44
συμφώνως Ἐνόησαν δέ τινες πιστῶς τὸ, «∆όξασόν με,» εἰρῆσθαι διὰ τὴν περιγινομένην δόξαν τῇ δουλικῇ μορφῇ. Ταῦτα ὡς ἐν ἐπιτόμῳ εἴδει. Εἰς ἀγωνιστικοὺς ἐρχόμεθα λόγους πρὸς τοὺς μὴ ἀκούοντας μὲν τὸ, «Πάτερ,» ἐπιλαμβανομένους δὲ τοῦ, «∆όξασον.» Εἰπάτωσαν ποίαν δόξαν ἐνόησαν. Ἆρα ἢν καὶ ἡμεῖς ἀναφέρομεν τῷ Θεῷ; Ἔστω τοίνυν κατὰ συγχώρησιν, οὔκουν τῇ ἀληθείᾳ. ∆ιὰ τί οὖν κτίσμα καὶ ἥττονα λέγουσι τὸν Υἱὸν, τὸν ὑπ' αὐτοῦ δοξαζόμενον, τοῦ Πατρός; Ἐν γὰρ τῷ αὐτῷ Εὐαγγελίῳ εἶπε· «Πάτερ, δόξασόν σου τὸν Υἱὸν, ἵνα καὶ ὁ Υἱός σου δοξάσῃ σε·» καὶ πάλιν· «Ἐὰν δοξάζω ἐμαυτὸν, ἡ δόξα μου ἐν αὐτοῖς ἐστιν· ἔστιν ὁ Πατήρ μου ὁ δοξάζων με·» καὶ πάλιν ἀπὸ τοῦ Πατρός· «Καὶ ἐδόξασα, καὶ πάλιν δοξάσω.» Ἀλλ' ἆρα καθ' ὃ δοξάζεται τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος; Καὶ πῶς τὴν ἰσοτιμίαν ἑαυτῷ ἐφύλαξε διὰ τοῦ, «∆όξασον τὸν Υἱὸν, ἵνα καὶ Υἱὸς δοξάσῃ σε·» Ἀλλ' ἑτέραν ὑποθώμεθα δόξαν; Ἐξ οὐκ ὄντων αὕτη εὑρίσκεται. Καὶ ποῖον ἔχει λόγον τόν τε Πατέρα τόν τε Υἱὸν ποιητῇ δόξα κατὰ νοητὸν δοξάζεσθαι;
ΚΕΦ. Κςʹ. Πῶς οὖν, φησὶν, ἐν τῷ κατὰ Μάρκον Εὐαγγελίῳ λέγει· «Ὅταν ἔλθῃ
ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων,» Τοῦτο γάρ ἐστι τὸ παρ' ὀρθοδόξων λεγόμενον, ὅτι διὰ τὸ ταυτὸν τῆς θεότητος καὶ βασιλείας ἐν τῇ πατρικῇ δόξῃ ἐλεύσεται· τοῦτ' ἔστι, τὴν ἴσην δόξαν ἔχων τῷ γεννήσαντι. Πάλιν γὰρ ἐν Ματθαίῳ ὁ αὐτὸς Κύριος, τὸ κεφάλαιον τοῦτο φθεγγόμενος, καὶ δεικνὺς τὴν αὐτὴν εἶναι δόξαν αὐτῷ τε καὶ τῷ Πατρὶ, οὕτως εἶπεν «Ὅταν δὲ ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ, καὶ πάντες οἱ ἄγγελοι μετ' αὐτοῦ.»
ΚΕΦ. ΚΖʹ. Ἀληθείας δὲ παντοίως ἀλλότριον, καὶ τὸ λέγειν αὐτοὺς μεταξὺ τῆς
θεϊκῆς φύσεως καὶ τῆς κτιστῆς εἶναι τὴν τοῦ Υἱοῦ φύσιν, μεταφέροντες εἰς τοῦτο κακῶς τὴν καλῶς φέρουσαν Γραφήν· «Μεσίτης 39.944 Θεοῦ καὶ ἀνθρώπων ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός.» ∆ιολισθήσει γὰρ λοιπὸν τοῦ Θεὸς εἶναι καὶ Υἱὸς ἀληθινὸς, ὅπερ ὑπάρχειν κατὰ τὸν ὀρθὸν τρόπον ἀποδέδεικται· ἐκφεύξεται δὲ καὶ τὸ νοεῖσθαι, κατὰ τὸν αἱρετικὸν λόγον, ποίημα, ὅπερ οὔτ' ἔστιν, οὔτε γέγραπται· καὶ γοῦν καὶ τοῦτο ἐν Ἡσαΐᾳ κεχρησμῴδηται· «Οὐ πρέσβις, οὐκ ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος ἔσωσεν αὐτούς·» τουτέστιν, οὐ κτίσμα, ἀλλ' αὐτὸς ὁ Θεὸς, ὁ πρεσβυτέρας τῶν ἡμετέρων αἰτήσεων τὰς αὐτῷ πρεπούσας εἰς ἡμᾶς δόσεις χορηγῶν. Ἐν τῇ οἰκονομίᾳ τοίνυν ἡ μεσιτεία· ἐν ᾗ ὑπὲρ παντὸς τοῦ ἀνθρωπείου γένους ἑαυτὸν ἀφράστως ἱερουργήσας, καὶ ἐν τάξει θυμιάματος νοητοῦ τῷ ἰδίῳ Πατρὶ προσαγαγὼν, αὐτόν τε ἐξεδυσώπησεν, καὶ τὸν ἐπηρτημένον τῷ κοινῷ γένει θάνατον ἀπέσβεσεν, καὶ ἡμᾶς τῶν εἰδώλων ἀπέστησεν, καὶ τῇ θεογνωσίᾳ προσήνωσε, τόν τε παράδεισον ἀπέδωκεν, καὶ εἰς οὐρανοὺς ἀνήγαγεν, συνάψας, ὡς Θεὸς ἐξουσιαστὴς, τὰ ἐπίγεια τοῖς ἐπουρανίοις, καὶ τὴν γενομένην διάστασιν συναρμόσας, καὶ ἐπαναγαγὼν τὸν ἄνθρωπον εἰς ἐκείνην τὴν χάριν, ἀφ' ἧς διώλισθεν· ὡς τὸν Ἀπόστολον, νικώμενον τῇ ὑπερβολῇ τῆς καταλλαγῆς, θεοφράστῳ γλώττῃ ἀνακηρύττειν· «Αὐτός ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας·» καὶ πάλιν· «∆ικαιωθέντες οὖν ἐκ πίστεως, εἰρήνην ἔχομεν πρὸς τὸν Θεὸν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.»
ΚΕΦ. ΚΗʹ. Πίστεως δὲ τὸ καθ' ὅλου χηρεύοντές τινες τῶν αἱρετικῶν, καὶ ἄλλο
γελοῖον ὑπολαβεῖν τε καὶ πολλῷ πλέον εἰπεῖν φάσκουσιν· ὅτι τὰ πρὸ τῆς ἐν τῇ οἰκουμένῃ ἀστεμφοῦς, καὶ ἀσαλεύτου, καὶ φιλανθρώπου παρουσίας τοῦ Σωτῆρος Χριστοῦ τῇ κτίσει δοθέντα χαρίσματα, ὑπὸ τοῦ Θεοῦ Πατρὸς μόνου δεδώρηται, ἄνευ τοῦ ἰδίου αὐτοῦ ἀγαθουργοῦ Υἱοῦ Λόγου, ὡς δῆθεν αὐτοῦ ὑπεξουσίου τυγχάνοντος.