἠξίωσε τὸ γένος τὸ ἀνθρώπινον! πρῶτοι οἱ τελευτήσαντες ἐγείρονται, καὶ οὕτως ὁμοῦ ἡ ἀπάντησις γίνεται. Ἄβελ ὁ πρὸ πάντων τετελευτηκὼς ὁμοῦ μετὰ τῶν ζώντων τότε ἀπαντήσει. Ὥστε οὐδὲν ἔσται πλέον ἐκείνοις κατὰ τοῦτο, ἀλλ' ὁ διαφθαρεὶς, ὁ τοσαῦτα ἔχων ἐν τῇ γῇ ἔτη, μετ' ἐκείνων ἀπαντήσεται, καὶ ἅπαντες οἱ ἄλλοι. Εἰ γὰρ ἡμᾶς ἐκεῖνοι ἀνέμειναν ἵνα στεφανωθῶμεν, καθὼς ἑτέρωθί φησι γράφων, Τοῦ Κυρίου περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι· πολλῷ μᾶλλον καὶ ἡμεῖς ἐκείνους· μᾶλλον δὲ ἐκεῖνοι μὲν ἀνέμειναν, ἡμεῖς δὲ οὐκέτι· ἐν γὰρ ἀτόμῳ ἡ ἀνάστασις γίνεται, ἐν ῥιπῇ ὀφθαλμοῦ. Τὸ δὲ λέγειν, ὅτι συνάγονται, τοῦτο δηλοῖ, ὅτι ἀνίστανται μὲν πανταχοῦ, συνάγονται δὲ ὑπὸ τῶν ἀγγέλων. Τὸ μὲν οὖν ἀναστῆναι, τῆς τοῦ Θεοῦ δυνάμεως ἔργον ἐστὶ, τῇ γῇ κελεύοντος ἀφεῖναι τὴν παρακαταθήκην, καὶ οὐδεὶς ὁ ὑπηρετούμενος, ὥσπερ τότε ἐκάλεσε τὸν Λάζαρον, Λάζαρε, δεῦρο ἔξω· τὸ δὲ ἀγαγεῖν, τῶν ὑπηρετῶν γίνεται. Ἀλλ' εἰ συνάγουσι, καὶ περιτρέχουσιν ἄγγελοι, πῶς αὐτοὶ ἐνταῦθα ἁρπάζονται; Μετὰ τὸ καταβῆναι ἁρπάζονται, μετὰ τὸ συναχθῆναι· ἅμα γὰρ οὐδενὸς εἰδότος τοῦτο γίνεται. Ὅταν γὰρ ἴδωσι τὴν γῆν κλονουμένην, κόνιν ἀναμι 62.441 γνυμένην, ἴσως πάντοτε ἐγειρόμενα τὰ σώματα, οὐδενὸς πρὸς τοῦτο ὑπηρετοῦντος, ἀλλὰ τοῦ κελεύσματος ἀρκοῦντος τὴν γῆν πεπληρωμένην πᾶσαν κενῶσαι· ἐννόησον γὰρ ὅσον ἐστὶ τοὺς ἀπὸ τοῦ Ἀδὰμ μέχρι τῆς αὐτοῦ παρουσίας πάντας ἐκείνους ἑστάναι τότε μετὰ γυναικῶν καὶ παίδων· ὅταν ἴδωσι τοσοῦτον ἐπὶ τῆς γῆς θόρυβον, τότε εἴσονται. Ὥσπερ οὖν ἐπὶ τῆς κατὰ σάρκα οἰκονομίας οὐδὲν προεωράκεισαν, οὕτω καὶ τότε.