1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

47

κλέπτης ὑμᾶς καταλάβῃ. Ἐπὶ γὰρ ἐγρηγορότων καὶ ἐν φωτὶ ὄντων, κἂν γένηταί τις εἴσοδος λῃστοῦ, οὐδὲν λυμήνασθαι δυνήσεται· οὕτω καὶ ἐπὶ τῶν ὀρθῶς ζώντων· ἀλλ' ἐκείνους τοὺς καθεύδοντας πάντων γυμνώσας ἄπεισι, τοὺς τοῖς ἐνθάδε θαῤῥοῦντας. Εἶτα καὶ ἄλλο ὑπὲρ αὐτῶν· ἐπάγει γάρ· Πάντες γὰρ ὑμεῖς, φησὶν, υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡμέρας. Καὶ πῶς ἔνι, φησὶν, υἱοὺς ἡμέρας εἶναι; Ὡς υἱοὺς ἀπωλείας, ὡς υἱοὺς γεέννης. ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγε τοῖς Φαρισαίοις· Οὐαὶ ὑμῖν, ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν, ποιῆσαι ἕνα προσήλυτον· καὶ ὅταν γένηται, ποιεῖτε αὐτὸν γεέννης υἱόν· καὶ ὁ Παῦλος· ∆ι' ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας, τουτέστι, τοὺς τὰ τῆς γεέννης πράττοντας, τοὺς τὰ τῆς ἀπειθείας. Ὥσπερ οὖν υἱοὶ τοῦ Θεοῦ οἱ τὰ τῷ Θεῷ δοκοῦντα πράττοντες, οὕτω καὶ υἱοὶ ἡμέρας καὶ υἱοὶ φωτὸς, οἱ τὰ τοῦ φωτὸς πράττοντες. Οὐκ ἐσμὲν νυκτὸς οὐδὲ σκότους. Ἄρα οὖν μὴ καθεύδωμεν, ὡς καὶ οἱ λοιποὶ, ἀλλὰ γρηγορῶμεν καὶ νήφωμεν. Οἱ γὰρ καθεύδοντες, νυκτὸς καθεύδουσι· καὶ οἱ μεθυσκόμενοι, νυκτὸς μεθύουσιν· 62.450 ἡμεῖς δὲ ἡμέρας ὄντες, νήφωμεν. ∆είκνυσιν ἐνταῦθα ὅτι τὸ ἐν ἡμέρᾳ εἶναι ἡμῶν ἐστι. Καὶ ἐνταῦθα μὲν, ἐπὶ τῆς ἡμέρας ταύτης καὶ τῆς νυκτὸς λέγω, οὐχ ἡμῶν ἐστιν, ἀλλὰ καὶ ἀκόντων ἡμῶν ἔρχεται ἡ νὺξ, καὶ μὴ βουλομένων ὁ ὕπνος ἐφίσταται· ἐπὶ δὲ τῆς νυκτὸς ἐκείνης καὶ τοῦ ὕπνου, οὐκέτι, ἀλλ' ἔξεστι διαπαντὸς ἐγρηγορέναι, ἔξεστι διαπαντὸς ἡμέραν ἄγειν. Τοὺς γὰρ τῆς ψυχῆς ὀφθαλμοὺς κλεῖσαι, καὶ τὸν ἀπὸ τῆς κακίας ὕπνον ἐπαγαγεῖν, οὐκ ἔστι φύσεως, ἀλλὰ προαιρέσεως. Ἀλλὰ γρηγορῶμεν, φησὶ, καὶ νήφωμεν. Ἔξεστι γὰρ ἐγρηγορότα καθεύδειν, μηδὲν πράττοντα ἀγαθόν· διὰ τοῦτο ἐπήγαγε, Καὶ νήφωμεν. Καὶ γὰρ ἐν ἡμέρᾳ ἂν γρηγορῇ τις, μὴ νήφῃ δὲ, μυρίοις περιπεσεῖται δεινοῖς, Ὥστε γρηγορήσεως ἐπίτασις ἡ νῆψίς ἐστιν. Οἱ καθεύδοντες, φησὶ, νυκτὸς καθεύδουσι, καὶ οἱ μεθυσκόμενοι, νυκτὸς μεθύουσι. Μέθην ἐνταῦθά φησιν οὐ τὴν ἀπὸ τοῦ οἴνου μόνον, ἀλλὰ καὶ τὴν ἀπὸ πάντων τῶν κακῶν. Καὶ γὰρ μέθη ψυχῆς πλοῦτος, καὶ χρημάτων ἐπιθυμία, καὶ σωμάτων ἔρως, καὶ πᾶν ὅπερ ἂν εἴπῃς, μέθη ψυχῆς ἐστι. ∆ιὰ τί δὲ ὕπνον τὴν κακίαν ἐκάλεσεν; Ὅτι πρῶτον μὲν ἀνενέργητός ἐστι πρὸς τὴν ἀρετὴν ὁ τοιοῦτος· ἔπειτα, ὅτι πάντα φαντασιοῦται, καὶ οὐδὲν ἀληθὲς ὁρᾷ, ἀλλ' ὀνειράτων ἐστὶ μεστὸς, καὶ ἀτόπων πολλάκις πραγμάτων· ἂν δέ τι χρηστὸν ἴδῃ, οὐδὲν ἔχει βέβαιον οὐδὲ πεπηγός. Τοιοῦτον ὁ παρὼν βίος ἐστίν· ὀνειράτων καὶ φαντασίας γέμει. Ὁ πλοῦτος ὄναρ, ἡ δόξα, πάντα τὰ τοιαῦτα. Ὁ καθεύδων, τὰ μὲν ὄντα καὶ ἀληθῶς ὑφεστῶτα οὐχ ὁρᾷ, τὰ δὲ μὴ ὄντα. ὡς ὄντα φαντασιοῦται. Τοιαύτη ἡ κακία ἐστὶ, καὶ ὁ ἐν κακίᾳ βίος· οὐχ ὁρᾷ τὰ ὄντα, τουτέστι, τὰ πνευματικὰ, τὰ οὐράνια, τὰ μένοντα, ἀλλὰ τὰ ῥέοντα καὶ ἀφιπτάμενα καὶ ἀποπηδῶντα ταχέως ἡμῶν. Οὐκ ἀρκεῖ δὲ ἐγρηγορέναι καὶ νήφειν, ἀλλὰ δεῖ καὶ καθοπλίζεσθαι. Κἂν γὰρ ἐγρηγορώς τις ᾖ καὶ νήφων, μὴ ἔχῃ δὲ ὅπλα, ταχέως αὐτὸν οἱ λῃσταὶ κατεργάζονται. Ὅταν οὖν καὶ ἐγρηγορέναι χρὴ καὶ νήφειν καὶ καθοπλίζεσθαι, ἡμεῖς δὲ ἄοπλοι καὶ γυμνοὶ ὦμεν καὶ καθεύδωμεν, τίς κωλύσει ἐκεῖνον πῆξαι τὴν μάχαιραν; ∆ιὸ καὶ τοῦτο δηλῶν, ὅτι ὅπλων ἡμῖν δεῖ, ἐπήγαγεν· Ἡμεῖς δὲ ἡμέρας ὄντες νήφωμεν, ἐνδυσάμενοι θώρακα πίστεως καὶ ἀγάπης· καὶ περικεφαλαίαν, ἐλπίδα σωτηρίας. -Πίστεως καὶ ἀγάπης, φησίν. Ἐνταῦθα βίον μετὰ δογμάτων ὀρθῶν αἰνίττεται. Ὅρα πῶς ἐδήλωσε τί ἐστι τὸ ἐγρηγορέναι καὶ νήφειν, τὸ ἔχειν θώρακα, φησὶ, πίστεως καὶ ἀγάπης. Πίστιν οὐ τὴν τυχοῦσάν φησιν, ἀλλὰ τὴν ζέουσαν, τὴν εἰλικρινῆ, τὴν ἀχειρώτους ποιοῦσαν τοὺς προβεβλημένους αὐτήν. Ὥσπερ τὸν θώρακα οὐδὲν ἂν διατέμοι ταχέως, ἀλλ' ἔστιν ἀφανὲς τειχίον τῷ στήθει· οὕτω καὶ σὺ πίστιν καὶ ἀγάπην περιέλασον τῇ ψυχῇ, καὶ οὐδὲν τῶν πεπυρωμένων βελῶν τοῦ διαβόλου ἐμπαγῆναι δυνήσεται. Ἔνθα γὰρ ᾖ προκατειλημμένη τῷ τῆς ἀγάπης ὅπλῳ τῆς ψυχῆς ἡ δύναμις,