1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

41

τοὺς δὲ γονεῖς ἀμφοτέρους ὁμοῦ προπεμπέτωσαν μετὰ γῆρας μακρόν. Καὶ τί τὸ πέρας; Ποῖον τὸ κέρδος ἐκ ταύτης τῆς πολλῆς ἡδονῆς ἔχοντες ἀπελεύσονται ἐκεῖ; Τὸ γὰρ πολλοὺς παῖδας καταλιπεῖν καὶ καλῆς ἀπολαῦσαι γυναικὸς μετὰ τρυφῆς καὶ τῶν ἄλλων ἁπάντων ὧν ἄρτι διῆλθον καὶ εἰς γῆρας ἐλάσαι μακρόν, τί πρὸς τὸ δικαστήριον ἡμᾶς ὠφελῆσαι δυνήδεται ἐκεῖνο ἐν τοῖς αἰωνίοις πράγμασι καὶ ἀληθινοῖς; Οὐδέν. Οὔκουν σκιὰ ταῦτα καὶ ὄναρ; Ὅταν γὰρ ἐν τοῖς ἐκεῖ ληψομένοις ἡμᾶς αἰῶσι καὶ πέρας οὐκ ἔχουσι μηδὲν ἀπὸ τούτων δυνηθῶμεν κερδᾶναι μήτε παραμυθίας ἀπολαῦσαί τινος, ἐν ἴσῳ τοῖς οὐ μετασχοῦσι τὸν μετασχόντα θετέον. Οὐδὲ γὰρ εἴ τις ἐν χιλίοις ἔτεσι μίαν νύκτα μόνην εἶδεν ὄναρ χρηστόν, πλέον ἔχειν τι τοῦτον φήσομεν τοῦ μὴ ταύτης ἀπολελαυκότος τῆς ὄψεως. Καίτοι γε οὐδὲ ὅσον ἐβουλόμην εἶπον. Οὐδὲ γὰρ ὅσον τὰ ὀνείρατα ἀπολείπεται τῆς ἀληθείας, τοσοῦτον τὰ ἐνταῦθα ἀφέστηκε τῶν ἐκεῖ ἀλλ' ἔτι μᾶλλον. Οὐδὲ ὅπερ ἐστὶν ἐν ἔτεσι χιλίοις μία νὺξ τοσοῦτον ὁ παρὼν αἰὼν πρὸς τὸν μέλλοντα, ἀλλὰ κἀν τούτῳ πολλῷ πλέον πάλιν τὸ μέσον. Ἀλλ' οὐ τὰ τῆς παρθένου τοιαῦτα, ἀλλὰ πολλὴν ἄπεισιν ἐντεῦθεν ἔχουσα τὴν ἐμπορίαν· μᾶλλον δὲ τὸν λόγον ἄνωθεν ἐξετάσωμεν.

59 Ὅτι εὔκολον ἡ παρθενία. Οὐκ ἀναγκάζεται πολυπραγμονεῖν τὸν νυμφίον οὐδὲ μή τινα ἀπάτην ὑπομείνῃ δέδοικεν. Θεὸς γάρ ἐστιν οὐκ ἄνθρωπος, δεσπότης οὐχ ὁμόδουλος. Καὶ τῶν μὲν νυμφίων τὸ μέσον τοσοῦτον· σκόπει δὲ καὶ ἐπὶ τίσιν ἁρμόζονται. Οὐ γὰρ ἀνδράποδα οὐδὲ γῆς πλέθρα οὐδὲ τόσα καὶ τόσα χρυσίου τάλαντα, ἀλλ' οὐρανοὶ καὶ τὰ ἐν οὐρανοῖς ἀγαθὰ τὰ ἕδνα ταύτης τῆς νύμφης ἐστί. Πρὸς τούτοις ἡ μὲν γεγαμηκυῖα φρίττει τὸν θάνατον τῶν τε ἄλλων ἕνεκεν καὶ ὅτι τοῦ συνοικοῦντος αὐτὴν διαζεύγνυσιν. Ἡ δὲ παρθένος καὶ ποθεῖ τὴν τελευτὴν καὶ βαρύνεται τῇ ζωῇ, σπεύδουσα τὸν νυμφίον ἰδεῖν πρόσωπον πρὸς πρόσωπον καὶ τῆς δόξης ἀπολαῦσαι ἐκείνης.

60 Ὅτι ἡ παρθενία οὐδενὸς δεῖται τῶν οὐκ ἐφ' ἡμῖν. Οὔτε δὲ τὸ πενίᾳ συζῆν καθάπερ ἐπὶ τοῦ γάμου παραβλάψαι δύναιτ' ἂν αὐτὴν ἀλλὰ καὶ μᾶλλον ποθεινοτέραν τῷ νυμφίῳ τὴν ἑκοῦσαν τοῦτο ὑπομένουσαν ποιεῖ οὔτε τὸ ἐκ ταπεινῶν γεγονέναι οὔτε τὸ μὴ διαλάμπειν τὴν τοῦ σώματος ὥραν οὔτε ἄλλο τῶν τοιούτων οὐδέν. Καὶ τί λέγω ταῦτα; Κἂν γὰρ μηδὲ ἐλευθέρα οὖσα τύχῃ, οὐδὲ τοῦτο αὐτῆς λυμαίνεται τὴν μνηστείαν, ἀλλὰ ἀρκεῖ ψυχὴν ἐπιδείξασθαι καλὴν καὶ τῶν πρωτείων τυχεῖν. Οὐκ ἔστιν ἐκεῖ φοβηθῆναι ζηλοτυπίαν, οὐκ ἔστιν ἀλγῆσαι διαφθονουμένην ἑτέρᾳ γυναικὶ ὡς λαμπροτέρῳ συνεζευγμένῃ ἀνδρί. Οὐ γάρ ἐστιν ὅμοιος αὐτῷ οὐδὲ ἴσος οὐδεὶς ἀλλ' οὐδὲ κατὰ μικρὸν ἐγγύς· ἐν δὲ τῷ γάμῳ κἂν τῶν σφόδρα πλουτούντων καὶ μεγάλα δυναμένων ἔχῃ τις ἄνδρα, ἀλλ' ὅμως δύναιτ' ἂν ἑτέραν εὑρεῖν πολλῷ μείζονα ἔχουσαν. Οὐχ ὡς ἔτυχε δὲ ἐλαττοῖ τὴν ἐκ τῆς τῶν ἡττόνων ὑπεροχῆς ἡδονὴν ἡ τῶν μειζόνων ὑπερβολή, ἀλλ' ἡ πολλὴ τρυφὴ τῶν χρυσίων καὶ τῶν ἱματίων καὶ τῆς τραπέζης καὶ τῆς ἄλλης ἀδείας ἱκανὴ δελείσαι ψυχὴν καὶ ἐφελκύσασθαι· καὶ πόσαι τούτων ἀπολαύουσι γυναῖκες; Τὸ γὰρ πλεῖστον τῶν ἀνθρώπων μέρος πενίαις συζῇ καὶ ταλαιπωρίαις καὶ πόνοις. Εἰ δέ τινες εἶεν αἱ τούτων μετέχουσαι, σφόδρα μὲν ὀλίγαι καὶ εὐαρίθμητοι καὶ αὗται δὲ παρὰ τὸ τῷ θεῷ δοκοῦν· οὐδενὶ γὰρ ἐφίεται ἐν τούτοις τρυφᾶν ὡς καὶ ἀπεδείξαμεν ἐν τοῖς πρόσθεν λόγοις.

61 Ὅτι τὸ χρυσοφορεῖν μείζονα τῆς ἡδονῆς ἔχει τὸν φόβον. Πλὴν ἀλλὰ θῶμεν πάλιν τῷ λόγῳ καὶ ταύτην συγχωρεῖσθαι τὴν τρυφὴν καὶ μήτε τὸν προφήτην μήτε Παῦλον ἀποφήνασθαι πρὸς τὰς χλιδώσας τῶν γυναικῶν. Τί τὸ ὄφελος τῶν πολλῶν χρυσίων; Ἕτερον μὲν οὐδέν, βασκανία δὲ καὶ φροντὶς καὶ φόβος οὐχ ὁ τυχών. Οὐ γὰρ μόνον ὅταν εἰς τὸ κιβώτιον αὐτὰ ἀποθῶνται οὐδὲ νυκτὸς καταλαβούσης μόνον ταράττονται ταῖς φροντίσιν, ἀλλὰ καὶ ὅταν αὐτὰ περικέωνται, καὶ ὅταν ἡμέρα ᾖ τὴν αὐτὴν ὑπομένουσι μέριμναν, μᾶλλον δὲ καὶ χαλεπωτέραν. Καὶ