46
∆εσπότης· «Ἐν ὑμῖν ὃς ἐὰν θέλῃ μέγας γενέσθαι, ἔσται ὑμῶν διάκονος· καὶ ὃς ἐὰν θέλῃ εἶναι πρῶτος, ἔσται ὑμῶν δοῦλος.» Ὅπως δὲ καὶ ἐν τῷ Λουκᾷ κωλύει τὰς ἐξ ἐπιλογῆς πρωτοκαθεδρίας καὶ πρωτοκλισίας, ἠκούσαμεν. Καὶ γὰρ οὐκ ἦν τοῦ δικαίου Θεοῦ, τοῦ ἑτοιμάζοντος κατὰ τὴν ἑκάστου πολιτείαν τὰ μέλλοντα, παρασχεῖν τινι μὴ δικαίαν, ἢ αὐχηματικὴν αἴτησιν, καὶ τάξαι τοὺς πρώτους ἐν ὑστέροις, καὶ παραλυπῆσαι τοὺς τὴν τάξιν μὴ λιπόντας, μηδ' ἀρχῆς ἐφιεμένους ἀποστόλους, καὶ σὺν αὐτοῖς τοὺς προαρέσαντας αὐτῷ, καὶ ἐπ' ἀρετῇ θαυμασθέντας προπάτορας ἡμῶν, οἷς συνέθετο, καὶ οἷς πᾶν ἐστιν εἰκὸς τὴν ἑκατέρωθεν αὐτοῦ προεδρίαν προϋποσχέσθαι, ὧν καὶ εἰς τοὺς κόλπους οὗτοι, περὶ ὧν ὁ λόγος, καταναπαύεσθαι ἔμελλον· πρὸς τούτοις δὲ καὶ Μωϋσέα· ἐπείτοι καὶ αὐτός ἐστιν ὁ καὶ τοῦ αἰτηθέντος πράγματος καὶ τῆς κρίσεως πάσης Κύριος, καὶ ὁ προορίσας τοῖς ἀποστόλοις τοὺς θρόνους, βασιλικώτατα προαγαγόμενος αὐτοὺς καὶ ἐπαγγειλάμενος· «Ὑμεῖς καθεσθήσεσθε ἐπὶ δώδεκα θρόνων, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.» Ὅρον γοῦν ἕνα οὐκ ἀντίλεκτον τοῦ μὴ μεγάλα αὐχεῖν τινα καὶ ἑαυτῷ ἀποδιδόναι τιθεὶς φάσκει· «Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐδέν ἐστιν· ἀλλ' ἔστιν ὁ μαρτυρῶν περὶ ἐμοῦ,» ὁ λέγων, φησὶ, Πατήρ· «Οὗτός 39.949 ἐστιν ὁ Υἱός μου.» Ὅτι δ' οὕτως διὰ μόνην τὴν προλεχθεῖσαν αἰτίαν εἰρῆσθαι, αὐτὸς πάλιν πιστοῦται, φάσκων· «Κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου ἀληθής ἐστιν·» καὶ πάλιν· «Αὐτὰ τὰ ἔργα μαρτυρεῖ περὶ ἐμοῦ, καὶ Μωϋσῆς μαρτυρεῖ περὶ ἐμοῦ.»
ΚΕΦ. Λʹ. Τοιοῦτον ἔχει νόημα καὶ τὸ ἐν τῷ Λουκᾷ παρὰ τοῦ Σωτῆρος
εἰρημένον· «Πάτερ, εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου.» ∆ιὰ τοῦ οἰκείου προσώπου τὴν εἰς αὐτὸν τῇ πίστει ζωοποιουμένην ἀνθρωπότητα παρατίθεται, ἥντινα μέλη αὐτοῦ καλέσαι κατηξίωσεν· ἢ τάχα διδάσκει πάντας, τοῦτο μὲν εἰδέναι, ὡς ἐπλανήθη καὶ ἐν τούτῳ Ἄρειος, ἄψυχον αὐτὸν ἐν τῇ οἰκονομίᾳ οἰηθείς· τοῦτο δὲ, ἐν ταῖς ὑστέραις ἀναπνοαῖς προσευχομένους τῇ αὐτῇ κεχρῆσθαι φωνῇ, εὐγνωμόνως ὁμολογοῦντας, ὡς παρὰ τοῦ Θεοῦ ἡμῶν τῶν ἀνθρώπων ἡ ὕπαρξίς ἐστιν, καὶ εἰς αὐτὸν πάλιν ἡ ἀνάλυσις. Νόμος οὖν ἦν τὸ γινόμενον.
ΚΕΦ. ΛΑʹ. Οὐ μέχρι δὲ τοῦ Μονογενοῦς, ἀλλὰ καὶ ἕως τοῦ ἁγίου Πνεύματος
ἐπεκτείνουσι τὸ αἱρετικὸν δυσσέβημα. Καὶ γὰρ οὐ μόνῃ τῇ προκειμένῃ τοῦ Σωτῆρος φωνῇ, τῇ· «Ἐγὼ ἀφ' ἑαυτοῦ οὐκ ἐλάλησα·» καὶ «Τὸ ἅγιον Πνεῦμα ἀφ' ἑαυτοῦ οὐ λαλήσει·» καὶ τῇ Παύλου, τῇ ἐχούσῃ· «Μόνῳ σοφῷ Θεῷ·» ἔτι δὲ καὶ ταῖς ἄλλαις ταῖς φερομέναις ἐν τῷ Περὶ τοῦ ἁγίου Πνεύματος λόγῳ, ἀθετικῶς, εἰς τὸ σμικρύνειν τὴν ἀπειρομεγέθη καὶ σεπτὴν αὐτοῦ φύσιν, κέχρηνται· ἀλλὰ καὶ τῇ προφητείᾳ Ἀμὼς, ὡσανεὶ παραδηλούσῃ 39.952 κτίσμα εἶναι τὸ ἅγιον Πνεῦμα τοῦ Θεοῦ, καίτοι τὸ σύνολον οὐδεμίαν ἔμφασιν τοιαύτην περὶ αὐτοῦ, οὔτε ἐν τῷ μέρει τούτῳ, οὔτε ἐν ἄλλῳ, ποιούσῃ. Ἔχει δὲ ὧδε· «Κατέστρεψα ὑμᾶς, καθὼς κατέστρεψεν ὁ Θεὸς Σόδομα καὶ Γόμοῤῥα, καὶ ἐγένεσθε ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρός· καὶ οὐδ' οὕτως ἐπεστρέψατε πρὸς μὲ, λέγει Κύριος. ∆ιὰ τοῦτο οὕτως ποιήσω σοι, Ἰσραήλ· πλὴν ὅτι οὕτως ποιήσω σοι, ἑτοιμάζου τοῦ ἐπικαλεῖσθαι τὸν Θεόν σου, Ἰσραήλ. ∆ιότι ἰδοὺ στερεῶν βροντὴν, καὶ κτίζων πνεῦμα, καὶ ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν Χριστὸν αὐτοῦ, ὁ ποιῶν ὄρθρον καὶ ὁμίχλην, καὶ ἐπιβαίνων ἐπὶ τὰ ὑψηλὰ τῆς γῆς· Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ.» Τῶν τριῶν τοίνυν αὐτοτελῶν ὑποστάσεων μνημονευομένων, μιᾶς λεγούσης, «Κατέστρεψα·» ἑτέρας, περὶ ἧς λέγει· «Καθὼς κατέστρεψεν ὁ Θεός·» ἄλλης ἔνθα ἔχει τὸν Χριστὸν αὐτοῦ· εὐθέτως καὶ καταλλήλως εὑρίσκεται ἡ φωνὴ εἰρημένη, οὐκ ἐκ προσώπου τοῦ Πατρὸς, ἢ περὶ τοῦ ἁγίου