51
ἦν ὁ καιρός, ἐπεὶ ὅτι γε οὐδὲ ἀνάγκης ἐπικειμένης θέμις τὴν προῃρημένην παρθενεύειν κωλύεσθαι, ἀλλὰ πρὸς πάντα ἵστασθαι χρὴ γενναίως τὰ διακόπτοντα τὴν καλὴν ταύτην ὁρμήν, ἄκουσον τί φησιν ὁ Χριστός· «Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος.» Ὅταν γάρ τι μετίωμεν τῶν τῷ Θεῷ δοκούντων, ἅπας ὁ κωλύων ἐχθρὸς ἔστω καὶ πολέμιος, κἂν πατὴρ ᾖ κἂν μήτηρ κἂν ὁστισοῦν ἕτερος. Ἀλλ' ὁ Παῦλος ἔτι διαβαστάζων τῶν ἀκουόντων τὸ ἀτελὲς ταῦτα ἔγραφε λέγων· «Ὃς δὲ ἕστηκεν ἑδραῖος μὴ ἔχων ἀνάγκην.» Καὶ οὐδὲ μέχρι τούτου τὸν λόγον ἔστησε· καίτοι γε τὸ «Μὴ ἔχων ἀνάγκην» καὶ «Ἐξουσίαν ἔχων» ταὐτόν ἐστιν. Ἀλλὰ τῷ μήκει τοῦ λόγου καὶ τῇ συνεχείᾳ τῶν συγχωρήσεων τὴν εὐτελῆ καὶ μικρὰν παραμυθεῖται διάνοιαν, μετὰ τούτων καὶ ἑτέραν αἰτίαν προσθεὶς τὸ «Ὃς κέκρικεν ἐν τῇ καρδίᾳ αὐτοῦ.» Οὐ γὰρ ἀρκεῖ τὸ ἐλεύθερον εἶναι οὐδὲ ἀπὸ τούτου μόνον ὑπεύθυνός ἐστιν ἀλλ' ὅταν ἕληται καὶ κρίνῃ τότε καλῶς ποιεῖ. Εἶτα ἵνα μὴ νομίσῃς διὰ τὴν πολλὴν συγκατάβασιν μηδὲν εἶναι τὸ μέσον, τίθησι πάλιν τὴν διαφορὰν μεθ' ὑποστολῆς μέν, τίθησι δ' ὅμως λέγων· «Ὥστε καὶ ὁ ἐκγαμίζων καλῶς ποιεῖ, ὁ δὲ μὴ ἐκγαμίζων κρεῖσσον ποιεῖ.» Ἀλλ' ἐνταῦθα μὲν ὅσον τὸ κρεῖττον οὐκ ἔδειξε διὰ τὴν αὐτὴν πάλιν αἰτίαν, σὺ δὲ εἰ θέλεις μαθεῖν ἄκουσον τοῦ Χριστοῦ λέγοντος· «Οὔτε γαμοῦσιν οὔτε γαμίζονται, ἀλλ' εἰσὶν ὡς ἄγγελοι ἐν οὐρανῷ.» Εἶδες τὸ μέσον, ποῦ τὸν θνητὸν ἡ παρθενία ἀθρόον αἴρει ὅταν ὄντως ᾖ παρθενία;
79 Ὅτι τῶν ἀγγέλων οὐδὲν ἀπεῖχον οἱ περὶ τὸν Ἡλίαν καὶ ὅτι ἡ παρθενία τοιούτους αὐτοὺς ἐποίησεν. Τί γὰρ τῶν ἀγγέλων ἀπεῖχον, εἰπέ μοι, ὁ Ἡλίας, ὁ Ἑλισσαῖος, ὁ Ἰωάννης, οὗτοι οἱ γνήσιοι τῆς παρθενίας ἐρασταί; Οὐδὲν ἄλλ' ἢ ὅσον θνητῇ προσεδέδεντο φύσει. Τὰ δὲ ἄλλα εἴ τις ἀκριβῶς ἐξετάσειεν, οὐδὲν χεῖρον ἐκείνων εὑρήσει διακειμένους. Καὶ τοῦτο δὲ αὐτὸ τὸ δοκοῦν ἐλάττωμα εἶναι μέγα εἰς ἐγκωμίου λόγον ἐστί. Τὸ γὰρ γῆν οἰκοῦντας καὶ τῇ τῆς θνητῆς φύσεως ὑποκειμένους ἀνάγκῃ δυνηθῆναι φθάσαι πρὸς ἐκείνην τὴν ἀρετήν, ὅρα πόσης ἀνδρείας, πόσης φιλοσοφίας ἦν. Ὅτι δὲ αὐτοὺς ἡ παρθενία τοιούτους ἐποίησε δῆλον ἐκεῖθεν· εἰ γὰρ γυναῖκα εἶχον καὶ παῖδας, οὐκ ἂν εὐκόλως τὴν ἐρημίαν ᾤκησαν, οὐκ οἰκίας κατεφρόνησαν, οὐκ ἂν τῆς ἄλλης τοῦ βίου κατασκευῆς. Νῦν δὲ πάντων τούτων ἀπολυθέντες τῶν δεσμῶν ὡς ἐν οὐρανοῖς ὄντες οὕτως διέτριβον ἐπὶ τῆς γῆς. Οὐ τοίχων ἐδέοντο, οὐκ ὀροφῆς, οὐ κλίνης, οὐ τραπέζης, οὐκ ἄλλου τῶν τοιούτων τινός, ἀλλ' ἀντὶ μὲν στέγης εἶχον τὸν οὐρανόν, ἀντὶ δὲ κλίνης τὴν γῆν, ἀντὶ δὲ τραπέζης τὴν ἐρημίαν. Καὶ πρᾶγμα ὃ τοῖς ἄλλοις αἴτιον εἶναι λιμοῦ δοκεῖ τῆς ἐρημίας ἡ ἀκαρπία, τοῦτο τοὺς ἁγίους ἐκείνους ἐν ἀφθονίᾳ καθίστησιν. Οὐ γὰρ ἀμπέλων αὐτοῖς ἐδέησεν οὐδὲ ληνῶν οὐδὲ ληΐων οὐδὲ ἀμητοῦ. Ἀλλὰ τὸ μὲν ποτὸν αὐτοῖς ἄφθονον παρεῖχον καὶ ἡδὺ πηγαὶ καὶ ποταμοὶ καὶ λίμναι, τράπεζαν δὲ τῷ μὲν ἄγγελος κατεσκεύαζε θαυμαστήν τινα καὶ παράδοξον καὶ μείζονα ἢ κατ' ἀνθρωπίνην συνήθειαν. «Ὁ γὰρ εἷς ἄρτος», φησί, «πρὸς τεσσαράκοντα ἡμερῶν ἀσιτίαν διήρκεσε.» Τὸν δὲ ἡ τοῦ πνεύματος χάρις πολλάκις ἔτρεφε θαυματουργοῦντα, καὶ οὐκ αὐτὸν μόνον ἀλλὰ καὶ δι' ἐκείνου ἑτέρους. Ὁ δὲ προφήτου πλέον Ἰωάννης, οὗ μείζων ἐν γεννητοῖς γυναικῶν οὐκ ἐγήγερται, οὐδὲ ἀνθρωπίνης ἐδεήθη τροφῆς· οὐ γὰρ σῖτος καὶ οἶνος καὶ ἔλαιον ἀλλ' ἀκρίδες καὶ μέλι ἄγριον τὴν τοῦ σώματος αὐτοῦ διεκράτουν ζωήν. Εἶδες ἀγγέλους ἐπὶ τῆς γῆς; Εἶδες παρθενίας ἰσχύν; Τοὺς αἵματι καὶ σαρκὶ συμπεπλεγμένους, τοὺς χαμαὶ ἐρχομένους, τοὺς ἀνάγκῃ φύσεως ὑποκειμένους θνητῆς ὡς ἀσωμάτους, ὡς τὸν οὐρανὸν ἤδη λαχόντας, ὡς ἀθανασίαν μετειληφότας, οὕτως ἅπαντα ποιεῖν παρεσκεύαζεν.
80 Τί τὸ εὔσχημον καὶ εὐπρόσεδρον. Πάντα γὰρ ἐκείνοις ἦν περιττά, οὐ ταῦτα μόνον τὰ ὄντως ὄντα περιττά, τρυφὴ καὶ πλοῦτος καὶ δυναστεία καὶ δόξα καὶ ὁ λοιπὸς τῶν ὀνείρων τούτων ὁρμαθός, ἀλλὰ καὶ τὰ δοκοῦντα εἶναι ἀναγκαῖα, οἰκίαι καὶ πόλεις καὶ τέχναι. Τοῦτό ἐστιν τὸ «Εὔσχημον καὶ εὐπρόσεδρον» εἶναι, τοῦτο