1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

44

ἀνάγκας. Οὐδὲ γὰρ αὗται μόναι αἱ προφάσεις αὐτὰς οἴκοι κατέχουσιν, ἀλλὰ κἂν ἀλγῆσαι τοὺς πόδας τύχῃ ἄν τε ἀμφοτέρας τὰς ἡμιόνους ἄν τε θατέραν, τὸ αὐτὸ γίνεται. Καὶ ὅταν μὲν εἰς πόαν ἀπενεχθῆναι συμβῇ-συμβαίνει δὲ τοῦτο καθ' ἕκαστον ἐνιαυτὸν καὶ ἐπὶ πολλαῖς ἡμέραις-, ἀνάγκη πάλιν οἴκοι μένειν ὥσπερ δεδεμένην καὶ μηδὲ χρείας καλούσης ἀναγκαίας ἐξιέναι τῆς οἰκίας. Εἰ δὲ λέγοι τις ὅτι τοῦ πλήθους ἀπήλλακται τῶν ἐντυγχανόντων οὐκ ἀναγκαζομένη καθ' ἕκαστον τῶν γνωρίμων ὁρᾶσθαι καὶ ἐρυθριᾶν, σφόδρα ἀγνοεῖν μοι δοκεῖ καὶ τὰ ἀπαλλάττοντα καὶ τὰ περιβάλλοντα τὴν γυναικείαν φύσιν τῇ αἰσχύνῃ. Οὔτε γὰρ τὸ φαίνεσθαι οὔτε τὸ κρύπτεσθαι τοῦτο ποιεῖ ἀλλὰ τὸ μὲν ἡ μὴ κατέχουσα τὴν ψυχὴν ἔνδον προπέτεια, τὸ δὲ ἡ σωφροσύνη καὶ ἡ αἰδώς. ∆ιὰ ταῦτα καὶ τῶν ἀπηλλαγμένων τῆς εἰρκτῆς ἐκείνης πολλαὶ καὶ διὰ μέσου τοῦ πλήθους ἐπὶ τῆς ἀγορᾶς βαδίζουσαι οὐ μόνον οὐκ ἐπεσπάσαντο κατηγόρους ἀλλὰ καὶ πολλοὺς ἔσχον τῆς σωφροσύνης τοὺς θαυμαστὰς καὶ διὰ τοῦ σχήματος καὶ διὰ τοῦ βαδίσματος καὶ διὰ τοῦ τῶν ἱματίων ἀνεπιτηδεύτου τῆς ἔνδον κοσμιότητος ἀφιεῖσαι τὴν ἀκτῖνα λαμπράν· οὐκ ὀλίγαι δὲ τῶν ἔνδον καθημένων πονηρᾷ δόξῃ περιέβαλον ἑαυτάς. Ἔνεστι γὰρ καὶ συγκεκλεισμένην μᾶλλον τῶν φαινομένων τοῖς βουλομένοις ἐπιδείκνυσθαι μετὰ πολλῆς τῆς προπετείας καὶ τῆς ἰταμότητος.

67 Ὅτι τὸ πολλὰς ἔχειν θεραπαινίδας ἀνιαρόν. Ἀλλ' ἴσως τὸ τῶν θεραπαινίδων πλῆθος ἡδύ. Ταύτης μὲν οὖν οὐδὲν χεῖρον τῆς ἡδονῆς· τοσαύτας ἔχει τὰς φροντίδας, ὅσαι τὸ πλῆθός ἐστιν· ἀνάγκη γὰρ ἐφ' ἑκάστῃ καὶ ἀρρωστούσῃ καὶ τελευτώσῃ ταράττεσθαι καὶ ἀθυμεῖν. Ἀλλὰ ταῦτα μὲν ἴσως φορητὰ καὶ τὰ τούτων ἔτι χαλεπώτερα, οἷον τὸ καθ' ἑκάστην διατείνεσθαι τὴν ἡμέραν ῥαθυμίαν ἐπιστρέφουσαν, κακουργίαν ἐκκόπτουσαν, ἀχαριστίας παύουσαν, τὴν ἄλλην πᾶσαν αὐτῶν κακίαν παιδαγωγοῦσαν. Τὸ δὲ πάντων χαλεπώτερον, ὅπερ μάλιστα ἐν τῷ πλήθει τῆς τοιαύτης θεραπείας συμβαίνειν εἴωθεν, ὅταν ἐν τῇ τῶν θεραπαινίδων ἐκείνων ἀγέλῃ εὐπρεπής τις οὖσα τύχῃ. Ἀνάγκη γὰρ τοῦτο πάντως ἐν τῷ πλήθει συμπεσεῖν· οὐδὲ γὰρ ὥστε πολλὰς κτήσασθαι μόνον, ἀλλ' ὥστε καὶ εὐειδεῖς ἐξ ἴσης οἱ πλουτοῦντες σπουδάζουσιν. Ὅταν οὖν συμβῇ τινα διαλάμπειν ἐν αὐταῖς, ἄν τε ἕλῃ τὸν δεσπότην τῷ φίλτρῳ ἄν τε μηδὲν περαιτέρω τοῦ θαυμασθῆναι ἰσχύσῃ, τὰ τῆς ὀδύνης ἴσα γίνεται τῇ δεσποίνῃ παρευδοκιμουμένῃ εἰ καὶ μὴ τῷ πόθῳ ἀλλὰ τῇ τοῦ σώματος ὥρᾳ καὶ τῷ θαύματι. Ὅταν οὖν τὰ δοκοῦντα εἶναι παρ' αὐτοῖς λαμπρὰ καὶ ζηλωτὰ τοσαύτας ἔχῃ τὰς θλίψεις, τί ἄν τις εἴποι περὶ τῶν λυπηρῶν;

68 Περὶ τῆς ἀταραξίας τῆς τῇ παρθενίᾳ προσούσης. Ἀλλ' οὐχ ἡ παρθένος ὑπομένει τούτων οὐδέν, ἀλλ' ἀπήλλακται ταραχῆς τὸ δωμάτιον καὶ κραυγὴ πᾶσα ἐκποδὼν ἀπελήλαται, ὥσπερ δὲ ἐν εὐδίῳ λιμένι σιγὴ πάντα κατέχει τὰ ἔνδον καὶ τῆς σιγῆς πλείων ἑτέρα ἀταραξία τὴν ψυχήν, ἅτε ἀνθρώπινον μὲν οὐδὲν μεταχειρίζουσαν, διὰ παντὸς δὲ τῷ Θεῷ διαλεγομένην καὶ πρὸς αὐτὸν ἀτενέστερον ὁρῶσαν. Τίς ἂν οὖν ταύτην ἀναμετρήσειε τὴν ἡδονήν; Ποῖος λόγος τὴν εὐφροσύνην τῆς οὕτω διακειμένης παραστήσειε ψυχῆς; Οὐκ ἔστιν οὐδείς. Ἀλλ' οἱ τοῦ κυρίου κατατρυφῶντες αὐτοὶ μόνοι τὸ μέγεθος ἴσασι ταύτης τῆς τρυφῆς καὶ πῶς ἅπασαν σύγκρισιν ἐκ πολλοῦ τοῦ περιόντος νικᾷ. Ἀλλ' ὁ πολὺς ἄργυρος ὁρώμενος πανταχοῦ πολλὴν παρέχει τὴν τέρψιν τοῖς ὀφθαλμοῖς. Καὶ πόσῳ βέλτιον εἰς τὸν οὐρανὸν ἐνορᾶν καὶ πολλῷ μείζονα ἐκεῖθεν καρποῦσθαι τὴν ἡδονήν. Ὅσον γὰρ ὁ χρυσὸς κασσιτέρου καὶ μολύβδου τοσοῦτον ὁ οὐρανὸς χρυσοῦ καὶ ἀργύρου καὶ πάσης ὕλης λαμπρότερός τέ ἐστι καὶ φαιδρότερος. Καὶ αὕτη μὲν χωρὶς φροντίδος ἡ θεωρία, ἐκείνη δὲ μετὰ πολλῆς τῆς μερίμνης, ὃ μάλιστα πανταχοῦ ταῖς ἐπιθυμίαις λυμαίνεται. Ἀλλ' οὐ βούλει τὸν οὐρανὸν ἰδεῖν; Ἔξεστί σοι τὸν ἐπὶ τῆς ἀγορᾶς κείμενον ἄργυρον ἰδεῖν. «Πρὸς ἐντροπὴν ὑμῖν λέγω» κατὰ τὸν μακάριον Παῦλον, ἐπειδὴ οὕτως ἐπτόησθε πρὸς τὸν τῶν χρημάτων ἔρωτα. Ἀλλ' οὐκ ἔχω τί εἴπω. Πολλὴ