1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

46

νωθρότατος εἰς πῦρ ἐνέβη ἂν, εἴ τινα ἀξιόπιστον ἐγγυητὴν εὗρε τῆς ἀσφαλείας. Ἀλλ' οὐχ οἱ τρεῖς παῖδες τοιοῦτοι· ἀλλὰ τί; Ἄκουε αὐτῶν λεγόντων· Βασιλεῦ, ἔστι Θεὸς ἐν οὐρανῷ, ὃς ἐξελεῖται ἡμᾶς ἐκ τῶν χειρῶν σου, καὶ ἐκ τῆς καμίνου ταύτης· καὶ ἐὰν μὴ, γνωστὸν ἔστω σοι, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησας, οὐ προσκυνοῦμεν. Ὁρᾶτε πόσα κέρδη ἐστὶ, καὶ πλείονα τούτων ἐκ τοῦ ἀγνοεῖν τὴν τελευτήν; Τέως δὲ ταῦτα ἀπόχρη μαθεῖν. ∆ιὰ τοῦτο ὡς κλέπτης ἐν νυκτὶ, οὕτως ἔρχεται· ἵνα μὴ εἰς κακίαν ἐξαγάγωμεν ἑαυτοὺς, ἵνα μὴ εἰς ῥᾳθυμίαν, ἵνα μὴ τὸν μισθὸν ἡμῶν ὑποτέμηται. Αὐτοὶ γὰρ ἀκριβῶς, φησὶν, οἴδατε. Τί οὖν περιεργάζεσθε, εἰ πεπεισμένοι ἐστέ; Ὅτι δὲ ἄδηλον τὸ μέλλον, ἐξ ὧν ὁ Χριστὸς εἶπε, μάνθανε· ὅτι δὲ διὰ τοῦτο εἶπεν, ἄκουσον τί φησι· Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται. ∆ιὰ τοῦτο καὶ Παῦλος ἔλεγεν· Ὅταν δὲ λέγωσιν, Εἰρήνη καὶ ἀσφάλεια, τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος, ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ οὐ μὴ ἐκφύγωσιν. Ἐνταῦθα τοῦτο ᾐνίξατο, ὅπερ καὶ ἐν τῇ δευτέρᾳ εἶπεν Ἐπιστολῇ. Ἐπειδὴ γὰρ οὗτοι μὲν ἦσαν ἐν θλίψεσιν, οἱ δὲ πολεμοῦντες αὐτοὺς ἐν ἀνέσει καὶ ἐν τρυφῇ, εἶτα αὐτὸς μὲν παρεμυθεῖτο τὰ παρόντα δεινὰ τῷ τῆς ἀναστάσεως λόγῳ, ἐκεῖνοι δὲ ἐπηρέαζον ἐκ τῶν προγονικῶν ἐνθυμημάτων φθεγγόμενοι καὶ ἔλεγον. Πότε ἔσται; (ὅπερ καὶ οἱ προφῆται ἔλεγον· Οὐαὶ οἱ λέγοντες, τὸ τάχος ἐγγισάτω, ἃ ποιήσει ὁ Θεὸς, ἵνα ἴδωμεν· καὶ ἐλθέτω ἡ βουλὴ τοῦ ἁγίου Ἰσραὴλ, ἵνα γνῶμεν· καὶ πάλιν· Οὐαὶ οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν Κυρίου (οὐ γὰρ ἁπλῶς ἐπιθυμοῦντας λέγει, ἀλλὰ τοὺς ἐκ τοῦ ἀπιστεῖν ἐπιθυμοῦντας)· καὶ, Ἡ ἡμέρα Κυρίου σκότος, φησὶ, καὶ οὐ φῶς)· διὰ τοῦτο εἴρηκεν οὕτω. Καὶ ὅρα πῶς αὐτοὺς παραμυθεῖται· ὡς ἂν εἰ ἔλεγε· Μὴ τὸ ἐν εὐπαθείᾳ εἶναι αὐτοὺς τεκμήριον ποιείσθωσαν τοῦ μὴ παραγίνεσθαι τὴν κρίσιν· οὕτω μὲν οὖν καὶ παραγίνεται. Ἄξιον δὲ καὶ ἐκεῖνο ζητῆσαι· 62.449 εἰ ὁ Ἀντίχριστος ἔρχεται, καὶ ὁ Ἠλίας ἔρχεται, πῶς ὅταν λέγωσιν, Εἰρήνη καὶ ἀσφάλεια, τότε αὐτοῖς αἰφνίδιος ὄλεθρος ἐφίσταται; ταῦτα γὰρ οὐκ ἀφίησι μὴ εἰδέναι τὴν ἡμέραν, τεκμήρια ὄντα τῆς παρουσίας αὐτῆς. Ἀλλ' οὐ τοῦτον τὸν καιρὸν αἰνίττεται, τοῦ Ἀντιχρίστου λέγω, οὔτε τὴν ἡμέραν ἐκείνην φησὶν, ὅτι σημεῖον ἔσται τῆς παρουσίας τοῦ Χριστοῦ, ἀλλ' ὅτι ὁ Χριστὸς οὐχ ἕξει σημεῖον, ἀλλ' ἀθρόον καὶ ἀπροσδοκήτως ἥξει. Καὶ μὴν τῇ κυούσῃ, φησὶν, οὐκ ἐφίσταται ἀδήλως· οἶδε γὰρ ὅτι μετὰ ἐννέα μῆνας ἔσται ὁ τόκος. Καὶ σφόδρα μὲν οὖν ἀδήλως· αἱ μὲν γὰρ ἑπταμηνιαῖα ἔτεκον, αἱ δὲ ἐννεαμηνιαῖα· ἄλλως δὲ καὶ ἡ ἡμέρα καὶ ἡ ὥρα ἄδηλος τοῦ τόκου. Πρὸς τοῦτο οὖν φησι ταῦτα ὁ Παῦλος. Καὶ ἀκριβὴς ἡ εἰκών· οὐ γὰρ πολλὰ τῆς ὠδῖνός ἐστι τὰ τεκμήρια· πολλαὶ γοῦν οὕτω καὶ ἐν ὁδοῖς καὶ τῆς οἰκίας ἔξω, μὴ προειδυῖαι, ἔτεκον. Οὐ τὸ ἄδηλον δὲ μόνον ἐνταῦθα ᾐνίξατο, ἀλλὰ καὶ τὸ τῆς ὀδύνης πικρόν. Ὥσπερ γὰρ ἐκείνη παίζουσα, γελῶσα, οὐδὲν ὅλως προορωμένη, ἐξαίφνης ἀῤῥήτοις κατασχεθεῖσα πόνοις διακόπτεται ταῖς ὠδῖσιν· οὕτω καὶ αἱ ψυχαὶ ἐκεῖναι, τῆς ἡμέρας ἐπελθούσης ἐκείνης. Καὶ οὐ μὴ ἐκφύγωσιν. Εἶτα δεικνὺς ὅτι οὐ περὶ αὐτῶν ταῦτα λέγει, ἐπήγαγεν· Ὑμεῖς δὲ, ἀδελφοὶ, οὐκ ἐστὲ ἐν σκότει, ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς κλέπτης καταλάβῃ. γʹ. Ἐνταῦθα τὸν σκοτεινὸν καὶ ἀκάθαρτον βίον φησί. Καθάπερ γὰρ ἐν νυκτὶ πάντα πράττουσιν οἱ μιαροὶ καὶ πονηροὶ τῶν ἀνθρώπων, πάντας λανθάνοντες, καὶ ἐν σκότῳ κατακλείοντες ἑαυτούς. Εἰπὲ γάρ μοι, οὐχὶ τὴν ἑσπέραν παρατηρεῖ ὁ μοιχός; καὶ οὐχὶ τὴν νύκτα ὁ κλέπτης; ὁ τυμβωρύχος οὐχὶ πᾶσαν τὴν ἐργασίαν ἐν νυκτὶ ἔχει; Τί οὖν; οὐχὶ ὡς κλέπτης αὐτοὺς καταλαμβάνει; οὐχὶ καὶ αὐτοῖς ἀδήλως ἐφίσταται; Ἀλλὰ προΐσασι; Πῶς οὖν λέγει, Οὐ χρείαν ἔχετε γράφεσθαι ὑμῖν; Ἐνταῦθα οὐ πρὸς τὸ ἄδηλόν φησιν, ἀλλὰ πρὸς τὴν συμφοράν· τουτέστιν, οὐκ ἐπὶ κακῷ τῷ αὐτῶν ἥξει. Ἀδήλως μὲν γὰρ ἥξει καὶ αὐτοῖς, πλὴν ἀλλ' οὐδενὶ περιβαλεῖ λυπηρῷ. Ἵνα ἡ ἡμέρα, φησὶν, ὡς