1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

47

Πνεύματος αὐτοῦ, ἀλλ' ἀπὸ τοῦ ἁγίου Πνεύματος, τοῦ καὶ λαλήσαντος περὶ τοῦ ἀνεμιαίου πνεύματος, τοῦ τῇ βροντῇ τῇ ἀνθρώποις ἐνηχουμένῃ παρακολουθεῖν πεφυκότος. ∆ιὸ ἐπάγων μνημονεύει ὄρθρου, ὁμίχλης. Πῶς γὰρ ὁ Πατὴρ εἶχεν εἰπεῖν, ἢ τὸ, «Ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν Χριστὸν αὐτοῦ·» καὶ οὐχὶ, τὸν Χριστόν μου, ὡς ἐν ρλαʹ ψαλμῷ ἔφη· «Ἡτοίμασα λύχνον τῷ Χριστῷ μου;» ἢ, «Τὸ ὄνομα αὐτῷ,» δέον φάναι, ὄνομά μοι; Εἰ δὲ δὴ καὶ δοθείη αὐτοῦ εἶναι ἡ φωνὴ, τὸ Πνεῦμα τὸ ἅγιον ἀναφαίνεται Θεὸς παντοκράτωρ. Οὔτε δὲ τῷ προφήτῃ, λέγοντι περὶ τοῦ Πατρὸς, αὕτη ἁρμόζει ἡ φωνή· εὑρεθήσεται γὰρ ἐκ προσώπου αὐτοῦ ἡ, «Κατέστρεψα ὑμᾶς, καθὼς κατέστρεψεν ὁ Θεὸς,» λέξις· οὐ καταστρέφει δὲ ἄνθρωπος, καθὼς ὁ Θεός· οὐδὲ ἴδιον προφήτου φθέγξασθαι καυχηματικῶς ἅμα καὶ βλασφήμως. Καὶ τὸ ἔχειν δὲ, «Κτίζων Πνεῦμα,» οὐχὶ δὲ, κτίσας Πνεῦμα, καὶ τὸ τετάχθαι ἐν πρώτοις τὴν βροντὴν στερεοῦσθαι, ἐν δευτέροις δὲ τὸ πνεῦμα κτίζεσθαι, ἔτι δὲ καὶ τὸ ἄνευ τοῦ ἄρθρου καὶ τοῦ, Ἁγίου, ψιλῶς προφητεύεσθαι, «Κτίζων πνεῦ 39.953 μα·» δείκνυσι διὰ πάντων τούτων. ὡς εἰς τὸ ἀέριον ὁ λόγος ἀποτείνεται. Σπανίως γὰρ τὸ ἅγιον Πνεῦμα τοῦ Θεοῦ δίχα τοῦ συνάπτεσθαι αὐτῷ τὸ, ἅγιον, ἢ τὸ, τοῦ Θεοῦ, ἢ τὸ ἄρθρον, ἢ τὴν μετοχὴν αὐτοῦ· ὡς ἡνίκα γράφει· «Πνεῦμα Ἡλία·» καὶ, «Πνεύματι περιπατεῖτε.» «Κτίζων» δὲ «Πνεῦμα» εἶπε, διὰ τὸ ἐπιγίνεσθαι τὸ ἀέριον, ὅταν καιρὸς καλῇ, πρὸς τὸ λυσιτελοῦν ταῖς χρείαις, δι' ἃς γέγονεν. Εἰώθαμεν γὰρ καὶ νῦν λέγειν· Ἐγένετο ἄνεμος πολύς· ἀλλ' οὐχ ὡς νῦν κτισθεὶς, ἀλλ' ὡς ἄρτι βίαιος ἐγερθείς. Προφητικῶς τοίνυν καὶ ὑστερομέσως ἐλέχθη ἀπὸ τοῦ θεϊκοῦ Πνεύματος οὑτωσί· «Κατέστρεψα ὑμᾶς,» τοῦτ' ἔστι «τοὺς σκληροτραχήλους καὶ ἀπεριτμήτους τῇ καρδίᾳ «Ἰουδαίους,» καθὼς κατέστρεψεν ὁ Θεὸς Σόδομα καὶ Γόμοῤῥα·» τὰς ἐσχηκυίας. φησὶν, οἰκήτορας, ὁμοίως Ἰουδαίοις ἀμεταμελῶς βεβιωκότας. Τοίνυν «ἑτοιμάζου τοῦ ἐπικαλεῖσθαι τὸν Θεόν σου, Ἰσραήλ·» ὃν, φησὶν, οὔπω καὶ τήμερον ἐκδήλως ἐπιγνοὺς ἐφάνης. Ἔλεγε δὲ τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ. «∆ιότι ὁ 39.956 στερεῶν βροντὴν, καὶ κτίζων πνεῦμα, καὶ ποιῶν ὄρθρον καὶ ὁμίχλην, καὶ ἐπιβαίνων ἐπὶ τὰ ὑψηλὰ τῆς γῆς· Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ· ἰδοὺ ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν Χριστὸν αὐτοῦ.» Πότε οὖν, καὶ πῶς ἀπήγγειλεν αὐτόν; Ὅτε ἔφησεν ὑψόθεν· «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδόκησα.» Πολλαχοῦ δὲ μία ἐκ τῶν τριῶν θείων ὑποστάσεων περὶ τῆς ἄλλης μιᾶς ἢ τῶν δύο λέγουσα φαίνεται, καθὰ ἐν τῷ πρώτῳ λόγῳ πλείοσιν ἀποδείξεσι τὸ περὶ τούτου κεφάλαιον ἡρμηνεύθη. Ἀμέλει καὶ τῆς μνημονευθείσης τοῦ Ἀμὼς προφητείας μικρῷ πρόσθεν τοῦτο εὑρίσκεται· φησὶ γάρ· «Τάδε λέγει Κύριος· Ἐπὶ ταῖς τρισὶν ἀσεβείαις υἱῶν Ἰούδα καὶἐπὶ ταῖς τέτταρσιν οὐκ ἀποστραφήσομαι αὐτοὺς, ἕνεκα τοῦ ἰάσασθαι αὐτούς. Τὸν νόμον Κυρίου καὶ τὰ προστάγματα αὐτοῦ οὐκ ἐφύλαξαν· καὶ ἐπλάνησεν αὐτοὺς τὰ μάταια, ἃ ἐποίησαν, οἷς ἐξηκολούθησαν οἱ πατέρες αὐτῶν ὀπίσω αὐτῶν· καὶ ἐξαποστελῶ πῦρ ἐπὶ Ἰούδαν, καὶ καταφάγεται τὰ θεμέλια Ἰερουσαλήμ.» ∆έον τοίνυν, εἰ μὴ περὶ τοῦ ἀνεμίου, περὶ γοῦν τοῦ ἰδίου αὐτῶν πνεύματος νομίζειν διαλέγεσθαι τὴν προφητείαν, οὗ πολλάκις τὰ λόγια μνημονεύει· ὡς ὅταν Παῦλος Θεσσαλονικεῦσιν ἐν τῇ πρώτῃ Ἐπιστολῇ γράφει· «Αὐτὸς δὲ ὁ Θεὸς τῆς εἰρήνης ἁγιάσῃ ὑμᾶς ὁλοτελεῖς· καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἄμεμπτον, ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρη 39.957 θείη·» καὶ ὡς ἡνίκα Στέφανος εὐχόμενος λέγῃ· «Κύρις Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου·» καὶ ὡς Λουκᾶς ἐν Εὐαγγελίῳ, ὅτε ὁ Σωτὴρ νεκρὰν ἤγειρε τὴν παῖδα, ἔφη· «Καὶ ἐπέστρεψε τὸ πνεῦμα αὐτῆς.» ∆έον οὕτω δοξάζειν, εἰ μετρίως ἐποίουν· οἳ δὲ οὐ τὸ πνεῦμα τοῦτο εἶναι ὑπενόησαν, εἰς δὲ τὴν ἄκραν βλασφημίαν ἀφικνοῦνται. Προσῆκε δὲ ὁρᾷν καὶ τοῦτο, ὅτιπερ ἔχει, «Ἀπαγγέλλων τὸν Χριστὸν αὐτοῦ,» ὁ Θεὸς καὶ Πατὴρ, οὐχὶ δὲ, «κτίζων.» Περὶ γὰρ τῶν ἐπικρυπτομένως φανερουμένων ἡμῖν ἕνεκα τῆς ἀῤῥήτου