1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

53

πρόσωπα τῶν ἀποστόλων καὶ εἰπών· «Λάβετε Πνεῦμα ἅγιον,» ὡς προείρηται. Τὸ δὲ, «Οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς· ἔρχομαι πρὸς ὑμᾶς,» ἐδίδαξεν, ὡς ὃν τρόπον τὸ Πνεῦμα τοῦ Θεοῦ ἦν καὶ πρὸ τῆς γνωστῆς αὐτοῦ ἐπιδημίας ἐν πᾶσιν, οὕτω καὶ μετὰ τὴν ἀνάληψιν ὁ Υἱὸς, ἐν ἀπεριγράφῳ μιᾷ θεότητι καὶ θελήσει τῶν ὑποστάσεων οὐσῶν, οὐκ αὐτὸς ὢν ἄμφω καὶ Πνεῦμα τοῦ Θεοῦ ὡς ἐνόησεν Μοντανὸς, καὶ τούτῳ μάλιστα ἐπερείδεται τῷ μέρει τῆς Γραφῆς, μὴ βλέπων, μηδ' ἀκούων, ὡς ἄλλος περὶ ἄλλου καὶ ἄλλου προσώπου λέγει· «Ἐρωτήσω τὸν Πατέρα, καὶ πέμψει ἄλλον Παράκλητον»· ἀλλ' ὡς σὺν τῷ Πνεύματι παρὼν ἰδιοσύστατος, καθά ἐστιν ἀεὶ πανταχοῦ καὶ ὁ Πατήρ. Οὐ μέντοι ἐκ δευτέρου ἤδη ἐλθὼν, ᾗ πολλάκις καὶ τὴν ἐσομένην ἐν τῇ κρίσει δευτέραν ἄφιξιν αὐτοῦ ἐσήμανεν. Εὖ δὲ καὶ τὸ φάναι· «Ἐκεῖνος περὶ ἐμοῦ μαρτυρήσει.» Ἡ ἀλήθεια, φησὶν, περὶ τῆς ἀληθείας, καὶ ὁ Κύριος περὶ τοῦ Κυρίου, ὃν τρόπον περὶ τοῦ Πατρὸς εἶπεν· «Καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με Πατήρ.» Ταῦτα πάντα, καὶ πρὸ ὅλων τὸ λέγειν τὸν ∆εσπότην, «Ἐρωτήσω τὸν Πατέρα,» ὅπερ ἀνεπίληπτόν ἐστιν, οὐ κατὰ κοσμικὴν συνήθειαν νοεῖσθαι ὀφεῖλον, Μακεδόνιος παρεὶς, τῷ «Πέμψει» προσέδραμεν καὶ προσεχάρη. Ἐχέτω δὲ ἀπόκρισιν πρὸς τὰς τοιαύτας περὶ τοῦ ἁγίου Πνεύματος φωνὰς, ἢν αὐτὸς ἐρωτώμενος δώσει ἕνεκα τῶν περὶ τοῦ Υἱοῦ κειμένων ἁγίων Γραφῶν· καὶ τοῦτο γινώσκων, ὅτι μάλιστα μὲν οὐ πάντως ὁ λέγων, ἢ πέμπων, μείζων τοῦ ἀκούοντος, ἢ πεμπομένου καθέστηκεν· ἀλλὰ τὸν ἴσον καὶ ὁμότιμον πολλάκις εὑρίσκεταί τις ἀποστέλλων· οὐκ ἀπεικὸς δὲ ἐν ἀνθρώποις, τὸν παντοίας τέχνης δημιουργὸν, καὶ ἀμείνονα τυγχάνειν τοῦ δοκοῦντός τι λέγειν αὐτῷ, ἢ πέμπειν αὐτόν. Ἔπειτα ὅτι καὶ ὁ μονογενὴς Θεὸς Λόγος ἐπέμφθη παρὰ τοῦ Πατρὸς, ἢ τοῦ Πνεύματος, ὡς αὐτὸς παρὰ Ἡσαΐᾳ λέγει· «Ἐγώ εἰμι πρῶτος, καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα· ἡ χείρ μου ἐθεμελίωσεν τὴν γῆν, καὶ ἡ δεξιά μου ἐστερέωσεν τὸν οὐρανόν.» Καὶ μεθ' ἕτερα ἐπιφέρει· «Καὶ νῦν Κύριος ἀπέσταλκέν με, καὶ τὸ Πνεῦμα αὐτοῦ.» Ὥστε οὐ πέμπεται κατὰ τὴν ἀποστόλων ἢ προφητῶν ἀποστολὴν τὸ Πνεῦμα τοῦ Θεοῦ καὶ Πατρὸς, ἀλλ' ὡς Πνεῦμα αὐτοῦ· καὶ οὐδὲ μεταβατικῶς, ἐπειδὴ οὐδὲ ὁ Πατὴρ, οὗ τῆς ὑποστάσεως Πνεῦμά ἐστιν, πέρασι περιγέγραπται.

ΚΕΦ. ΛΘʹ. Ἔτι σμικρύνοντες, καὶ τῷ ἑαυτῶν κακῷ κατακιβδηλεύοντες τὰ

περὶ τοῦ ἁγίου Πνεύματος, ὀνειδίζουσιν αὐτῷ καὶ ἄλλην θεϊκὴν φιλανθρωπίαν, ἣν Παῦλος 39.980 ἔγραψεν, εἰπών· «Ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα αὐτοῦ ἐν ταῖς καρδίαις ἡμῶν, κράζον· Ἀββὰ, ὁ Πατήρ.» Τὸ δὲ «Ἐξαπέστειλεν» τὴν συμφωνίαν. ὡς προελέχθη, σημαίνει· τὸ δὲ ἐν ταῖς καρδίαις ἡμῶν κράζειν, Ἀββὰ, ὃ ἑρμηνεύεται «Πατὴρ,» τὴν τοῦ ἁγίου Πνεύματος εὐσπλαγχνίαν παρίστησιν, οἰκειότητα ἡμῖν παρέχουσαν πρὸς τὸν Θεὸν καὶ Πατέρα ἐν τῷ ἀνθ' ἡμῶν καὶ ὑπὲρ ἡμῶν ταύτην εἰρηκέναι τὴν φωνὴν, τῶν τότε νηπίων ἔτι τυγχανόντων, καὶ γάλακτι τρεφομένων, καὶ ἀπαῤῥησιάστων, διά τε τὴν ἀρχαίαν παρακοὴν καὶ τὸ καταλεῖψαι Θεὸν ζῶντα, διά τε τὴν κακὴν τοῦ βίου ἀδιαφορίαν καὶ τὸ ἀνάξιον εὑρίσκεσθαι τοιαύτην ῥῆξαι πρόσρησιν· ὃν τρόπον καὶ ὁ Υἱὸς ἐν τῇ οἰκονομίᾳ δι' ἡμᾶς πάντα τὰ ἡμῶν ἀνεδέξατο. Ἀμέλει διὰ τῶν ἐφ' ἑξῆς καὶ Θεὸν εἶπεν τὸ ἅγιον Πνεῦμα, καὶ ἔδειξεν, ὡς διὰ τῆς προλεχθείσης αὐτοῦ φωνῆς ἐλευθερούμεθα, υἱοθετούμεθα, καὶ τῶν ἐπουρανίων κληρονομοῦμεν. Ἐπάγει γὰρ εὐθὺς μετὰ τὸ εἰπεῖν, Ἀββὰ, ὁ Πατήρ· «Ὥστε οὐκ ἔτι εἶ δοῦλος, ἀλλὰ υἱός· εἰ δὲ υἱὸς, καὶ κληρονόμος διὰ Θεοῦ·» τοῦ κράζοντος ἡμῖν ἁγίου Πνεύματος. Ὅτι δὲ ἀνθ' ἡμῶν ἡ προλεχθεῖσά ἐστιν φωνὴ, ὁ αὐτὸς Ῥωμαίοις ἐπέστειλεν· «Εἰ δὲ Πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε· ὅσοι γὰρ Πνεύματι Θεοῦ ἄγονται, οὗτοι υἱοὶ Θεοῦ εἰσιν· οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ' ἐλάβετε Πνεῦμα υἱοθεσίας ἐν ᾧ κράζομεν· Ἀββὰ, ὁ Πατήρ.»