1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

41

αὐτῷ ἐκτίσθη τὰ πάντα.» Εἰ οὖν παραλλαξίαν οὐ δηλοῖ ἡ λέγουσα τοῦ ∆εσπότου φωνὴ, «Βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος,» παραλλαξίαν ἡ λέξις οὐχ ἕξει, «ἐν τῷ ἁγίῳ Πνεύματι,» διά τε εἰς ἓν ὄνομα ἰσοτίμως εἰρῆσθαι, διά τε αὐτὸν εἶναι εἰπεῖν, «εἰς τὸ ὄνομα,» καὶ «ἐν τῷ ὀνόματι.» Ἱκανὰ μὲν οὖν ἐστι καὶ ταῦτα. Εὑρίσκεται δὲ ὅμως τὸ «ἐξ οὗ» γεγραμμένον περί τε τοῦ Υἱοῦ, περί τε τοῦ ἁγίου Πνεύματος, καὶ τὸ «δι' οὗ» κείμενον περὶ τοῦ Πατρὸς καὶ περὶ τοῦ θείου Πνεύματος, καὶ τὸ «ἐν ᾧ» οὐ τῷ ἁγίῳ Πνεύματι ἀφωρισμένον, ἀλλὰ καὶ περὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ λεχθὲν, ὡς αἱ ὑποκείμεναι παριστῶσιν γραφαί. Ὅτι τὸ «ἐξ οὗ» εἴρηται καὶ περὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, οὕτως· περὶ τοῦ Υἱοῦ, Παῦλος Ἐφεσίοις· «Ὅστις ἐστὶν ἡ κεφαλὴ Χριστὸς, ἐξ οὗ πᾶν τὸ σῶμα συναρμολογούμενον καὶ συμβιβαζόμενον αὔξει τὴν αὔξησιν τοῦ Θεοῦ·» Ἰωάννης ἐν Εὐαγγελίῳ· «Ἐκ 39.932 τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν·» καὶ πάλιν ἀπὸ τοῦ Υἱοῦ· «Ἐκ τοῦ ἐμοῦ λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν·» καὶ ἑτέρωθι· «Ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ' ἐμοῦ» Περὶ τοῦ ἁγίου Πνεύματος. Ἰωάννης· «Ὁ σπείρων εἰς τὸ Πνεῦμα,ἐκ τοῦ Πνεύματος θερίσει ζωὴν αἰώνιον·» καὶ πάλιν· «Τὸ γεγεννημένον ἐκ τοῦ Πνεύματος, Πνεῦμά ἐστιν·» καὶ ὁ ἄγγελος «Τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν ἁγίου» Ὅτι περὶ τοῦ Πατρὸς γέγραπται ἡνωμένως «ἐξ οὗ, δι' οὗ,» καὶ «ἐν ᾧ,» προελέχθη· ὅτι κεχωρισμένως τὸ «δι' οὗ» κεῖται περὶ τοῦ Πατρὸς καὶ τοῦ ἁγίου Πνεύματος, οὕτως· περὶ τοῦ Πατρὸς, Ἡσαΐας ἀπὸ τοῦ Πατρὸς πρὸς τὸν Υἱόν· «Ἰδοὺ προσήλυτοι προσελεύσονταί σοι δι' ἐμοῦ.» Ἐπιτήρησον, ὡς διὰ τὸ ἰσότιμον καὶ ὁμοούσιον, προσάγει τὰ ἔθνη τῷ Υἱῷ ὁ Πατήρ· καὶ πάλιν· «Οὐαὶ οἱ βαθέως βουλὴν ποιοῦντες, καὶ οὐ διὰ Κυρίου.» Καὶ ἐν τῇ Γενέσει Ἀδὰμ λέγει· «Ἐκτησάμην ἄνθρωπον διὰ τοῦ Θεοῦ·» καὶ πάλιν· «Ὅσα ἐνετείλατο Μωϋσῆς τῷ Ἰσραὴλ διὰ τοῦ προστάγματος Κυρίου.» Καὶ Ἰωσὴφ πρὸς τοὺς εὐνούχους φησίν· «Οὐχὶ διὰ τοῦ Θεοῦ ἡ διασάφησις αὐτῶν ἔσται·» Ἀλλὰ καὶ Παῦλος Ἑβραίοις· «Ἔπρεπενγὰρ,» φησὶν, «αὐτῷ, δι' ὃν τὰ πάντα, καὶ δι' οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀναγαγόντα, τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελειῶσαι.» Σημειωτέον, πῶς παραπλήσιον τοῦτο μάλιστα τῷ ἐκκειμένῳ κεφαλαίῳ τῷ, «Εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα·» καὶ Κολοσσαεῦσιν· «Παῦλος ἀπόστολος δοῦλος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ·» καὶ Κορινθίοις· «Πιστὸς ὁ Θεὸς, δι' οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν.» Μέμνησο πάλιν, ὅτι ὁ Θεὸς καὶ Πατὴρ καλεῖ πρὸς τὸν ἑαυτοῦ Υἱόν. Καὶ Ῥωμαίοις· «Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοὶ, διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ·» καὶ Γαλάταις· «Ὥστε οὐκ ἔτι εἶ δοῦλος, ἀλλὰ υἱός· εἰ δὲ υἱὸς, καὶ κληρονόμος διὰ Θεοῦ.» Περὶ τοῦ ἁγίου Πνεύματος Ἡσαΐας ἀπὸ τοῦ Πατρός· «Βουλὴν ἐποιήσατε οὐ δι' ἐμοῦ, καὶ συνθήκας οὐ διὰ τοῦ Πνεύματός μου·» Παῦλος Κορινθίοις· «Ἡμῖν ἀπεκάλυψεν ὁ Θεὸς διὰ τοῦ Πνεύματος αὐτοῦ· τὸ γὰρ Πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ·» καὶ πάλιν· «Ὧ μὲν γὰρ 39.933 διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ πίστις διὰ τοῦ αὐτοῦ Πνεύματος.» Ῥωμαίοις· «Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοὶ, διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ διὰ τῆς ἀγάπης τοῦ Πνεύματος·» καὶ πάλιν· «Ὁ ἐγείρας Ἰησοῦν Χριστὸν ἐκ νεκρῶν, ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν, διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν, κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ, δυνάμει κραταιωθῆναι διὰ τοῦ Πνεύματος αὐτοῦ·» καὶ πάλιν· «Ἡ ἀγάπη τοῦ Θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν διὰ Πνεύματος ἁγίου·» καὶ πρὸς Τιμόθεον· «Τὴν καλὴν παραθήκην φύλαξον διὰ Πνεύματος ἁγίου, τοῦ ἐνοικοῦντος ἐν ἡμῖν.» Καὶ αἱ Πράξεις φασίν· «Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν, ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ Πνεύματος ἁγίου, οὓς ἐξελέξατο ἀνελήφθη.» Εἶπεν δὲ «πρῶτον» τὸ Εὐαγγέλιον τὸ