1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

43

ἀδελφὸν, οὐχὶ ταυτὸν εἰργάσω; Τί γὰρ, εἰ καὶ μὴ ξίφει, ἀλλ' ἑτέρῳ τρόπῳ, ὅταν δυνάμενος λῦσαι λιμὸν, περιίδῃς; Τί οὖν; οὐδεὶς ἐφθόνησε νῦν τῷ ἀδελφῷ; οὐδεὶς περιέβαλε κινδύνοις; ἀλλ' ἐνταῦθα οὐκ ἔδωκαν δίκην. Ἀλλὰ δώσουσιν. Εἶτα ὁ μὲν μὴ νόμων ἀκούσας γραπτῶν μηδὲ προφητῶν, μήτε σημεῖα θεασάμενος μεγάλα, τοσαύτην δίδωσι τιμωρίαν· ὁ δὲ ἑτέρως τὰ αὐτὰ δεδρακὼς, καὶ μηδὲ τοσούτοις παραδείγμασι σωφρονιζόμενος, ἀτιμώρητος ἔσται; καὶ ποῦ τὸ δίκαιον τοῦ Θεοῦ; ἢ ποῦ τὸ ἀγαθόν; Πάλιν ξύλα τις συλλέξας ἐν τῷ σαββάτῳ, κατελεύσθη· καίτοι γε μικρὰ 62.445 αὕτη ἡ ἐντολὴ, καὶ τῆς περιτομῆς φαυλοτέρα. Εἶτα ὁ μὲν ξύλα συλλέξας ἐν σαββάτῳ ἐλιθάσθη, οἱ δὲ μυρία ἐργασάμενοι πολλάκις παράνομα ἀπῆλθον ἀτιμώρητοι. Ἂν οὖν μὴ γέεννα ᾖ, ποῦ τὸ δίκαιον, ποῦ τὸ ἀπροσωπόληπτον; Καίτοι πολλὰ ἐγκαλεῖ αὐτοῖς τοιαῦτα, ὅτι τὰ σάββατα οὐ τηροῦσι. Πάλιν ἄλλος τις ὁ Χαρμεὶ, ἀνάθημα κλέψας, μετὰ τοῦ γένους ἐλιθάσθη παντός. Τί οὖν; οὐδεὶς ἐξ ἐκείνου ἱερόσυλος γέγονεν; Ὁ Σαοὺλ πάλιν φεισάμενος παρὰ τὸ τῷ Θεῷ δοκοῦν, τοσαύτην ὑπέστη τιμωρίαν· οὐδεὶς οὖν ἐφείσατο ἐξ ἐκείνου; Εἴθε μὲν οὖν τοῦτο· οὐχὶ μᾶλλον θηρίων ἀλλήλους κατεσθίομεν παρὰ τὸ τῷ Θεῷ δοκοῦν, καὶ οὐδεὶς ἔπεσεν ἐν πολέμῳ. Πάλιν οἱ τοῦ Ἠλεὶ υἱοὶ ἐπειδὴ πρὸ τοῦ θυμιάματος ἤσθιον, δίκην ἔδοσαν χαλεπωτάτην μετὰ τοῦ πατρός. Οὐδεὶς οὖν ἐγένετο πατὴρ ῥᾴθυμος περὶ παῖδας; οὔτε μοχθηροὶ παῖδες; ἀλλ' οὐδεὶς ἔδωκε δίκην. Πότε οὖν δώσουσιν, ἂν γέεννα μὴ ᾖ; Πάλιν μυρία ἄν τις ἔχοι καταλέγειν ἕτερα. Τί δέ; ὁ Ἀνανίας καὶ ἡ Σάπφειρα, οὐκ ἐπειδὴ ἔκλεψαν ἐξ ὧν ἀνέθηκαν, παραχρῆμα ἐτιμωρήθησαν; Οὐδεὶς οὖν ἄρα ἐξ ἐκείνου ταῦτα ἐποίησε; πῶς οὖν οὐκ ἔδωκαν τὴν αὐτὴν δίκην; Ἆρά σε πείθομεν ὅτι γέεννα ἔστιν, ἢ πλειόνων σοι δεῖ παραδειγμάτων; Οὐκοῦν καὶ ἐπὶ τὰ ἄγραφα ἥξομεν, τὰ νῦν ἐν τῷ βίῳ γινόμενα· ἀναγκαῖον γὰρ πάντοθεν ταύτην ἡμῖν συλλεγῆναι τὴν ἔννοιαν, ἵνα μὴ μάτην ἑαυτοῖς χαριζόμενοι, βλάπτωμεν ἑαυτούς. Οὐχ ὁρᾷς πολλοὺς ἐν συμφοραῖς, τὰ σώματα ἀναπήρους, μυρία πάσχοντας δεινὰ, ἑτέρους δὲ εὐδοκιμοῦντας; διὰ τί οἱ μὲν φόνων διδόασι δίκας, οἱ δὲ οὔ; Ἄκουσον τοῦ Παύλου λέγοντος· Τινῶν αἱ ἁμαρτίαι πρόδηλοί εἰσι, τισὶ δὲ καὶ ἐπακολουθοῦσι. Πόσοι διέφυγον ἀνδροφόνοι; πόσοι τυμβωρύχοι; Ἀλλ' ἀφείσθω ταῦτα. Πόσους οὐχ ὁρᾷς κολαζομένους κόλασιν χαλεπήν; οἱ μὲν νόσῳ μακρᾷ παρεδόθησαν, οἱ δὲ βασάνοις διηνεκέσιν, οἱ δὲ ἑτέροις μυρίοις δεινοῖς. Ὅταν 62.446 οὖν ἴδῃς τὰ αὐτὰ ἐκείνοις τετολμηκότα, ἢ καὶ πολλῷ πλείονα, καὶ μὴ διδόντα δίκην, οὐχὶ καὶ ἄκων ὁμολογήσεις τὴν γέενναν; Ἔκλεγε τούτους τοὺς ἐνταῦθα πρὸ σοῦ κεκολασμένους χαλεπῶς, ἐννόει ὅτι ὁ Θεὸς προσωπολήπτης οὐκ ἔστι, καὶ ὅτι μυρία ἐργασάμενος κακὰ, οὐδὲν τοιοῦτον πέπονθας, καὶ ἕξεις τὴν ἔννοιαν τῆς γεέννης. Οὕτω γὰρ ἡμῖν αὐτὴν ὁ Θεὸς ἐγκατέσπειρεν, ὡς μηδένα ἀγνοῆσαι τοῦτό ποτε. Καὶ γὰρ ποιηταὶ καὶ φιλόσοφοι καὶ μυθολόγοι, καὶ πάντες ἁπλῶς ἄνθρωποι, περὶ τῆς ἀνταποδόσεως ἐφιλοσόφησαν τῆς ἐκεῖ, καὶ ἐν ᾅδου κολάζεσθαι εἰρήκασι τοὺς πολλούς. Εἰ δὲ ἐκεῖνα μῦθοι, ἀλλ' οὐ τὰ παρ' ἡμῖν. Ταῦτα οὐχ ἁπλῶς φοβῆσαι βουλόμενος εἶπον, οὐδὲ βαρῦναι τὰς ὑμετέρας ψυχὰς, ἀλλὰ σωφρονίσαι, καὶ κουφοτέρας ἐργάσασθαι. Ἐβουλόμην καὶ αὐτὸς ἐγὼ μὴ εἶναι κόλασιν, καὶ μάλιστα πάντων ἐγώ. Τί δήποτε; Ὅτι ὑμῶν μὲν ἕκαστος ὑπὲρ τῆς ἑαυτοῦ ψυχῆς δέδοικεν· ἐγὼ δὲ καὶ τῆς προστασίας ταύτης εὐθύνας ὑφέξω· ὥστε μάλιστα πάντων ἐμὲ διαφυγεῖν ἀδύνατον. Ἀλλ' οὐκ ἔστι μὴ εἶναι κόλασιν καὶ γέενναν. Τί πάθω; Πάλιν ἐπαποροῦσι καί φασι· Ποῦ οὖν τοῦ Θεοῦ τὸ φιλάνθρωπον; Πανταχοῦ. Μᾶλλον δὲ ἐν ἑτέρῳ περὶ τούτου διαλέξομαι καιρῷ, ἵνα μὴ τοὺς περὶ γεέννης συγχέωμεν λόγους. Τέως δὲ ὅπερ ἐκερδάναμεν ἀπὸ τῶν εἰρημένων, μὴ διαῤῥυῇ κέρδος γὰρ οὐ μικρὸν πεπεῖσθαι περὶ γεέννης. Ἡ γὰρ τῶν τοιούτων λόγων μνήμη καθάπερ τι πικρὸν φάρμακον, πᾶσαν