49
οὐ γάρ ἐστι προαιρέσεως τὸ νόσημα, ἀλλὰ φύσεως μόνης· ὁ δὲ ἐν κακίᾳ διάγων, πόθεν συγγνωσθήσεται; Πόθεν, οὖν ἡ κακία; πόθεν οἱ πλείους κακοί; Πόθεν, ἐρωτᾷς; εἰπέ μοι σὺ, πόθεν ἡ κακία τῶν νοσημάτων; πόθεν φρενῖτις; πόθεν ὕπνος βαρύς; οὐχὶ ἐξ ἀπροσεξίας; Εἰ τὰ φυσικὰ νοσήματα ἀπὸ προαιρέσεως ἔχει τὴν ἀρχὴν, πολλῷ μᾶλλον τὰ προαιρετικά. Ἡ μέθη πόθεν; οὐχὶ ἐξ ἀκρασίας ψυχῆς; ἡ φρενῖτις οὐχὶ ἀπὸ ὑπερβολῆς πυρετοῦ; ὁ δὲ πυρετὸς οὐχὶ ἀπὸ πλεοναζόντων ἐν ἡμῖν στοιχείων; ἡ πλεονεξία δὲ τῶν ἐν ἡμῖν στοιχείων οὐχὶ ἐξ ἀπροσεξίας; Ὅταν γὰρ ἢ ἐνδείᾳ, ἢ πλεονεξίᾳ εἰς ἀμετρίαν τι τῶν ἐν ἡμῖν ἐξαγάγωμεν, ἀνάπτομεν ἐκεῖνο τὸ πῦρ. Πάλιν, ἂν τῆς φλογὸς ἁφθείσης, ἐπιμένωμεν καταφρονοῦντες, καθ' ἑαυτῶν ἐργαζόμεθα πυρὰν, ἣν οὐδὲ σβέσαι δυνάμεθα. Οὕτω καὶ ἐπὶ τῆς κακίας γίνεται· ὅταν ἀρξαμένην αὐτὴν μὴ κωλύωμεν, μηδὲ ἐκκόπτωμεν, οὐδὲ ἐφικέσθαι δυνάμεθα τοῦ τέλους λοιπὸν, ἀλλὰ μείζων γίνεται τῆς ἡμετέρας ἰσχύος. ∆ιὸ, παρακαλῶ, πάντα πράττωμεν, ὥστε μηδέποτε ἀπονυστάξαι. Οὐχ ὁρᾶτε τοὺς φύλακας, ὅτι πολλάκις μικρὸν ἑαυτοὺς δόντες τῷ ὕπνῳ, οὐδὲν ἀπώναντο τῆς πολλῆς φυλακῆς; δι' ἐκείνου γὰρ τοῦ μικροῦ τὸ πᾶν διέφθειραν, τῷ βουλομένῳ κλέψαι πολλὴν δόντες τὴν ἄδειαν. Καθάπερ γὰρ οὐχ οὕτως ἡμεῖς τοὺς κλέπτας ὁρῶμεν, ὡς ἐκεῖνοι ἡμᾶς ὁρῶσιν· οὕτω καὶ ὁ διάβολος μάλιστα πάντων ἐφέστηκε καὶ ἐνεδρεύει, καὶ τρίζει τοὺς ὀδόντας. Μὴ νυστάξωμεν τοίνυν· μὴ εἴπωμεν, παρὰ τοῦτο οὐδὲν, παρ' ἐκεῖνο οὐδέν. Ὅθεν οὐ προσεδοκήσαμεν, πολλάκις ἐσυλήθημεν. Οὕτω καὶ ἐπὶ κακίας· ὅθεν οὐ προσεδοκήσαμεν, ἀπωλόμεθα. Πάντα περισκοπῶμεν ἀκριβῶς, μὴ μεθυσκώμεθα, καὶ οὐχ ὑπνώσομεν· μὴ τρυφῶμεν, καὶ οὐ καθευδήσομεν· μὴ μαινώμεθα πρὸς τὰ ἔξω, καὶ ἐν νήψει διατελέσομεν. Ῥυθμίζωμεν ἑαυτοὺς πάντοθεν. Καὶ καθάπερ ἐπὶ σχοίνου τεταμένης βαδίζοντας οὐκ ἔνι ῥᾳθυμῆσαι οὐδὲ μικρόν· τὸ γὰρ μικρὸν μέγα ἐργάζεται κακόν· περιτραπεὶς γὰρ εὐθέως κατηνέχθη καὶ ἀπώλετο· οὕτως οὐδὲ ἡμᾶς δυνατὸν ῥᾳθυμεῖν. Στενὴν βαδίζομεν ὁδὸν ὑπὸ κρημνῶν ἑκατέρωθεν ἀπειλημμένην, ὁμοῦ δύο πόδας οὐ δεχομένην. Ὁρᾷς πόσης ἡμῖν ἀκριβείας δεῖ; Οὐχ ὁρᾷς τοὺς τὰς ἀμφικρήμνους ὁδοιποροῦντας ὁδοὺς, πῶς οὐ τοὺς πόδας ἀσφαλίζονται μόνον, ἀλλὰ καὶ τοὺς ὀφθαλμούς; Ἂν γὰρ δόξῃ ἑτέρωθι προσέχειν αὐτὸν, κἂν ὁ ποῦς βεβαίως ἑστήκῃ, ἰλιγγιάσας ἀπὸ τοῦ βάθους ὁ ὀφθαλμὸς τὸ πᾶν κατήνεγκεν. Ἀλλ' ἑαυτῷ δεῖ προσέχειν, καὶ τῇ βαδίσει· διὰ τοῦτό φησι. Μήτε δεξιὰ, μήτε ἀριστερά. Πολὺς ὁ βυθὸς τῆς κακίας ἐστὶ, μεγάλοι οἱ κρημνοὶ, πολὺ κάτω σκότος, στενὴ ἡ ὁδός· προσέχωμεν μετὰ φόβου, μετὰ τρόμου περιπατῶμεν. Οὐδεὶς τοιαύτην ὁδεύων ὁδὸν, ἐκκέχυται γέλωτι, οὐδὲ 62.453 βαρεῖται μέθῃ, ἀλλ' ἐν νήψει καὶ προσοχῇ τὴν τοιαύτην ὁδεύει ὁδόν· οὐδεὶς τοιαύτην ὁδεύων ὁδὸν, ἐπιφέρεταί τι τῶν περιττῶν· ἀγαπητὸν γὰρ εὔζωνον ὄντα δυνηθῆναι διαδραμεῖν· οὐδεὶς συμποδίζει τοὺς πόδας τοὺς ἑαυτοῦ, ἀλλ' εὐλύτους ἀφίησιν. εʹ. Ἡμεῖς δὲ μυρίαις φροντίσιν ἑαυτοὺς καταδεσμοῦντες, καὶ μυρία φορτία βιωτικὰ ἐπιφερόμενοι, κεχηνότες καὶ ἐκκεχυμένοι πῶς τὴν στενὴν προσδοκῶμεν βαδίζειν ὁδόν; Οὐχ ἁπλῶς εἶπεν, ὅτι στενή ἐστιν ἀλλὰ μετὰ θαυμασμοῦ· Τί στενὴ ἡ ὁδός· τουτέστι, σφόδρα στενή. Τοῦτο καὶ ἡμεῖς ποιοῦμεν ἐπὶ τῶν πάνυ θαυμαζομένων. Καὶ πάλιν, Τεθλιμμένη, φησὶν, ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν. Καὶ καλῶς εἶπε στενή. Ὅταν γὰρ καὶ ῥημάτων καὶ ἐννοιῶν καὶ πράξεων καὶ πάντων ὀφείλομεν εὐθύνας ὑπέχειν, στενὴ ὄντως ἐστί. Στενοτέραν δὲ αὐτὴν ποιοῦμεν ἡμεῖς, πλατύνοντες ἑαυτοὺς καὶ εὐρύνοντες καὶ τοὺς πόδας ἐκχέοντες. Ἡ γὰρ στενὴ παντὶ μὲν δυσχερὴς, μάλιστα δὲ τῷ λιπαινομένῳ, ὡς ὅ γε κατατήκων ἑαυτὸν, οὐδὲ αἰσθήσεται τῆς στενοχωρίας· ὥστε ὁ μεμελετηκὼς θλίβεσθαι, οὐδὲ ἀποδυσπετήσει πρὸς τὸ πιέζεσθαι. Μὴ τοίνυν μετὰ