50
«Ὁ μετανοῶν ἐπὶ ταῖς κακίαις τῶν ἀνθρώπων·» τοῦτ' ἔστιν, Ὁ συγγινώσκων ἢ συμπαθῶν· οὐ γὰρ ὡς αὐτὸς ὢν αἴτιος τῆς κακίας, ἢ μετανοεῖ. Πολλάκις δὲ ἡ Γραφὴ τὴν λέξιν, τὴν ἐνταῦθα σημαίνουσαν τόδε τι, ἔθηκεν ὡς ἄλλο τῷ φαινομένῳ μηνύουσαν· ὡς ἡνίκα λέγῃ ἐν Ἐξόδῳ· «Ἦν Μωϋσῆς ποιμαίνων τὰ πρόβατα Ἰοθὼρ γαμβροῦ αὐτοῦ.» Ἦν δὲ τοὐναντίον Ἰοθὼρ πενθερὸς, γαμβρὸς δὲ Μωϋσῆς. Ὅτι δὲ καὶ νῷ παντὶ ἀχώρητος καὶ ἀνέφικτος ὁ ἀόρατος Θεὸς διὸ ὡς ἐπίπαν αἱ θεηγορίαι οὐχ ὡς ἔτυχε πᾶσιν ἁπλῶς ἐμφανῆ, ἀλλὰ κρύφιον ἔχουσι νοῦν, ἔστιν εὑρεῖν καὶ ἐν βιβλίοις τῶν ἔξω φιλοσοφημάτων. Ἔχουσι γὰρ ταῦτα· Ἄῤῥητα δ' οὐρανίοιο Θεοῦ μελεδήματα θνητοῖς, Ἀφράστοισιν ἕκαστα διαφραχθέντα προνοίαις· Ὦν βροτὸν οὐ θέμις ἐστὶ μέτρῳ τ' ἀμέτρητ' ἀνελέσθαι.
ΚΕΦ. Λςʹ. Καὶ τὴν ἔχουσαν παρ' Ἰωάννῃ περιοχὴν, «Αὕτη δέ ἐστιν ἡ αἰώνιος
ζωὴ, ἵνα γινώσκωσίν σε, τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν·» καὶ πάλιν· «Πιστεύετε εἰς τὸν Θεὸν, καὶ εἰς ἐμὲ πιστεύετε,» βλασφήμως λίαν Μακεδονιανοὶ ἐμελέτησαν, φάσκοντες τὸ ἅγιον Πνεῦμα μὴ μνημονεύεσθαι, ὡς δῆθεν ὀθνεῖον τῇ φύσει· καὶ διὰ τοῦτο ἐκβάλλεσθαι τοῦ εἶναι ἀληθινὸν Θεόν. Ἀλλ' εἴρηται μὲν ἤδη εἰς ὁμοιότροπα προβλήματα πολλὰ περὶ τούτου, καὶ μέντοι ἐν τῷ πρώτῳ λόγῳ ἐν κεφαλαίῳ δεκάτῳ, καὶ ἐν τῷδε τῷ βιβλίῳ ἐν κεφαλαίῳ τεσσαρεσκαιδεκάτῳ· ῥηθήσεται δὲ καὶ νῦν. Εἰ τοίνυν ἡ αἰώνιος ζωὴ, ἡ περὶ τοῦ 39.968 Πατρὸς καὶ τοῦ Υἱοῦ, ἔστι γνῶσις, καὶ τὸ Πνεῦμα δὲ ἀποδέδεικται εἶναι ζωή τε καὶ Πνεῦμα τοῦ Θεοῦ· ἄρα καὶ αὐτὸς μόνος ἀληθινὸς Θεὸς ὑπάρχει, νοούμενος ἀεὶ μετὰ τοῦ Πατρὸς, ὡς Πνεῦμα αὐτοῦ. ∆ιὸ μιᾷ αἰωνίῳ ζωῇ μίαν γνῶσιν, καὶ οὐ διάφορον, ἑπομένην ἐν τῷ ἐκκειμένῳ κεφαλαίῳ ἐδίδαξεν. Λέγων δὲ καὶ εὐαγγελιστὴς, «Ἐν τούτῳ γινώσκομεν, ὅτι ἐν ἡμῖν ἐστιν ὁ Θεὸς, ἐκ τοῦ Πνεύματος αὐτοῦ, οὗ ἔδωκεν ἡμῖν,» συμμνημονεύεσθαι αὐτὸ καὶ συμπαρεῖναι τῷ Πατρὶ δηλοῖ. Ὅτι δὲ οὔτε ὁ Υἱὸς χωρὶς τοῦ ἁγίου Πνεύματος νοεῖται, εὔδηλον· λέγει γὰρ ὁ μὲν Πατὴρ πρὸς αὐτόν· «Τὸ Πνεῦμα τὸ ἐμὸν, ὅ ἐστιν ἐπὶ σοί·» αὐτὸς δέ φησι· «Πνεῦμα Κυρίου ἐπ' ἐμέ.» Καὶ ὁ Παῦλος δὲ, τῆς θεότητος τὸ ἐπίκοινον, καὶ τὸ συνεκφωνεῖσθαι τὸ ἅγιον Πνεῦμα τῇ διανοίᾳ τῆς Γραφῆς, κἂν μήποτε ἰδικῶς ἐμφέρηται, σημαίνων, γράφει· «Σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ Πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης.» Ἄλλοτε οὖν πάλιν τοῦ ἁγίου Πνεύματος, ἢ κατὰ μόνας, ἢ σὺν τῷ Πατρὶ μνημονεύει. Ἀναγκαῖον οὖν οἶμαι μᾶλλον λέγειν αὐτοὺς ὡς ὁ πάνσοφος Μωϋσῆς· «Εἰ εὕρηκα χάριν παρὰ σοὶ, ἐμφάνισόν μοι σεαυτόν· γνωστῶς ἴδω σε·» ἵν' ὀψέ ποτε γνοῖεν τὴν τῇ φύσει καὶ συμφωνίᾳ ἀδιαίρετον Τριάδα. Ὡς ἔοικεν γὰρ, οὔπω γνωστῶς ἴσασιν, ἃ πολλοὶ μὲν προφῆται καὶ βασιλεῖς ἠθέλησαν ἰδεῖν καὶ ἀκοῦσαι, καὶ οὐκ ἔτυχον· ἡμεῖς δὲ οὐχὶ ἀκούομεν μόνον, ἀλλὰ καὶ βλέπομεν, ὡς παρὰ Λουκᾷ λέγει.
ΚΕΦ. ΛΖʹ. Ἐν ἴσῳ πεπλάνηνται καὶ περὶ τὸ γεγραμμένον ἐν τῷ Λουκᾷ·
«Οὐδεὶς γινώσκει τὸν Υἱὸν, εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι·» καὶ ἑτέρωθι· «Οὐχ ὅτι τὸν Θεόν τις ἑώρακεν, εἰ μὴ ὁ ὢν ἐκ 39.969 τοῦ Θεοῦ.» Ἡγοῦνται γὰρ, ὡς ἡ, «Οὐδεὶς ἄλλος γινώσκει,» λέξις ἐξωθεῖ τῆς θείας γνώσεως τὸ θεϊκὸν Πνεῦμα· οὐ προσέχοντες, ὡς ἡ λέγουσα φωνὴ, «εἰ μὴ ὁ ὢν ἐκ τοῦ Θεοῦ,» οὐκ ἐκβάλλει αὐτὸ τοῦ ὁρᾷν καὶ γινώσκειν τὸν Πατέρα, ἅτε καὶ Παύλου ὁμοίως γράψαντος περὶ αὐτοῦ· «Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ·» καὶ τοῦ Υἱοῦ φήσαντος· «Πνεῦμα, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται·» εἶτα καὶ ἐν ἑτέρῳ πάλιν τοῦ Παύλου σιωπήσαντος μὲν τῇ λέξει, οὐχὶ δὲ τῷ νῷ, τὸν Υἱὸν, διδάξαντος δὲ τὸ Πνεῦμα μόνον ὁρᾷν καὶ εἰδέναι τὸν Πατέρα ἐν ταῖς