43
εὐρυθμίᾳ διατηρεῖ, καὶ οὔτε τὴν γλῶτταν ἀφίησιν ἀπηχές τι καὶ ἀνάρμοστον φθέγξασθαι οὔτε τὸν ὀφθαλμὸν μόνον ἀναισχύντως καὶ ὑπόπτως ἐνιδεῖν οὔτε τὴν ἀκοὴν δέξασθαί τι τῶν οὐ προσηκόντων μελῶν. Καὶ ποδῶν δὲ αὐτῇ μέλει ὥστε μὴ ἄτακτα βαδίζειν καὶ διατεθρυμμένα ἀλλ' ἄπλαστόν τινα καὶ ἀνεπιτήδευτον ἔχειν τὴν βάδισιν. Καὶ τὸν ἀπὸ τῶν ἱματίων δὲ καλλωπισμὸν περικόψασα καὶ τῷ προσώπῳ παραινεῖ συνεχῶς μὴ διαχεῖσθαι τῷ γέλωτι ἀλλὰ μηδὲ ἠρέμα μειδιᾶν ἀλλ' ἐπισκύνιον αἰδέσιμον ἀεὶ καὶ αὐστηρὸν ἐπιδείκνυσθαι καὶ πρὸς δάκρυα παρεσκευάσθαι διὰ παντός, πρὸς γέλωτα δὲ μηδέποτε.
64 Ὅτι ἃ διὰ τὸν Χριστὸν πασχόμενα, κἂν ἀνιαρὰ ᾖ, ἡδονὴν ἔχει. Ὅταν δὲ δακρύων ἀκούσῃς μηδὲν ὑποπτεύσῃς σκυθρωπόν. Τοσαύτην γὰρ ἔχει τὰ δάκρυα ἐκεῖνα τὴν ἡδονὴν ὅσην οὐδὲ ὁ γέλως τοῦ κόσμου τούτου. Εἰ δὲ ἀπιστεῖς, ἄκουσον τοῦ Λουκᾶ λέγοντος ὅτι «Μαστιχθέντες οἱ ἀπόστολοι ἀνεχώρουν ἀπὸ προσώπου τοῦ συνεδρίου χαίροντες»· καίτοι γε οὐ τοιαύτη τῶν μαστίγων ἡ φύσις· οὐ γὰρ ἡδονὴν καὶ χαρὰν ἀλλ' ὀδύνην καὶ κόπον ἐργάζεσθαι εἴωθεν. Ἀλλ' ἡ μὲν τῶν μαστίγων φύσις οὐ τοιαύτη, ἡ δὲ εἰς τὸν Χριστὸν πίστις τοιαύτη ὡς καὶ τῆς φύσεως αὐτῆς τῶν πραγμάτων κρατεῖν. Εἰ δὲ μάστιγες ἡδονὴν ἔτεκον διὰ τὸν Χριστόν, τί θαυμάζεις εἰ καὶ τὰ δάκρυα τὸ αὐτὸ ἐργάζεται διὰ τὸν αὐτόν; ∆ιὰ τοῦτο ἣν στενὴν καὶ τεθλιμμένην ἐκάλεσεν ὁδὸν ταύτην πάλιν καλεῖ καὶ ζυγὸν χρηστὸν καὶ φορτίον ἐλαφρόν. Τῇ μὲν γὰρ φύσει τὸ πρᾶγμα τοιοῦτόν ἐστι, τῇ δὲ τῶν κατορθούντων προαιρέσει καὶ ταῖς ἐλπίσι ταῖς χρησταῖς σφόδρα γίνεται κοῦφον. ∆ιὸ ἀντὶ τῆς εὐρυχώρου καὶ πλατείας τὴν στενὴν καὶ τεθλιμμένην μετὰ πλείονος ἄν τις ἴδοι προθυμίας ὁδεύοντας τοὺς ἑλομένους αὐτήν, οὐ διὰ τὸ μὴ θλίβεσθαι ἀλλὰ διὰ τὸ τῶν θλίψεων ἀνωτέρους εἶναι καὶ μηδὲν πάσχειν ὑπ' αὐτῶν, οἷον καὶ τοὺς ἄλλους εἰκός. Ἔχει μὲν γὰρ θλίψεις καὶ οὗτος ὁ βίος ἀλλ' ὅταν αὐτὰς πρὸς τὰς τοῦ γάμου παραβάλωμεν οὐδὲ θλίψεις χρὴ καλεῖν.
65 Ὅτι πάντα τὰ ἐπίπονα τῆς παρθενίας τῶν ὠδίνων μόνων τοῦ γάμου οὐκ ἔστιν ἀντίρροπα. Τί γάρ, εἰπέ μοι, παρὰ πάντα τὸν βίον ἡ παρθένος ὑπομένει τοιοῦτον οἷον καθ' ἕκαστον ὡς εἰπεῖν ἐνιαυτὸν ἡ γεγαμημένη, ὠδῖσι καὶ οἰμωγαῖς διακοπτομένη; Τοσαύτη γὰρ τῆς ἀλγηδόνος ταύτης ἡ τυραννὶς ὡς καὶ τὴν θείαν γραφὴν ἡνίκα ἂν αἰχμαλωσίαν καὶ λιμὸν καὶ λοιμὸν καὶ τὰ ἀφόρητα τῶν κακῶν αἰνίττεσθαι βούληται, ὠδῖνας πάντα τὰ τοιαῦτα καλεῖν. Καὶ ὁ Θεὸς δὲ ἀντὶ τιμωρίας αὐτὸ καὶ ἀρᾶς ἐπέθηκε τῇ γυναικί, οὐ τὸ τίκτειν λέγω ἀλλὰ τὸ οὕτω τίκτειν μετὰ πόνων καὶ ὠδίνων· «Ἐν λύπαις γάρ», φησί, «τέξῃ τέκνα.» Ἡ δὲ παρθένος ἀνωτέρω ταύτης ἕστηκε τῆς ὠδῖνος καὶ τῆς ἀρᾶς. Ὁ γὰρ τὴν ἀπὸ τοῦ νόμου κατάραν λύσας καὶ ταύτην ἔλυσε μετ' ἐκείνης.
66 Ὅτι τὸ βαδίζειν τοῦ περιφέρεσθαι ἐπὶ ἡμιόνοις ἥδιον. Ἀλλὰ τὸ περιφέρεσθαι ἐπὶ τῆς ἀγορᾶς ἐπὶ ἡμιόνων ἡδύ. Τῦφος τοῦτο περιττὸς μόνον, ἡδονῆς δὲ ἀπεστέρηται πάσης. Καὶ ὥσπερ οὔτε σκότος τοῦ φωτὸς ἄμεινον οὔτε τὸ συγκεκλεῖσθαι τοῦ λελύσθαι οὔτε τὸ πολλῶν χρῄζειν τοῦ μηδενός, οὕτως οὐδὲ αὐτὴ τοῖς οἰκείοις ποσὶ μὴ κεχρημένη ἄμεινον διακείσεται. Τὰς γὰρ ἀηδίας ὅσας ἐκ τούτων ὑπομένειν ἀνάγκη παρίημι. Καὶ γὰρ οὐχ ὅτε βούλεται ἔξεστιν αὐτῇ τῆς οἰκίας προελθεῖν, ἀλλὰ καὶ πολλάκις χρησίμου τινὸς κατεπειγούσης ἐξόδου οἴκοι μένειν ἀναγκάζεται, καθάπερ τῶν ἐπαιτῶν οἱ τοὺς πόδας ἀποτετμημένοι καὶ οὐκ ἔχοντες ὅτῳ φέροιντο. Κἂν μὲν ὁ ἀνὴρ τύχῃ τὰς ἡμιόνους ἀπασχολήσας μικροψυχία καὶ μάχη καὶ πολλὴ παρασιώπησις· ἂν δὲ αὐτὴ μηδὲν τῶν μελλόντων προορωμένη τὸ αὐτὸ τοῦτο ἐργάσηται, τὸν ἄνδρα ἀφεῖσα καθ' ἑαυτῆς τρέπει τὸν θυμόν, διατρώγουσα συνεχῶς ὑπὸ τῆς ἐπηρείας ἑαυτήν. Καὶ πόσῳ βέλτιον ἦν τοῖς ποσὶ κεχρημένην-διὰ γὰρ τοῦτο ἡμῖν αὐτοὺς ἐποίησεν ὁ Θεός-μηδὲν τούτων ὑπομένειν τῶν δεινῶν ἢ βουλομένην θρύπτεσθαι τοσαύτας ἔχειν λύπης καὶ μικροψυχίας