1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

43

«Λεγόμενοι θεοί εἰσιν·» τοῦτ' ἔστιν, οὐ φύσει ὑπάρχοντες, ἀλλ' ὀνόματι. Τὸ μὲν γὰρ ἀποτέλεσμα σεσιώπηται, δεῖ δὲ ἐκδέξασθαι, ὡς δεδομένον ἀπὸ μέρους τὸ ὅλον νοοῦντας. Χάριν γὰρ καὶ τῶν κατ' ἔλλειψιν φρασθέντων γράψει· «Ὁ ἀναγινώσκων νοείτω.» Θεοὺς τοίνυν τοὺς ἁγίους λέγει, τοὺς κατὰ χάριν ἀξιωθέντας τῆς υἱοθεσίας καὶ ταύτης τῆς προσηγορίας· ὧν ἐξ ἀρετῆς τὸ πολίτευμα, κατὰ τὸν αὐτὸν Ἀπόστολον, ἔστιν ἐν οὐρανῷ· περὶ ὧν αὐτὸς ὁ ἀπλανὴς Θεὸς εἰρηκὼς φαίνεται· «Ἐγὼ εἶπα· Θεοί ἐστε καὶ υἱοὶ Ὑψίστου πάντες·» καὶ ὁ εὐαγγελιστής· «Εἰ ἐκείνους εἶπε θεοὺς, πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο.» Καὶ μέντοι Μωϋσέα καὶ Ἀαρὼν αἰνίττεται ἡ Γραφὴ, τοὺς ἀγγέλων γείτονας, τοὺς οὐ μόνον γενικώτερον, ἀλλὰ καὶ ἰδικώτερον κατηγλαϊσμένους τῷ τοῦ Θεοῦ ὀνόματι. Εἶπεν γὰρ ὁ Θεὸς τῷ Μωϋσεῖ· «Ἰδοὺ τίθεμαί σε θεὸν τῷ Φαραώ·» καὶ πάλιν τῷ Ἀαρών· «Ἔσῃ αὐτῷ εἰς θεόν·» τουτέστι, τῇ περὶ αὐτὸν προνοίᾳ. Ἢ τάχα οὐκ ἀπεικὸς κατ' ἐμὲ καὶ τὰς πιστὰς καὶ εὐδοκίμους λειτουργικὰς τοῦ Θεοῦ δυνάμεις τὰ εὐχάριστα ποιήματα, σεραφὶμ λέγω καὶ κυριότητας, δυνάμεις τε καὶ ἐξουσίας, τούτῳ, καθὰ καὶ ἡμεῖς, τῷ ὑπερφερεῖ τετιμῆσθαι ὀνόματι. Ἀφθόνως γὰρ ὁ πάντων γενεσιουργὸς τοῖς αἰτοῦσιν αὐτὸν, καὶ οὐκ αἰτοῦσι, πιστοῖς δὲ καὶ εὐγνώμοσιν οὖσιν, καὶ χάριτος εἰδόσι μεμνῆσθαι, πάντων μεταδίδωσι, κἂν σιγῶσιν, τῶν ἑαυτοῦ ἀγαθῶν. Μᾶλλον οὖν ἐπιλεγέσθωσαν, Ἱερεμίαν μὲν προφητεύοντα περὶ τῶν παρ' Ἕλλησι συμπτωχοτάτων αὐτοῖς θεῶν· «Θεοὶ, οἳ 39.940 τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν ἐπὶ τῆς γῆς. Κύριος ἐποίησε τοὺς οὐρανοὺς ἐν συνέσει, αὐτὸς Θεὸς ζῶν καὶ ἀληθινός·» τὸν δὲ ∆αυῒδ ἐν ριγʹ ψάλλοντα· «Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων. Στόμα ἔχουσιν, καὶ οὐ λαλήσουσιν· ὀφθαλμοὺς ἔχουσιν, καὶ οὐκ ὄψονται· ὦτα ἔχουσιν, καὶ οὐκ ἀκούσονται· ῥῖνας ἔχουσιν, καὶ οὐκ ὀσφρανθήσονται· χεῖρας ἔχουσιν, καὶ οὐ ψηλαφήσουσιν· πόδας ἔχουσιν, καὶ οὐ περιπατήσουσιν· οὐ φωνήσουσιν ἐν τῷ λάρυγγι αὐτῷ. Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ, καὶ πάντες οἱ πεποιθότες ἐπ' αὐτοῖς.»

ΚΕΦ. ΚΕʹ. Καταλιπόντες οὖν ἤδη καὶ τὸ κεφάλαιον τοῦτο, ἐπὶ ἕτερον

μεταβῶμεν. Αἱρετικῶν οἱ ἐξηγηταὶ, νενευκότες πρὸς τὰ αἰσχίω, τὸν ἀγῶνα πρὸς τὸ παραῤῥηγνύναι τὴν ἀλήθειαν ἔχουσιν, καὶ μηδὲν ὀρθῷ σκοπῷ προσηκούσας ἀμφισβητήσεις ἐπινοοῦσιν ἀεί. Προσπταίουσι γὰρ καὶ περὶ τὰς ἀναιτίους καὶ μείζονας συλλαβὰς τοῦ τὰ κακυνθέντα ἡμῶν δι' ἡμετέραν ἀφροσύνην ἰωμένου δι' οἰκείαν εὐσπλαγχνίαν, καὶ ἀρήγοντος πάντοτε πᾶσιν, καὶ μήτε ὀρθῶν, μήτε τῶν ἐπταισμένων τὴν πολιτείαν ἀποστρεφομένου μεγάλου καὶ ἀναμαρτήτου Θεοῦ, τὰς ἐχούσας ὧδε· «∆όξασόν με σὺ, Πάτερ, παρὰ σεαυτῷ·» ὑπολαμβάνοντες ἰδίαν αὐτὸν κεκτῆσθαι δόξαν, καίτοι ἐπαγαγόντος· «Τῇ δόξῃ, ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί·» καὶ ποιήσαντος διὰ τῆς συμφράσεως ταύτης δῆλον, ὅτι ἀΐδιον καὶ σύμφυτον ἔχει δόξαν κατὰ τὸ θεϊκὸν, ἥτις οὐκ ἀπεβλήθη αὐτοῦ· ἀμετάβλητον γὰρ τὸ θεῖον. Ἔφασαν τοιγάρτοι αὐταῖς λέξεσιν, ὁ μὲν ἀοίδιμος Ἰωάννης· «Καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς·» ὁ δὲ ἀείμνηστος καὶ πολύπειρος τούτων Παῦλος· «Εἰ γὰρ ᾔδεσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν.» Καὶ ἄλλως δὲ οὐ θέμις νοεῖν, ὡς τῷ ἰδίῳ ἔργῳ δοξάζεται ὁ Θεὸς πάντα γὰρ δι' αὐτοῦ ἐγένετο, σὺν πᾶσιν δὲ πάντως, καὶ ἣν νομίζουσι δόξαν. Καὶ Θεοῦ δὲ δυνάμεως καὶ σοφίας ἔργα καὶ δοῦλα τὰ σύμπαντα κεχρησμῴδηται. Τοῦ Θεοῦ σοφία καὶ δύναμις ὁ Μονογενής ἐστιν, ἅτε δημιουργὸς Λόγος. Ἡρμήνευσε τοιγαροῦν παρὰ τῷ αὐτῷ εὐαγγελιστῇ οὗτος ὁ εὔμικτος Θεὸς, τί ἐστὶν τὸ, «∆όξασόν με,» πρὸς τὸν Πατέρα εἰπών· «Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς· τὸ ἔργον ἐτελείωσα, ὃ δέδωκάς μοι ἵνα ποιήσω·» ἀντὶ τοῦ, Οὐδὲν ἔξωθεν τοῦ θελήμα τός σου ἡ ἐνανθρώπησίς μου ἐποίησεν, ἀλλὰ πάντα 39.941