46
πλησμονὴ ἀλλ' ἡ ἔνδεια καὶ ἡ σπάνις ποιεῖ. Αὕτη δὲ οὐκ ἐν ἐκείνοις τοῖς συμποσίοις τοῖς τῶν πλουτούντων ἀλλ' ἐν τοῖς τῶν πενομένων ἀεὶ πάρεστι, παντὸς τραπεζοποιοῦ καὶ μαγείρου μᾶλλον ἐπιστάζουσα πολὺ τοῖς προκειμένοις τὸ μέλι. Οἱ μὲν γὰρ πλουτοῦντες οὔτε πεινῶντες ἐσθίουσι καὶ χωρὶς τοῦ διψεῖν πίνουσι, καὶ πρὶν αὐτοῖς σφοδρῶς ἐπελθεῖν τὴν ἀνάγκην τοῦ ὕπνου καθεύδουσιν. Οὗτοι δὲ ἐν χρείᾳ τούτων ἁπάντων καθιστάμενοι πρότερον οὕτως αὐτῶν μετέχουσιν, ὃ μάλιστα πάντων αὔξει τὰ τῆς ἡδονῆς. ∆ιὰ τί γάρ, εἰπέ μοι, καὶ ὁ Σολομὼν τὸν ὕπνον τοῦ δούλου φησὶν εἶναι ἡδὺν οὑτωσὶ λέγων· «Ἡδὺς ὕπνος τῷ δούλῳ ἄν τε πολὺ ἄν τε ὀλίγον φάγῃ;» Ἆρα διὰ τὴν στρωμνὴν τὴν ἁπαλήν; Καὶ μὴν ἐπὶ ἐδάφους ἢ ἐπὶ στιβάδος οἱ πλείους καθεύδουσιν. Ἀλλὰ διὰ τὴν ἄδειαν; Ἀλλ' οὐδὲ μικρᾶς καιροῦ ῥοπῆς εἰσι κύριοι. Ἀλλὰ διὰ τὴν ῥᾳστώνην; Ἀλλ' οὐ διαλιμπάνουσι μόχθοις κοπτόμενοι καὶ ταλαιπωρίαις. Τί ποτ' οὖν ἐστι τὸ ποιοῦν τὸν ὕπνον ἡδύν; Οἱ πόνοι, καὶ τὸ πρότερον εἰς χρείαν καταστάντας οὕτως αὐτοῦ μεταλαμβάνειν. Τοὺς δὲ πλουτοῦντας ἂν μὴ μέθῃ βαπτισθέντας ἡ νὺξ καταλάβῃ, ἀνάγκη διὰ παντὸς ἀγρυπνεῖν καὶ ἐπιστρέφεσθαι καὶ ἀλύειν ἐπὶ τῶν μαλακῶν κειμένους στρωμάτων.
71 Ὅτι καὶ ψυχὴν λυμαίνεται ἡ τρυφή. Ἐνῆν καὶ ἑτέρωθεν δεῖξαι τῆς τρυφῆς τὴν ἀηδίαν καὶ τὴν ζημίαν καὶ τὴν ἀσχημοσύνην, τὰς νόσους καταλέγοντα ὅσας ἐναπομόργνυται τῇ ψυχῇ πολλῷ πλείους καὶ χαλεπωτέρας οὔσας τῶν σωματικῶν. Καὶ γὰρ μαλακοὺς καὶ ἀνάνδρους καὶ θρασεῖς καὶ ἀλαζόνας καὶ ἀσελγεῖς καὶ ὑβριστὰς καὶ ἀκολάστους καὶ ἀκροχόλους καὶ ὠμοὺς καὶ ἀγεννεῖς καὶ πλεονέκτας καὶ δουλοπρεπεῖς καὶ πρὸς ἅπαν εἰπεῖν τῶν χρησίμων καὶ ἀναγκαίων ἀχρήστους καθίστησιν, ὧν τἀναντία πάντα ἡ αὐτάρκεια ποιεῖ. Ἀλλὰ νῦν πρὸς ἕτερον ἡμῖν ὁ λόγος ἐπείγεται· διὸ μόνον ἐκεῖνο προσθέντες τῶν ἀποστολικῶν πάλιν ἁψώμεθα ῥημάτων. Εἰ γὰρ τὰ δοκοῦντα εἶναι ζηλωτὰ τοσούτων γέμει κακῶν καὶ τοσοῦτον τῇ ψυχῇ καὶ τῷ σώματι τὸν νιφετὸν ἐπάγει τῶν νοσημάτων, ποῦ τὰ λυπηρὰ θήσομεν; Οἷον ἀρχόντων φόβους, δήμων ὁρμάς, συκοφαντῶν καὶ βασκάνων ἐπιβουλάς, ἃ μάλιστα τοὺς πλουτοῦντας περιστοιχίζεται, ἐν οἷς καὶ τὰς γυναῖκας μειζόνως τῶν κακῶν ἀνάγκη κοινωνεῖν διὰ τὸ μὴ γενναίως τὰς τοιαύτας φέρειν μεταβολάς.
72 Ὅτι μετὰ τῶν ἄλλων κακῶν καὶ τὰς μεταβολὰς ἀφορήτους ποιεῖ τὸ τρυφᾶν. Καὶ τί λέγω γυναῖκας; Καὶ γὰρ αὐτοὶ οἱ ἄνδρες ταλαιπώρως ὑπὸ τῶν τοιούτων ἁλίσκονται. Ὁ μὲν γὰρ ἐν αὐταρκείᾳ ζῶν οὐδεμίαν μετάπτωσιν δέδοικεν. Ὁ δὲ ἐν ἐκείνῳ τῷ ὑγρῷ καὶ διακεχυμένῳ βίῳ δαπανηθείς, εἴποτε συμβαίη κατὰ περίστασίν τινα καὶ ἀνάγκην παραδοθῆναι πενίᾳ, τεθνήξεται πρότερον ἢ ταύτην οἴσει τὴν μεταβολὴν διὰ τὸ ἀμελέτητον καὶ ἀγύμναστον. ∆ιὰ ταῦτα ὁ μακάριος Παῦλος ἔλεγε· «Θλῖψιν τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι· ἐγὼ δὲ ὑμῶν φείδομαι.» Εἶτα μετὰ τοῦτό φησιν· «Ὁ καιρὸς συνεσταλμένος τὸ λοιπόν ἐστιν.»
73 Ὅτι οὐ γάμου ὁ καιρὸς ὁ παρών. Καὶ τί τοῦτο πρὸς τὸν γάμον; ἴσως ἂν εἴποι τις. Καὶ σφόδρα μὲν οὖν πρὸς αὐτόν. Εἰ γὰρ ἐν τῷ παρόντι βίῳ συγκέκλεισται, ἐν δὲ τῷ μέλλοντι οὔτε γαμοῦσιν οὔτε γαμίζονται, ὁ δὲ παρὼν καιρὸς πρὸς τὸ τέλος ἐπείγεται καὶ ἐπὶ θύραις τὰ τῆς ἀναστάσεως ἕστηκεν, οὐ γάμων καιρὸς οὐδὲ κτημάτων ἀλλ' ἐνδείας καὶ τῆς ἄλλης φιλοσοφίας ἁπάσης τῆς ἐκεῖ χρησιμευούσης ἡμῖν. Ὥσπερ γὰρ ἡ παρθένος ἕως μὲν ἂν οἴκοι μένῃ μετὰ τῆς μητρὸς πολλὴν τῶν παιδικῶν ἁπάντων ποιεῖται φροντίδα καὶ κιβώτιον ἐν τῷ ταμιείῳ καταθεμένη τῶν ἀποκειμένων ἐκεῖ καὶ τὴν κλεῖν αὐτὴ κέκτηται καὶ τὴν ἐξουσίαν ἅπασαν ἔχει, καὶ τοσαύτην ὑπὲρ τῆς τῶν μικρῶν ἐκείνων καὶ φαύλων φυλακῆς ἀναδέχεται μέριμναν ὅσην οἱ τὰς μεγάλας ἐπιτροπεύοντες οἰκίας. Ἐπειδὰν δὲ μνηστεύεσθαι δέῃ καὶ ὁ τοῦ γάμου καιρὸς ἀναγκάζῃ τὴν πατρῴαν οἰκίαν ἀφεῖναι, τότε τῆς εὐτελείας ἐκείνης ἀπαλλαγεῖσα καὶ τῆς ταπεινότητος, οἰκίας προστασίαν καὶ κτημάτων καὶ ἀνδραπόδων πλῆθος καὶ ἀνδρὸς θεραπείαν καὶ τὰ ἄλλα τὰ τούτων πολλῶν μείζονα